Works of Nonnus

Home > Other > Works of Nonnus > Page 157
Works of Nonnus Page 157

by Nonnus


  ταρβαλέοι. καὶ Βάκχος ὁμοίιος ἀσπιδιώτῃ

  240 ἄζυγα ταῦρον ἔχων ἐδράξατο χειρὶ κεραίης,

  ὡς θεράπων Πενθῆος ἀπειλείων Διονύσῳ

  ψευδομένῳ κερόεντι, καὶ ὡς κοτέοντι προσώπῳ

  Πενθέος ἐγγὺς ἵκανε μεμηνότος, ἑζομένου δὲ

  λυσσαλέου βασιλῆος ἀγήνορα κόμπον ἀθύρων

  245 φρικαλέην ἀγέλαστος ἐπίκλοπον ἴαχε φωνήν:

  ‘Οὗτος ἀνήρ, σκηπτοῦχε, τεὴν οἴστρησεν Ἀγαύην:

  οὗτος ἀνὴρ ἐθέλει βασιληίδα Πενθέος ἕδρην:

  ἀλλὰ λαβὼν κερόεντα δολόφρονα Βάκχον ἀλήτην

  δῆσον ἀλυκτοπέδῃσι τεῶν μνηστῆρα θοώκων,

  250 καὶ κεφαλήν πεφύλαξο βοοκραίρου Διονύσου,

  μή σε λαβὼν πλήξειε τανυγλώχινι κεραίῃ.’

  ὣς φαμένου Βρομίοιο κατάσχετος ἔμφρονι λύσσῃ

  μῦθον ἀπειλητῆρα θεημάχος ἴαχε Πενθεύς:

  ‘Δήσατε, δήσατε τοῦτον, ἐμῶν συλήτορα θώκων:

  255 οὗτος ἐμοῖς σκήπτροισι κορύσσεται, οὗτος ἱκάνει

  Καδμείην ἐθέλων Σεμέλης πατρώιον ἕδρην.

  καλὸν ἐμοὶ Διόνυσον, ὄν ἤροσε λάθριος εὐνή,

  ἀνδροφυῆ τινα ταῦρον ἔχειν ξυνήονα τιμῆς,

  βουκεράῳ νόθον εἶδος ἐπαυγάζοντα μετώπῳ,

  260 ὅν μετὰ Πασιφάην Σεμέλη τάχα γείνατο ταύρῳ,

  βοσκομένῳ κερόεντι συναπτομένη παρακοίτη.’

  εἶπε καὶ ἀγραύλοιο πόδας ταύροιο πιέζων

  σφίγξεν ἀλυκτοπέδῃσι λαβὼν δέ μιν ἀντὶ Λυαίου

  ἤγαγεν ἱππείης πεπεδημένον ἐγγύθι φάτνης,

  265 ὡς Σεμέλης θρασὺν υἷα καί τινα ταῦρον ἐέργων

  Βασσαρίδων δὲ φάλαγγα περίπλοκον ἅμματι χειρῶν

  δέσμιον εὐρώεντι κατεσφρήγισσε μελάθρῳ,

  εἰς γλαφυρόν τινα κοῖλον ἀτερπέος οἶκον ἀνάγκης,

  Κιμμερίων μίμημα δυσέκβατον, ἄμμορον Ἠοῦς,

  270 ἀμφιπόλους Βρομίου θιασώδεας, ὥν ὑπὸ δεσμῷ

  θλιβομέναις παλάμῃσιν ἐμιτρώθησαν ἱμάντες,

  χαλκείη δὲ πόδεσσιν ἐπεσφρηγίζετο σειρή.

  ἀλλὰ ταχυστροφάλιγγος ὅτε δρόμος ἦλθε χορείης,

  μαινάδες ὠρχήσαντο: θυελλήεσσα δὲ Βάκχη

  275 ἄστατα δινηθεῖσα ποδῶν βητάρμονι παλμῷ

  ἀρραγέων ἀνέκοπτε παλίλλυτον ὁλκόν ἱμάντων,

  καὶ παλάμαις κροτάλιζεν ἐλεύθερον Εὔιον ἠχὼ

  εὐρύθμοις πατάγοισιν: ὑπὸ στροφάλιγγι δὲ ταρσῶν

  χαλκοβαρὴς σφριγόωσα ποδῶν ἐσχίζετο σειρή.

  280 καὶ δόμον ἀχλυόεντα θεόσσυτος ἔστεφεν αἴγλη

  Βασσαρίδων ζοφεροῖο καταστάζουσα μελάθρου:

  καὶ σκοτίου πυλεῶνες ἀνεπτύσσοντο βερέθρου

  αὐτόματοι: τρομερῷ δὲ τεθηπότες ἅλματι ταρσῶν

  Βασσαρίδων βρύχημα καὶ ἄγριον ἀφρὸν ὀδόντων

  285 εἰς φόβον ἠπείγοντο φυλάκτορες. αἱ δὲ φυγοῦσαι

  νόστιμον ἴχνος ἔκαμψαν ἐρημάδος εἰς ῥάχιν ὕλης,

  ὧν ἡ μὲν βοέην ἀγέλην δαιτρεύσατο θύρσῳ

  ῥινοτόρῳ, καὶ χεῖρας ἑὰς ἐμιήνατο λύθρῳ

  ταυρείην ὀνύχεσσι διασχίζουσα καλύπτρην

  290 τρηχαλέην, ἑτέρη δὲ δαφοινήεντι κορύμβῳ

  εἰροπόκων ἄρρηκτα διέτμαγε πώεα μήλων,

  ἄλλη δ᾽ αἶγας ἔπεφνεν: ἐφοινίσσοντο δὲ λύθρου

  αἱμαλέαις λιβάδεσσι δαϊζομένης ἀπὸ ποίμνης.

  ἄλλη δὲ τριέτηρον ἀφαρπάξασα τοκῆος

  295 ἄτρομον ἀστυφέλικτον ἀδέσμιον ὑψόθεν ὤμων

  ἵστατο κουφίζουσα μεμηλότα παῖδα θυέλλαις,

  ἑζόμενον γελόωντα καὶ οὐ πίπτοντα κονίῃ:

  καί γλάγος ᾔτεε κοῦρος, ἑὴν ἄτε μητέρα, Βάκχην,

  στήθεα δ᾽ ἀμφαφάασκεν: ἀνυμφεύτοιο δὲ κούρης

  300 αὐτομάτην γλαγόεσσαν ἀνέβλυον ἰκμάδα μαζοί.

  παιδὶ δὲ πειναλέῳ λασίους πετάσασα χιτῶνας

  χείλεσι νηπιάχοισι νεόρρυτον ὤρεγε θηλήν,

  παρθενικὴ δ᾽ ἐκόρεσσεν ἀήθεϊ κοῦρον ἐέρσῃ:

  πολλαὶ δ᾽ ἀρτιτόκοιο μετοχλισθέντα τεκούσης

  305 τέκνα δασυστέρνοιο τιθηνήσαντο λεαίνης.

  ἄλλη δίψιον οὖδας ἐπέκτυπεν ὀξέι θύρσῳ

  ἄκρον ὄρος πλήξασα νεοσχιδές: αὐτοτελῆ δὲ

  οἶνον ἐρευγομένη κραναὴ πορφύρετο πέτρη,

  λειβομένου δὲ γάλακτος ἀρασσομένης ἀπὸ πέτρης

  310 πίδακες αὐτοχύτοισιν ἐλευκαίνοντο ῥεέθροις.

  ἄλλη ῥῖψε δράκοντα κατὰ δρυός: ἀμφί δὲ δένδρῳ

  σπεῖραν ὄφις κύκλωσε, καὶ ἔπλετο κισσὸς ἀλήτης

  πρέμνον ἑλισσομένῳ σκολιῷ μιτρούμενος ὁλκῷ,

  ἀμφελελιζομένων μιμούμενος ἄμμα δρακόντων.

  315 καὶ Σάτυρος πεφόρητο σεσηρότα θῆρα κομίζων

  τίγριν ἀπειλητῆρα καθήμενον ὑψόθι νώτου,

  ἄγριον ἦθος ἔχοντα καὶ οὐ ψαύοντα φορῆος:

  καὶ συὸς ἄκρα γένεια γέρων Σειληνὸς ἐρύσσας

  κάρχαρον ἠκόντιζεν ἐς ἠέρα κάπρον ἀθύρων:

  320 ἄλλος ἀελλήεντι ποδῶν ἐπιβήτορι παλμῷ

  εἰς λοφιὴν ἀκίχητος ἐπῃώρητο καμήλου:

  καί τις ὑπὲρ νώτοιο θορὼν ἐποχήσατο ταύρῳ.

  καὶ τὰ μὲν ἐν σκοπέλοισι: λυροδμήτῳ δ᾽ ἐνί Θήβῃ

  θαύματα ποικίλα Βάκχος ἐδείκνυε πᾶσι πολίταις:

  325 καὶ σφαλεροῖσι πόδεσσιν ἐβακχεύοντο γυναῖκες ...
/>   χείλεσιν ἀφροκόμοισιν: ὅλη δ᾽ ἐλελίζετο Θήβη,

  καὶ φλογεροὺς σπινθῆρας ἀπηκόντιζον ἀγυιαί:

  σείετο πάντα θέμεθλα, καὶ ὡς βοέων ἀπὸ λαιμῶν

  ἀκλινέες πυλεῶνες ἐμυκήσαντο μελάθρων:

  330 καὶ δόμος ἀστυφέλικτος ἀναβρομέεσκε κυδοιμῷ

  λαϊνέῃ σάλπιγγι χέων αὐτόσσυτον ἠχώ.

  οὐδὲ χόλου Διόνυσος ἐπαύσατο: δαιμονίην δὲ

  φθογγὴν ἠερόφοιτον ἐς ἑπταπόρων ἴτυν ἄστρων,

  λυσσήεις ἅτε ταῦρος, ἑῷ μυκήσατο λαιμῷ:

  335 καὶ κλονέων Πενθῆα μεμηνότα μάρτυρι πυρσῷ

  μαρμαρυγῆς ἔπλησεν ὅλον δόμον: ἀμφί δὲ τοίχους

  ἀντιπόρους σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ

  δαιομένῳ σπινθῆρι κατάσσυτον, ἀμφὶ δὲ πέπλοις

  πορφυρέοις καὶ στέρνον ἁλιχλαίνου βασιλῆος

  340 πυρσὸς ἕλιξ πεφόρητο, καί οὐκ ἔφλεξε χιτῶνας:

  κεκριμέναις δ᾽ ἀκτῖσιν ἀποσπάδες ἅλματι θερμῷ

  ἐκ ποδὸς εἰς μέσα νῶτα, δι᾽ ἰξύος εἰς ῥάχιν ἄκρην

  Πενθέος ἀμφὶ τένοντα μετήλυδες ἔτρεχον αὐγαί:

  πολλάκι δ᾽ αὐτοπόροιο πυρὸς βητάρμονι παλμῷ

  345 γηγενέος βασιλῆος ἐυστρώτων ἐπὶ λέκτρων

  ἀφλεγέας σπινθῆρας ἀπέπτυε θέσκελος αἴγλη.

  καί σέλας αὐτοέλικτον ἰδὼν βρυχήσατο Πενθεύς,

  κέκλετο δὲ δμώεσσιν ἄγειν ἀλκτήριον ὕδωρ,

  ὄφρα κατασβέσσωσιν ἀναπτομένην φλόγα πυρσοῦ

  350 δῶμα περιρραίνοντες ἀλεξικάκοισι ῥεέθροις:

  καὶ γλαφυρῶν γυάλων ἐφάνη γυμνούμενον ὕδωρ,

  καί, μεγάλη περ ἐοῦσα, ῥόον τερσαίνετο πηγὴ

  ἄγγεσι νηρίθμοισιν ἀφυσσομένου ποταμοῖο.

  καὶ πόνος ἀχρήιστος ἔην καὶ ἐτώσιον ὕδωρ.

  355 καὶ διεραῖς λιβάδεσσιν ἀέξετο βαλλόμενον πῦρ

  θερμοτέραις ἀκτῖσι: καὶ ὡς πολίων ἀπὸ ταύρων

  μυκηθμοῦ κελάδοντος ὑπωροφίη πέλεν ἠχώ,

  βροντᾶς δ̔ ἐνδομύχοισιν ἐπέκτυπε Πενθέος αὐλή.

  BOOK 46

  ἕκτον τεσσαρακοστὸν ἴδε πλέον, ἧχι νοήσεις

  Πενθέος ἄκρα κάρηνα καὶ ὠλεσίτεκνον Ἀγαύην.

  ἀλλ᾽ ὅτε δὴ γίνωσκεν ἄναξ θρασύς, ὅττι λυθέντος

  αὐτομάτου δεσμοῖο σιδηροφόρων ἀπὸ χειρῶν

  μαινάδες ἐσσεύοντο μετήλυδες εἰς ῥάχιν ὕλης,

  καὶ δόλον ἀλλοπρόσαλλον ἀθηήτου Διονύσου,

  5 ἄστατος ὑβριστῆρι χόλῳ κυμαίνετο Πενθεύς:

  καί μιν ἰδὼν παρεόντα παλίνδρομον ἠθάδι κισσῷ

  βόστρυχα μιτρωθέντα, καὶ ἄπλοκον ὑψόθεν ὤμων

  μηκεδανῆς ὁρόων κεχαλασμένον ὁλκὸν ἐθείρης,

  τοῖον ἀπερροίβδησεν ἔπος λυσσώδεϊ λαιμῷ:

  10 ‘Ἡδὺς ὁ Τειρεσίαν ἀπατήλιον εἰς ἐμέ πέμπων:

  οὐ δύναται σέο μάντις ἐμὸν νόον ἠπεροπεύειν:

  ἄλλοις ἔννεπε ταῦτα. θεὰ πόθεν υἱέι Ῥείη

  οὐ Διὶ μαζὸν ὄρεξε, καὶ ἔτρεφεν υἷα Θυώνης;

  εἴρεο Δικταίης κορυθαιόλον ἄντρον ἐρίπνης,

  εἴρεο καὶ Κορύβαντας, ὅπῃ ποτὲ κοῦρος ἀθύρων

  μαζὸν Ἀμαλθείης κουροτρόφον αἰγὸς ἀμέλγων

  15 Ζεὺς μένος ἠέξησε, καὶ οὐ γλάγος ἔσπασε Ῥείης.

  ἤθεα σῆς δολίης ἀπεμάξαο καὶ σὺ τεκούσης:

  ψευδομένην Σεμέλην Κρονίδης ἔφλεξε κεραυνῷ:

  20 ἅζεο, μὴ Κρονίδης μετὰ μητέρα καὶ σὲ δαμάσσῃ.

  βάρβαρον οὐ μεθέπω καὶ ἐγὼ γένος: ἀρχέγονος δὲ

  Ἰσμηνός με φύτευσε, καὶ οὐ τέκεν ὑγρὸς Ὑδάσπης:

  Δηριάδην οὐκ οἶδα καὶ οὐ Λυκόοργος ἀκούω.

  ἀλλὰ σὺν ὑμετέροις Σατύροις καὶ θυιάσι Βάκχαις

  25 Δίρκης λεῖπε ῥέεθρα, καί, ἢν ἐθέλῃς, σέο θύρσῳ

  κτεῖνε παρ᾽ Ἀσσυρίοισι νεώτερον ἄλλον Ὀρόντην.

  οὐ σὺ γένος Κρονίωνος Ὀλύμπιον: ὀλλυμένης γὰρ

  ἀστεροπαὶ βοόωσιν ὀνείδεα σεῖο τεκούσης,

  καὶ κρυφίων λεχέων ἐπιμάρτυρές εἰσι κεραυνοί.

  30 οὐ Δανάην μετὰ λέκτρα κατέφλεγεν ὑέτιος Ζεύς,

  καὶ γνωτὴν ἀδόνητον ἐμοῦ Κάδμοιο κομίζων

  Εὐρώπην ἐφύλαξε, καὶ οὐκ ἔκρυψε θαλάσσῃ.

  οἶδα μέν, ὡς ἀλόχευτον ἔτι βρέφος αἰθερίη φλὸξ

  ὤλεσεν αἰθομένης μετὰ μητέρος, ἡμιτελῆ δὲ

  35 λῦσε νόθην ὠδῖνα μαραινομένου τοκετοῖο:

  εἰ δέ μιν οὐκ ἐδάμασσεν, ὅτι χθονίων ὑμεναίων

  κρυπταδίης φιλότητος ἀναίτιός ἐσσι τεκούσης,

  πείθομαι, ὡς ἐνέπεις, ἀέκων δέ σε παῖδα καλέσσω

  Ζηνὸς ἐπουρανίοιο, καὶ οὐ φλεχθέντα κεραυνῷ.

  40 καὶ σύ με τοῦτο δίδαξον ἀληθέι μάρτυρι μύθῳ:

  Ζεὺς γενέτης πότε Φοῖβον ἢ Ἄρεα γείνατο μηρῷ;

  εἰ Διὸς ἔλλαχες αἷμα, μετέρχεο κύκλον Ὀλύμπου

  αἰθέρα ναιετάων, λίπε Πενθέι πατρίδα Θήβην.

  ὤφελες ἅρμενον ἄλλον ἀμεμφέα μῦθον ἐνίψαι

  45 ψεύδεϊ κερδαλέῳ κεράσας θελξίφρονα Πειθώ,

  ὅττί σε παιδοτόκῳ Κρονίδης τέκεν ἠθάδι κόρσῃ:

  οὐ τάχα τόσσον ἄπιστον ἔην ἔπος, ὅττι καὶ αὐτὸν

  Βάκχον ἀνυμφεύτῳ μετὰ Παλλάδα τίκτε καρήνῳ.

  ἤθελον, εἰ γένος ἔσχες Ὀλύμπιον, αἴθε Κρονίων

  50 ὑψιμέδων σε φύτευσεν, ὅπως Διὸς αἷμα διώκων

  νικήσω Διόν
υσον, Ἐχίονος υἱὸς ἀκούων.’

  ὣς φαμένου νεμέσιζε θεὸς καὶ ἀμείβετο μύθῳ,

  κρύπτων δαιμονίης ὑποκάρδιον ὄγκον ἀπειλῆς:

  ‘Βάρβαρα θεσμὰ φέρουσαν ἐπολβίζω χθόνα Κελτῶν,

  55 ἧχι νέων βρεφέων καθαρὴν ὠδῖνα δικάζων

  Ῥῆνος ἀσημάντοιο θεμιστοπόλος τοκετοῖο

  αἵματος ἀγνώστοιο νόθον γένος οἶδεν ἐλέγξαι.

  οὐ μὲν ἐγὼ Ῥήνοιο φατιζομένου ποταμοῖο

  χεύμασιν οὐτιδανοῖσι δικάζομαι, ἀλλὰ ῥεέθρων

  60 πιστότεροι κήρυκες ἐμοὶ γεγάασι κεραυνοί:

  κρείσσονα μαρτυρίην στεροπῆς μὴ δίζεο, Πενθεῦ:

  ὕδατι μὲν Γαλάτης, σὺ δὲ πείθεο μάρτυρι πυρσῷ.

  οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου:

  δῶμα Διωνύσοιο πέλει πατρώιος αἰθήρ:

  65 καὶ χθονός εἰ κρίσις ἦεν ἢ ἀστερόεντος Ὀλύμπου,

  εἰπέ μοι εἰρομένῳ, τίνα φέρτερον αὐτὸς ἐνίψῃς,

  οὐρανὸν ἑπτάζωνον ἢ ἑπταπύλου χθόνα Θήβης;

  οὐ χατέω Πενθῆος ἐπιχθονίοιο μελάθρου.

  μοῦνον ἐμῆς κύδαινε μελισταγὲς ἄνθος ὀπώρης:

  70 μὴ ποτὸν ἀμπελόεντος ἀτιμήσῃς Διονύσου.

  Ἰνδοφόνῳ Βρομίῳ μὴ μάρναο, θηλυτέρῃ δέ,

  εἰ δύνασαι, πολέμιζε μιῇ ῥηξήνορι Βάκχῃ.

  σοὶ τάχα καλὸν ἔθεντο προμάντιες οὔνομα Μοῖραι

  ὑμετέρου θανάτοιο προάγγελον: αἰνοπαθῆ δὲ

  75 οὐ νέμεσις Πενθῆα πεδοτρεφέος γενετῆρος

  γηγενὲς αἷμα φέροντα φέρειν μίμημα Γιγάντων,

  οὐ νέμεσις καὶ Βάκχον Ὀλύμπιον αἷμα γενέθλης

 

‹ Prev