by Nonnus
λάθριος εἰς Βερόην δεδοκημένος: ἱσταμένου δὲ
350 παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου
φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν.
καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων
αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,
καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
355 καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην
ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς
εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ:
καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,
καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
360 ὅττί μιν ἀνδράσιν εὗρε: φιλοστόργῳ δὲ μενοινῇ
θάρσος ἀναιδείῃ κεράσας ἀλλότριον αἰδοῦς
τοίην ποικιλόμυθον ὑποσσαίνων φάτο φωνήν:
‘Παρθένε, σὸν δι᾽ ἔρωτα καὶ οὐρανὸν οὐκέτι ναίω:
σῶν πατέρων σπήλυγγες ἀρείονές εἰσιν Ὀλύμπου.
365 πατρίδα σὴν φιλέω πλέον αἰθέρος: οὐ μενεαίνω
σκῆπτρα Διὸς γενετῆρος, ὅσον Βερόης ὑμεναίους:
ἀμβροσίης σέο κάλλος ὑπέρτερον: αἰθερίου δὲ
νέκταρος εὐόδμοιο τεοὶ πνείουσι χιτῶνες.
παρθένε, θάμβος ἔχω σέο μητέρα Κύπριν ἀκούων,
370 ὅττί σε κεστὸς ἔλειπεν ἀθελγέα: πῶς δὲ σὺ μούνη
σύγγονον εἶχες Ἔρωτα καὶ οὐ μάθες οἶστρον Ἐρώτων;
ἀλλ᾽ ἐρέεις γλαυκῶπιν ἀπειρήτην ὑμεναίων:
375 νόσφι γάμου βλάστησε καὶ οὐ γάμον οἶδεν Ἀθήνη:
οὔ σε τέκε γλαυκῶπις ἢ Ἄρτεμις. ἀλλὰ σύ, κούρη,
Κύπριδος αἷμα φέρουσα τί Κύπριδος ὄργια φεύγεις;
μὴ γένος αἰσχύνῃς μητρώιον: Ἀσσυρίου δὲ
εἰ ἐτεὸν χαρίεντος Ἀδώνιδος αἷμα κομίζεις,
ἁβρὰ τελεσσιγάμοιο διδάσκεο θεσμὰ τοκῆος,
καὶ Παφίης ζωστῆρι συνήλικι πείθεο κεστῷ,
380 καὶ γαμίων πεφύλαξο δυσάντεα μῆνιν Ἐρώτων:
νηλέες εἰσὶν Ἔρωτες, ὅτε χρέος, ὁππότε ποινὴν
ἀπρήκτου φιλότητος ἀπαιτίζουσι γυναῖκας:
οἶσθα γάρ, ὡς πυρόεσσαν ἀτιμήσασα Κυθήρην
μισθὸν ἀγηνορίης φιλοπάρθενος ὤπασε σύριγξ,
385 ὅττι φυτὸν γεγαυῖα νόθῃ δονακώδεϊ μορφῇ
ἔκφυγε Πανὸς ἔρωτα, πόθους δ᾽ ἔτι Πανὸς ἀείδει:
καὶ θυγάτηρ Λάδωνος, ἀειδομένου ποταμοῖο,
ἔργα γάμων στυγέουσα δέμας δενδρώσατο Νύμφη,
ἔμπνοα συρίζουσα, καὶ ὀμφήεντι κορύμβῳ
390 Φοίβου λέκτρα φυγοῦσα κόμην ἐστέψατο Φοίβου.
καὶ σὺ χόλον δασπλῆτα φυλάσσεο, μή σε χαλέψῃ
θερμὸς Ἔρως βαρύμηνις: ἀφειδήσασα δὲ μίτρης
διπλόον ἄμφεπε Βάκχον ὀπάονα καὶ παρακοίτην:
καὶ λίνα σοῖο τοκῆος Ἀδώνιδος αὐτὸς ἀείρων
395 λέκτρον ἐγὼ στορέσοιμι κασιγνήτης Ἀφροδίτης.
ποῖά σοι ἐννοσίγαιος ἐπάξια δῶρα κομίσσει;
ἦ ῥά σοι ἕδνα γάμοιο λελέξεται ἁλμυρὸν ὕδωρ,
καὶ στορέσει πνείοντα δυσώδεα πόντιον ὀδμὴν
δέρματα φωκάων, Ποσιδήια πέπλα θαλάσσης;
400 δέρματα φωκάων μὴ δέχνυσο: σεῖο δὲ παστῷ
βάκχας ἀμφιπόλους, Σατύρους θεράποντας ὀπάσσω:
δέξό μοι ἕδνα γάμοιο καὶ ἀμπελόεσσαν ὀπώρην:
εἰ δ᾽ ἐθέλεις δόρυ θοῦρον Ἀδώνιδος οἶά τε κούρη,
θύρσον ἔχεις ἐμὸν ἔγχος: ἔα γλωχῖνα τριαίνης.
405 φεῦγε, φίλη, κακὸν ἦχον ἀσιγήτοιο θαλάσσης,
φεῦγε δυσαντήτων Ποσιδήιον οἶστρον Ἐρώτων.
ἄλλῃ Ἀμυμώνῃ παρελέξατο κυανοχαίτης,
ἀλλὰ γυνὴ μετὰ λέκτρον ὁμώνυμος ἔπλετο πηγή:
καὶ Σκύλλῃ παρίαυε καὶ εἰναλίην θέτο πέτρην:
410 Ἀστερίην δ᾽ ἐδίωκε, καὶ ἔπλετο νῆσος ἐρήμη:
παρθενικὴν δ᾽ Εὔβοιαν ἐνερρίζωσε θαλάσσῃ.
οὗτος Ἀμυμώνην μνηστεύεται, ὄφρα καὶ αὐτὴν
λαϊνέην τελέσῃ μετὰ δέμνιον: οὗτος ὀπάσσει
ἕδνον ἑῶν θαλάμων ὀλίγον ῥόον ἢ βρύον ἅλμης
415 ἢ βυθίην τινὰ κόχλον. ἐγὼ δέ σοι εἵνεκα μορφῆς
ἵσταμαι ἀσχαλόων, τίνα σοι, τίνα δῶρα κομίσσω:
οὐ χατέει χρυσοῖο τέκος χρυσῆς Ἀφροδίτης.
ἀλλά σοι ἐξ Ἀλύβης κειμήλια πολλὰ κομίσσω:
ἄργυρον ἀργυρόπηχυς ἀναίνεται. εἰς σὲ κομίσσω
420 δῶρα διαστίλβοντα φεραυγέος Ἠριδανοῖο:
Ἡλιάδων δ᾽ ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ
λευκὸν ἐρευθιόωσα, βολαῖς δ᾽ ἀντίρροπος Ἠοῦς
εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν...
καὶ λίθον ἀστράπτοντα: τεοῦ χροὸς εἶδος ἐλέγχει
425 μάρμαρα τιμήεντα: μὴ εἴκελον αἴθοπι λύχνῳ
λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί:
μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου
σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.’
τοῖον ἔπος κατέλεξε: καὶ οὔατος ἔνδοθι κούρη
430 χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,
μὴ πάλιν ἄλλον Ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,
ἔργα γάμου στυγέουσα: ποθοβλήτῳ δὲ Λυαίῳ
μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν Ἐρώτων,
ἢ ὅτε θυμοβόροιο πόθο
υ λυσσώδεϊ κέντρῳ
435 ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες
καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ
διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.
ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ:
παρθενικῆς δ᾽ ἀπέμιμνεν: ἀμιτροχίτωνι δὲ κούρῃ
440 σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,
κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,
ἴκμια διψαλέοιο δι᾽ οὔρεος ἴχνια πάλλων,
παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,
ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ:
445 καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης
οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ...
εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην:
ὀξὺ δὲ λεπταλέοιο δι᾽ εἵματος οἷα κατόπτρῳ
450 ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο κούρης,
οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων
στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς
μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,
δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
455 παπταίνων ἀκόρητος ὅλον δέμας: οἰστρομανὴς δὲ
εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων ἐνοσίχθων
μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ
παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ:
‘ Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει:
460 οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου
οὔνομα καλλιτόκοιο φατίζεται: οὐκέτι μέλψω
Νάξον ἀειδομένην εὐπάρθενον: ἀλλὰ καὶ αὐτὴ
εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων:
οὐ Πάφος, οὐκέτι Λέσβος, Ἀμυμώνης δὲ τιθήνη
465 ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,
μούνην ἀμφιέπουσα μίαν Χάριν: ὁπλοτέρη γὰρ
τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.
παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις: οὐ σέο μήτηρ
ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη:
470 πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης:
σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρά τις εἴπῃ,
ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις ἐννοσιγαίου
πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου
Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.
475 οὔ σοι Βασσαρίδας μανιώπεας ἐγγυαλίξω,
οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σειληνὸν ὀπάσσω:
ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς
Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω:
δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην:
480 καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου
ὠκεανὸν κελάδοντα τεὸν θεράποντα καλέσσω:
σοὶ ποταμοὺς ξύμπαντας ὀπάονας ἕδνον ὀπάσσω.
εἰ δὲ καὶ ἀμφιπόλοις ἐπιτέρπεαι, εἰς σὲ κομίσσω
θυγατέρας Νηρῆος: ἀναινομένη δὲ γενέσθω
485 μαῖα Διωνύσοιο τεὴ θαλαμηπόλος Ἰνώ.’
ἔννεπε: χωομένην δὲ λιπών δυσπειθέα κούρην
ἠέρι μῦθον ἔειπε χέων ἀνεμώδεα φωνήν:
‘Μύρρης ὄλβιε κοῦρε, λαχὼν εὔπαιδα γενέθλην
τιμὴν μοῦνος ἔχεις διδυμάονα: μοῦνος ἀκούεις
490 καὶ γενέτης Βερόης καὶ νυμφίος ἀφρογενείης.’
τοῖα μὲν ἐννοσίγαιος ἱμάσσετο κέντορι κεστῷ:
πολλὰ δὲ δῶρα τίταινεν Ἀδώνιδι καὶ Κυθερείῃ,
κούρης ἕδνον ἔρωτος. ὁμοφλέκτῳ δὲ βελέμνῳ
ὄλβον ἄγων Διόνυσος, ὅσον παρὰ γείτονι Γάγγῃ
495 χρυσοφαεῖς ὠδῖνες ἐμαιώσαντο μετάλλων,
πολλὰ μάτην ἱκέτευε θαλασσαίην Ἀφροδίτην.
καὶ Παφίη δεδόνητο, πολυμνήστοιο δὲ κούρης
ἀμφοτέρους μνηστῆρας ἐδείδιεν: ἀμφοτέρων δὲ
ἰσοτύπων ὁρόωσα πόθον καὶ ζῆλον Ἐρώτων
500 Ἄρεϊ νυμφιδίῳ Βερόης κήρυξεν ἀγῶνα
καὶ γάμον αἰχμητῆρα καί ἱμερόεσσαν Ἐνυώ.
καί μιν ὅλην πυκάσασα γυναικείῳ τινὶ κόσμῳ
Κύπρις ἐπ᾽ ἀκροπόληος ἑῆς ἱδρύσατο πάτρης
παρθένον ἀμφήριστον ἀέθλιον ἁβρὸν Ἐρώτων:
505 ἀμφοτέροις δὲ θεοῖσι μίαν ξυνώσατο φωνήν:
‘Ἤθελον, εἰ δύο παῖδας ἐγὼ λάχον, ὄφρα συνάψω
τὴν μὲν ὀφειλομένην ἐνοσίχθονι, τὴν δὲ Λυαίῳ:
ἀλλ᾽ ἐπεὶ οὐ γενόμην διδυγητόκος, οὐδὲ κελεύει
θεσμὰ γάμων ἄχραντα μίαν ξυνήονα κούρην
510 ζεῦξαι διχθαδίοισιν ἀμοιβαίοις παρακοίταις,
ἀμφὶ μιῆς ἀλόχοιο μόθος νυμφοστόλος ἔστω:
οὐ γὰρ ἄτερ καμάτου Βερόης λέχος: ἀμφὶ δὲ νύμφης
ἄμφω ἀεθλεύσοιτε γάμου προκέλευθον ἀγῶνα:
ὅς δέ κε νικήσει, Βερόην ἀνάεδνον ἀγέσθω...
515 ἀμφοτέροις φίλος ὅρκος: ἐπεὶ περιδείδια κούρης
γείτονος ἀμφί πόληος, ὅπῃ πολιοῦχος ἀκούω,
πατρίδα μὴ Βερόης Βερόης διὰ κάλλος ὀλέσσω:
συνθεσίας πρὸ γάμοιο τελέσσατε, μὴ μετὰ χάρμην
πόντιος ἐννοσίγαιος ἀτεμβόμενος περὶ νίκης
520 γαῖαν ἀιστώσειεν ἑῆς γλωχῖνι τριαίνης,
μὴ κοτέων Διόνυσος Ἀμυμώνης περὶ λέκτρων
ἄστεος ἀμπελόεσσαν ἀμαλδύνειεν ἀλωήν.
εὐμενέες δὲ γένεσθε μετὰ κλόνον: ἀμφότεροι δὲ
φίλτρου ζῆλον ἔχοντες ὁμοφροσύνης ἐνὶ θεσμῷ
525 κάλλεϊ φαιδροτέρῳ κοσμήσατε πατρίδα νύμφης.’
ὣς φαμένης μνηστῆρες ἐπῄνεον: ἀμφοτέροις δὲ
ἔμπεδος ὅρκος ἔην Κρονίδης καὶ Γαῖα καὶ Αἰθὴρ
καὶ Στύγιαι ῥαθάμιγγες: ἐπιστώσαντο δὲ Μοῖραι
συνθεσίας: καὶ Δῆρις ἀέξετο πομπὸς Ἐρώτων
530 καὶ Κλόνος: ἀμφοτέρους δὲ γαμοστόλος ὥπλισε Πειθώ.
οὐρανόθεν δὲ μολόντες ὀπιπευτῆρες ἀγῶνος
σὺν Διὶ πάντες ἔμιμνον, ὅσοι ναετῆρες Ὀλύμπου,
μάρτυρες ὑσμίνης Λιβανηίδος ὑψόθι πέτρης.
ἔνθα φάνη μέγα σῆμα ποθοβλήτῳ Διονύσῳ:
535 κίρκος ἀελλήεις χαλάσας πτερὸν ἔγκυον αὔρης
βοσκομένην ἐδίωκε πελειάδα: τὴν δέ τις ἄφνω
ἐκ χθονὸς ἁρπάξας ἁλιαίετος εἰς βυθὸν ἔπτη,
φειδομένοις ὀνύχεσσι μετάρσιον ὄρνιν ἀείρων.
καί μιν ἰδὼν Διόνυσος ἀπέπτυεν ἐλπίδα νίκης:
540 ἔμπης δ᾽ εἰς μόθον ἦλθεν. ἐπ᾽ ἀμφοτέρων δὲ κυδοιμῷ
ὄμματι μειδιόωντι πατὴρ κεχάρητο Κρονίων,
δῆριν ἀδελφειοῖο καὶ υἱέος ὕψι δοκεύων.
BOOK 43
Δίζεο τεσσαρακοστὸν ἔτι τρίτον, ὁππόθι μέλπω
Ἄρεα κυματόεντα καἰ ἀμπελόεσσαν Ἐνυώ.
ὣς ὁ μὲν ἐγρεκύδοιμος Ἄρης, ὀχετηγὸς Ἐρώτων,
νυμφιδίης ἀλάλαζε μάχης θαλαμηπόλον ἠχώ,