by Nonnus
καὶ σοφὸς Ἐνδυμίων ἑτερότροπα δάκτυλα κάμψας
380 γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης
τριπλόα καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας
Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς,
θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ
συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.
385 καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης
πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων:
καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου
τοῖν ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ:
‘Σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
390 Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς
κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,
ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν
φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης:
πρὶν γὰρ ἀτασθαλίη πολιπόρθιος οὔ ποτε λήξει
395 εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη
γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν
ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.’
καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,
400 εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος: ἑζομένου δὲ
υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
γούνασι κουφίζουσα φίλον βάρος: ἀμφότερον δὲ
405 καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα: θελξινόου δὲ
ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν:
‘Ἐλπὶς ὅλου βιότοιο, παραίφασις ἀφρογενείης,
νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων:
410 ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης
δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
ἀχνυμένη: κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
415 τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,
ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος: ἀλλὰ τελέσσαι
ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω:
ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο... τιταίνων
420 θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ
πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
ἀμφοτέροις μακάρεσσιν: ἐγὼ δέ σοι ἄξια μόχθων
δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω:
δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
425 Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω
ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.’
BOOK 42
τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω
Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
ὣς φαμένη παρέπεισε: μεταχρονίῳ δὲ πεδίλῳ
θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
5 μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
ὡς δ᾽ ὁπότ᾽ ἀννεφέλοιο δι᾽ αἰθέρος ὀξὺς ὁδίτης
ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ:
10 ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,
ἠερόθεν ῥοίζησε: καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ
ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,
παρθενικῆς ὑπ᾽ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
15 διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.
τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,
ὅς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων
ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου
20 πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,
καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς
θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.
ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ
δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
25 βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
οἰστρήσας δ᾽ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
30 καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ
θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην:
Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας:
ἔφλεγε δ᾽, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
35 ἀμφοτέρους δ᾽ οἴστρησε: δι᾽ αἰθερίη�
� δὲ κελεύθου
κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,
τοῖον ἔπος βοόων φιλοκέρτομον: ‘ἀνέρας οἴνῳ
εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.’
40 καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων
ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης,
θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον: ἀρχομένων δὲ
ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς Ἐρώτων.
πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,
45 λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,
καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης:
οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν: ἱσταμένην γὰρ
παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.
καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων
50 ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων
αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ
μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ
φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.
καὶ Βερόης μετρηδὸν ἐπ᾽ ἴχνεσιν ἴχνος ἐρείδων,
55 οἷά περ ἀγνώσσων, περιδέδρομεν: ἐκ Λιβάνου δὲ
ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων ἐνοσίχθων
ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,
καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,
κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.
60 καὶ γλυκερῆς ἀκόρητος ἕσω Λιβανηίδος ὕλης
οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,
οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι.
τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης
μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος ἐννοσιγαίου;
καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ̣ἕρπων
χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην
παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ:
καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο, καὶ σφυρὰ κούρης
75 νισσομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,
κάλλος, ὅ περ φύσις εὗρε: καὶ οὐ ξανθόχροϊ κόσμῳ
χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου
ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,
οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ
80 μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς
κάλλος ἐὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ
πολλάκις ἰσάζουσα παρ᾽ ὀφρύσιν ἄκρα κομάων
πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.
ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ
85 ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,
καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου
ἁβρότεροι γεγάασιν, ὅτ᾽ ἀπλεκέες καὶ ἀλῆται
χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.
καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,
90 οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,
χείλεσι καρχαλέοισι: καθελκομένῳ δὲ καρήνῳ
κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη
χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,
ἄχρι κορεσσαμένη λίπε νάματα: χαζομένης δὲ
95 ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ
κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,
νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.
καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ
πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη:
100 ‘Ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες: οὐ δύναται γὰρ
σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο,
εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας
νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,
ἀλλ᾽ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν: ὑγροπόρου δὲ
105 μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,
ὅττι τόσοις ῥοθίοισι δι᾽ ὕδατος ὕδατα σύρων
οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.’
ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
110 καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων
εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην:
‘Παρθένε, δέχνυσο νέκταρ: ἔα φιλοπάρθενον ὕδωρ:
115 φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην
ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
ὅττι γυναιμανέων δολόεις πέλε: Θεσσαλίδος δὲ
Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους:
καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
120 ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.
ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.’
εἶπε θεός: μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
125 ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην
Εὔιος ἀγρευτῆρι πανείκελος: ἁβροκόμῳ δὲ
ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ
εἴκελος ἡβητῆρι, καὶ ἀκ�
�ινὲς ἀμφὶ προσώπῳ
ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς:
130 καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,
πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
εἰς πίτυν ὄμμα φέρων λελιημένον, ἄλλοτε πεύκην
ἢ πτελέην ἐδόκευε: φυλασσομένου δὲ προσώπου
ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,
135 μή μιν ἀλυσκάζειε μετάτροπος: ἠιθέῳ γὰρ
κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης
Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν Ἐρώτων.
καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,
ἀλλὰ φόβῳ πεπέδητο: φιλεύιε, πῇ σέο θύρσοι
140 ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτῃ
γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;
πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,
παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων:
γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων:
145 τοσσατίων δ᾽ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν,
καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,
δείδιε θηλυτέρην ἁπαλόχροον: ἐν δὲ κολώναις
θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων
φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν:
150 καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης
γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,
ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων:
ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ
εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.