Works of Nonnus
Page 148
ἀενάῳ τελαμῶνι χέων μιτρούμενον ὕδωρ:
χερσὶ δὲ γηραλέῃσιν ἐς ἀρτιτόκου χρόα κούρης
σπάργανα πέπλα Δίκης ἀνεκούφισε σύντροφος Αἰών,
180 μάντις ἐπεσσομένων, ὅτι γήραος ἄχθος ἀμείβων,
ὡς ὄφις ἀδρανέων φολίδων σπείρημα τινάξας,
ἔμπαλιν ἡβήσειε λελουμένος οἴδμασι θεσμῶν:
θεσπεσίην δὲ θύγατρα λοχευομένης Ἀφροδίτης
σύνθροον ἐκρούσαντο μέλος τετράζυγες Ὧραι.
185 καὶ Παφίης ὠδῖνα τελεσσιγόνοιο μαθόντες
θῆρες ἐβακχεύοντο: λέων δέ τις ἁβρὸν ἀθύρων
χείλεϊ μειλιχίῳ ῥαχίην ἠσπάζετο ταύρου,
ἀκροτέροις στομάτεσσι φίλον μυκηθμὸν ἰάλλων,
καὶ τροχαλῇ βαρύδουπον ἐπιρρήσσων πέδον ὁπλῇ
190 ἵππος ἀνεκροτάλιζε γενέθλιον ἦχον ἀράσσων,
καὶ ποδὸς ὑψιπόροιο θορὼν ἐπιβήτορι παλμῷ
πόρδαλις αἰολόνωτος ἐπεσκίρτησε λαγωῷ,
ὠρυγῆς δ᾽ ὀλόλυγμα χέων φιλοπαίγμονι λαιμῷ
ἀδρύπτοις γενύεσσι λύκος προσπτύξατο ποίμνην,
195 καί τις ἐνὶ ξυλόχοισι λιπών κεμαδοσσόον ἄγρην,
ἄλλον ἔχων γλυκὺν οἶστρον, ἁμιλλητῆρι χορείῃ
ὀρχηστὴρ ἐρίδαινε κύων βητάρμονι κάπρῳ,
καὶ πόδας ὀρθώσασα, περιπλεχθεῖσα δὲ δειρῇ,
ἄρκτος ἀδηλήτῳ δαμάλην ἠγκάσσατο δεσμῷ,
200 πυκνὰ δὲ κυρτώσασα φιλέψιον ἄντυγα κόρσης
πόρτις ἀνεσκίρτησε, δέμας λιχμῶσα λεαίνης,
ἡμιτελές μύκημα νέων πέμπουσα γενείων,
καὶ φιλίων ἐλέφαντι δράκων ἔψαυεν ὀδόντων:
καὶ δρύες ἐφθέγξαντο: γαληναίῳ δὲ προσώπῳ
205 ἠθάδα πέμπε γέλωτα φιλομμειδὴς Ἀφροδίτη,
τερπομένων ὁρόωσα λεχώια παίγνια θηρῶν.
πᾶσι μὲν ἀμφελέλιζε γεγηθότα κύκλον ὀπωπῆς,
πᾶσιν ὁμοῦ: μούνην δὲ συῶν οὐκ ἤθελε λεύσσειν
τερπωλήν, ἅτε μάντις, ἐπεί συὸς εἰκόνι μορφῆς
210 Ἄρης καρχαρόδων θανατηφόρον ἰὸν ἰάλλων
ζηλομανὴς ἤμελλεν Ἀδώνιδι πότμον ὑφαίνειν.
καὶ Βερόην γελόωσαν ἔτι βρέφος ἅμματι χειρῶν
δεξαμένη παρὰ μητρὸς ὅλου κόσμοιο τιθήνη
παρθένος Ἀστραίη, χρυσέης θρέπτειρα γενέθλης,
215 ἔννομα παππάζουσαν ἀνέτρεφεν ἔμφρονι μαζῷ:
παρθενίῳ δὲ γάλακτι ῥοὰς βλύζουσα θεμίστων
χείλεα παιδὸς ἔδευσε, καὶ ἔβλυεν εἰς στόμα κούρης
Ἀτθίδος ἡδυτόκοιο περιθλίψασα μελίσσης
δαιδαλέην ὠδῖνα πολυτρήτοιο λοχείης,
220 κηρία φωνήεντα σοφῷ κεράσασα κυπέλλῳ:
εἴ ποτε διψαλέη ποτὸν ᾔτεεν, ὤρεγε κούρῃ
Πύθιον Ἀπόλλωνι λάλον πεφυλαγμένον ὕδωρ
ἢ ῥόον Ἰλισσοῖο, τὸν ἔμπνοον Ἀτθίδι Μούσῃ
Πιερικαὶ δονέουσιν ἐπ᾽ ᾐόνι Φοιβάδες αὖραι:
καὶ στάχυν ἀστερόεντα περιγνάμψασα κορύμβῳ
χρύσεον, οἷά περ ὁρμόν, ἐπ᾽ αὐχένι θήκατο κούρης.
225 κοῦραι δ᾽ ἁβρὰ λοετρὰ χορίτιδες Ὀρχομενοῖο
ἀμφίπολοι Παφίης μεμελημένον ἐννέα Μούσαις
ἐκ κρήνης ἀρύοντο νοήμονος ἵππιον ὕδωρ.
230 καὶ Βερόη βλάστησεν ὁμόδρομος ἰοχεαίρῃ,
δίκτυα θηρητῆρος ἀερτάζουσα τοκῆος:
καὶ Παφίης ὅλον εἶδος ὁμόγνιον εἶχε τεκούσης
καὶ πόδας αἰγλήεντας: ὑπερκύψασα δὲ πόντου
χιονέῳ σκαίρουσα Θέτις βητάρμονι ταρσῷ
235 ἄλλην ἀργυρόπεζαν ἴδεν Θέτιν: αἰδομένη δὲ
κρύπτετο δειμαίνουσα πάλιν στόμα Κασσιεπείης.
Ἀσσυρίην δ᾽ ἑτέρην δεδοκημένος ἄζυγα κούρην
Ζεὺς πάλιν ἐπτοίητο, καἰ ἤθελεν εἶδος ἀμεῖψαι:
καί νύ κε φόρτον Ἔρωτος ἔχων ταυρώπιδι μορφῇ
240 ἀκροβαφὴς πεφόρητο δι᾽ ὕδατος ἴχνος ἐρέσσων,
κουφίζων ἀδίαντον ὑπὲρ νώτοιο γυναῖκα,
εἰ μὴ μνῆστις ἔρυκε βοοκραίρων ὑμεναίων
Σιδονίς, ἀστερόεν δὲ μέλος ζηλήμονι λαιμῷ
νυμφίος Εὐρώπης μυκήσατο, Ταῦρος Ὀλύμπου,
245 μὴ βοὸς ἰσοτύποιο δι᾽ αἰθέρος εἰκόνα τεύχων
ποντοπόρων στήσειε νεώτερον ἄστρον Ἐρώτων:
καὶ Βερόην διεροῖσιν ὀφειλομένην ὑμεναίοις
γνωτῷ λεῖπεν ἄκοιτιν, ἐπιχθονίης περὶ νύμφης
ὑσμίνην γαμίης πεφυλαγμένος ἐννοσιγαίου.
250 τοίη ἔην Βερόη, Χαρίτων θάλος: εἴ ποτε κούρη
λαροτέρην σίμβλοιο μελίρρυτον ἤπυε φωνήν,
ἡδυεπὴς ἀκόρητος ἐφίστατο χείλεσι Πειθὼ
καὶ πινυτὰς οἴστρησεν ἀκηλήτων φρένας ἀνδρῶν:
Ἀσσυρίης δ᾽ ἔκρυπτον ὁμήγυριν ἥλικος ἥβης
255 ὀφθαλμοὶ γελόωντες, ἀκοντιστῆρες Ἐρώτων,
φαιδροτέραις χαρίτεσσιν, ὅσον πλέον ἄστρα καλύπτει
ἀννεφέλους ἀκτῖνας ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαής: λευκοὶ δὲ παρὰ σφυρὰ νείατα κούρης
πορφυρέοις μελέεσσιν ἐφοινίσσοντο χιτῶνες.
260 οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης
τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ
κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.
τὴν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,
ὠκ
υτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,
265 καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην
φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,
ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης
στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη
Κυκλώπων κανόνεσσι, καὶ ὡς νοτίῳ παρὰ Νείλῳ
270 Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη:
καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,
ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον Ἐρώτων.
φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν
δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,
275 γνωτῆς ζῆλον ἔχουσα δικασπόλον: ἐσσυμένῳ δὲ
ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ
εἰς δόμον Ἀρμονίης παμμήτορος, ὁππόθι νύμφη
εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου
280 ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις:
καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου
δμωίδες ἔνθα καὶ ἔνθα: μεριζομένων δὲ θυρέτρων
Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,
καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
285 καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,
καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ
ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.
κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ,
Εὔρου κόψε θύρετρον Ἐώιον: ἐνδόμυχος δὲ
290 Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος
ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ
Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου
ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.
ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
295 κερκίδι πέπλον ὕφαινεν: ὑφαινομένου δὲ χιτῶνος
πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ
οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,
συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ:
καὶ ποταμοὺς ποίκιλλεν, ἐπ᾽ ἀνδρομέῳ δὲ μετώπῳ
300 ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών:
καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος
ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.
ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ
ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
305 καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος
θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν:
καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ
φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,
δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
310 τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.
καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης
Εὐρυνόμη τανύπεπλος: ἀτυζομένου δὲ προσώπου
Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ
παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ:
315 ‘ Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,
ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς
ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι...’
‘... εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,
ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,
320 εἰπέ: τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς
λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν ;
ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
325 Ζῆνα γάμοις ἔζευξα: χάριν δέ μοι ἄξιον ἔργων
μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
330 ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς
κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
Ἁρμονίη γεγαυῖα βιοσσόος: εἰς σὲ γὰρ αὐτὴ
πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,
335 παρθένος ἀστερόεσσα: τὸ δὲ πλέον ἔννομος Ἑρμῆς
τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.’
ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ:
‘ Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων:
340 ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,
καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.
πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης:
δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει
στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν:
345 οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος: ὑμετέρου γὰρ
ἀστέρος Ἠῴοιο φέρει τύπον: ἑπταπόρων δὲ
τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων:
πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης:
καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης:
350 ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα φαίνων.
τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου
>
γράμματι ξοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.
ἀλλ᾽, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,
πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω:
355 εἴτ᾽ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,
Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἰ δὲ καὶ αὐτὴ
Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἰ δέ τις ἄλλη.
οὐκ ἐδάην: Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,
τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.’
360 εἶπε: καὶ ἡγεμόνευεν ἐς ἀγλαὰ θέσφατα τοίχου,
εἰσόκεν ἔδρακε χῶρον, ὅπῃ Βερόης περὶ πάτρης
θέσφατον ὀψιτέλεστον Ὀφιονίη γράφε τέχνη
ἐν πίνακι Κρονίῳ κεχαραγμένον οἴνοπι μίλτῳ:
‘πρωτοφανὴς Βερόη πέλε σύγχρονος ἥλικι κόσμῳ,
365 νύμφης ὀψιγόνοιο φερώνυμος, ἣν μετανάσται
υἱέες Αὐσονίων, ὑπατήια φέγγεα Ῥώμης,
Βηρυτὸν καλέσουσιν, ἐπεὶ Λιβάνῳ πέσε γείτων...’
τοῖον ἔπος δεδάηκε θεοπρόπον. ἀλλ᾽ ὅτε δαίμων
θέσκελον ἑβδομάτου πίνακος παρεμέτρεεν ἀρχήν,
370 δεύτερον ἐσκοπίαζεν, ὅπῃ παρὰ γείτονι τοίχῳ
ποικίλα παντοίης ἐχαράσσετο δαίδαλα τέχνης
μαντιπόλοις ἐπέεσσιν, ὅτι πρώτιστα νοήσει
Πὰν νόμιος σύριγγα, λύρην Ἑλικώνιος Ἑρμῆς,
δίθροον ἁβρὸς Ὕαγνις ἐυτρήτου μέλος αὐλοῦ,
375 Ὀρφεὺς μυστιπόλοιο θεηγόρα χεύματα μολπῆς,
καὶ Λίνος εὐεπίην Φοιβήιος, Ἀρκάς ἀλήτης
μέτρα δυωδεκάμηνα καὶ Π̓ελίοιο πορείην,
μητέρα τικτομένων ἐτέων τετράζυγι δίφρῳ,