by Nonnus
πάντες ἐβακχεύθησαν ἀμερσινόῳ φρένας οἴνῳ:
ὄμματα δ᾽ ἐπλάζοντο, φιλακρήτοις δὲ κυπέλλοις
ἄργυφα πορφύροντο παρήια, γειοπόνων δὲ
110 στήθεα θερμαίνοντο, ποτῷ δ᾽ ἐβαρύνετο κόρση,
καὶ φλέβες οἰδαίνοντος ἐκυμαίνοντο καρήνου:
τοῖσι δὲ δερκομένοισιν ἐσείετο κόλπος ἀρούρης
καὶ δρύες ὠρχήσαντο καὶ ἐσκίρτησαν ἐρίπναι:
καὶ σφαλεραῖς λιβάδεσσιν ἀήθεος ἔμπλεος οἴνου
115 ὕπτιος αὐτοκύλιστος ἐπὶ χθόνα κάππεσεν ἀνήρ.
καὶ χορὸς ἀγρονόμων φονίῳ δεδονημένος οἴστρῳ
τλήμονος Ἰκαρίοιο κατέτρεχε θυιάδι λύσσῃ,
οἶά τε φαρμακόεντα κερασσαμένου δόλον οἴνου,
ὃς μὲν ἔχων βουπλῆγα σιδήρεον, ὃς δὲ μακέλλῃ
120 θωρήξας ἕο χεῖρας, ὁ δὲ σταχυητόμον ἅρπην
κουφίζων, ἕτερος δὲ λίθον περίμετρον ἀείρων,
ἄλλος ἀνεπτοίητο καλαύροπα χειρὶ τιταίνων,
γηραλέον πλήσσοντες: ἑλὼν δέ τις ἐγγὺς ἱμάσθλην
Ἰκαρίου τέτρηνε δέμας ταμεσίχροϊ κέντρῳ.
125 καὶ μογέων χθονὶ πῖπτε γέρων φυτοεργὸς ἀλωεὺς
τυπτόμενος ῥοπάλοισιν, ἐπισκαίρων δὲ τραπέζῃ
τύψε μέθης κρητῆρα, καὶ αἴθοπος εἰς χύσιν οἴνου
ἡμιθανὴς κεκύλιστο: βαρυνομένου δὲ καρήνου
ἀγρονόμων πληγῇσιν ἀμοιβαίῃσι τυπέντος
130 αἱμαλέη φοίνιξεν ὁμόχροον οἶνον ἐέρση.
καὶ μόγις ἐκ στομάτων ἔπος ἴαχεν Ἄιδι γείτων:
‘ Οἶνος ἐμοῦ Βρομίου, βροτέης ἄμπαυμα μερίμνης,
ὁ γλυκὺς εἰς ἐμὲ μοῦνον ἀμείλιχος: εὐφροσύνην γὰρ
ἀνδράσι πᾶσιν ὄπασσε, καὶ Ἰκαρίῳ πόρε πότμον:
135 ὁ γλυκὺς Ἠριγόνῃ πολεμήιος: ἡμετέρην γὰρ
νηπενθὴς Διόνυσος ἐθήκατο πενθάδα κούρην.’
οὔ πω μῦθος ἔληγε: μόρος δέ οἱ ἔφθασε φωνήν.
καὶ νέκυς αὐτόθι κεῖτο, σαόφρονος ἔκτοθι κούρης,
ὄμμασι πεπταμένοισιν. ἐν ἀστρώτῳ δὲ χαμευνῇ
140 νήδυμον ὕπνον ἴαυον ὑπὲρ δαπέδοιο φονῆες
οἰνοβαρεῖς, νεκύεσσιν ἐοικότες: ἐγρόμενοι δέ,
ὃν κτάνον ἀγνώσσοντες, ἀνέστενον: ὑψόθι δ᾽ ὤμων
νεκρὸν ἐλαφρίζοντες ἀνήγαγον εἰς ῥάχιν ὕλης
ἔμφρονα θυμὸν ἔχοντες, ἐν εὐύδρῳ δὲ ῥεέθρῳ
145 ὠτειλὰς ἐκάθηραν ὀρεσσιχύτῳ παρὰ πηγῇ:
καὶ νέκυν ἀρτιδάικτον, ὃν ἔκτανον ἄφρονι λύσσῃ,
ἀνδροφόνοις παλάμῃσιν ἐτυμβεύσαντο φονῆες.
ψυχὴ δ᾽ Ἰκαρίοιο πανείκελος ἔσσυτο καπνῷ
εἰς δόμον Ἠριγόνης: βροτέῃ δ᾽ ἰσάζετο μορφῇ
150 κοῦφον ὀνειρείης σκιερῆς εἴδωλον ὀπωπῆς,
ἀνδρὶ νεουτήτῳ πανομοίιος, εἶχε δὲ δειλὴ
στικτὸν ἀσημάντοιο φόνου κήρυκα χιτῶνα,
αἵματι φοινίσσοντα καὶ αὐχμώοντα κονίῃ,
ῥωγαλέον πληγῇσιν ἀμοιβαίοιο σιδήρου.
155 καὶ παλάμας ὤρεξε: νεοσφαγέων δὲ δοκεύειν
ὠτειλὰς μελέων ἐπεδείκνυε γείτονι κούρῃ.
παρθενικὴ δ᾽ ὀλόλυξε φιλοθρήνοις ἐν ὀνείροις,
ὡς ἴδεν ἕλκεα τόσσα καρήατος, ὡς ἴδε δειλὴ
λύθρον ἐρευθομένοιο νεόρρυτον ἀνθερεῶνος:
160 καὶ σκιόεις γενέτης ἔπος ἔννεπε πενθάδι κούρῃ:
‘ Ἔγρεο, δειλαίη, καὶ δίζεο σεῖο τοκῆα:
ἔγρεο, καὶ μεθύοντας ἐμοὺς μάστευε φονῆας:
εἰμὶ τεὸς γενέτης βαρυώδυνος, ὃν χάριν οἴνου
ἀγρονόμοι δασπλῆτες ἐδηλήσαντο σιδήρῳ.
165 ὦ τέκος, ὀλβίζω σε: σὺ γὰρ κταμένοιο τοκῆος
οὐ καναχὴν ἤκουσας ἀρασσομένοιο καρήνου,
οὐ πολιὴν ἐνόησας ἐρευθομένην ὑπὸ λύθρῳ,
οὐ νέκυν ἀρτιδάικτον ἐπισπαίροντα κονίῃ,
πατροφόνους κορύνας οὐκ ἔδρακες: ἀλλά σε δαίμων
170 ἔκτοθι πατρὸς ἔρυκε, τεὴν δ᾽ ἐφύλαξεν ὀπωπήν,
μὴ μόρον ἀθρήσειε δαϊζομένου γενετῆρος.
αἵματι πορφύροντας ἐμοὺς σκοπίαζε χιτῶνας:
χθιζὰ γὰρ οἰνωθέντες ἀμοιβαίοισι κυπέλλοις
ἀγρονόμοι βλύζοντες ἀήθεος ἰκμάδα Βάκχου
175 ἀμφ᾽ ἐμὲ κυκλώσαντο: δαϊζόμενος δὲ σιδήρῳ
μηλονόμους ἐκάλεσσα, καὶ οὐκ ἤκουσαν ἰωήν:
μούνη δ᾽ ὑστερόφωνος ἐμὸν κτύπον ἔκλυεν Ἠχὼ
θρήνοις ἀντιτύποισι τεὸν στενάχουσα τοκῆα.
οὐκέτι κουφίζουσα καλαύροπα μεσσόθεν ὕλης
180 εἰς νομὸν ἀνθεμόεντα καὶ εἰς λειμῶνας ἱκάνεις,
σὴν ἀγέλην βόσκουσα σὺν ἀγραύλῳ παρακοίτῃ:
οὐκέτι δενδροκόμοιο τεῆς ψαύουσα μακέλλης
κῆπον ἐς εὐώδινα φέρεις ἀμαρήιον ὕδωρ:
ἀλλὰ μελιρραθάμιγγος ἐμῆς ἀκόρητος ὀπώρης
185 κλαῖε τεὸν γενέτην με δεδουπότα: καί σε νοήσω
ὀρφανικὴν ζώουσαν ἀπειρήτην ὑμεναίων.’
ὣς φαμένη πτερόεσσα παρέδραμεν ὄψις ὀνείρου.
κούρη δ᾽ ἐγρομένη ῥοδέας ἤμυξε παρειάς,
πενθαλέοις δ᾽ ὀνύχεσσιν ἀκαμπέας ἔξεσε μαζούς,
190 καὶ δολιχῆς προθέλυμνον ἀνέσπασε βότρυν ἐθείρης:
καὶ βόας ἀθρήσασα παρισταμένους ἔτι πέτρῃ
παρθένος ἀχνυμένη κινυρῇ βρυχήσατο φωνῇ:
‘Πῇ νέ�
�υς Ἰκαρίοιο, φίλαι φθέγξασθε κολῶναι:
πότμον ἐμοῦ γενετῆρος ἐθήμονες εἴπατε ταῦροι:
195 πατρὸς ἐμοῦ κταμένοιο τίνες γεγάασι φονῆες;
πῇ μοι ἐμὸς γενέτης γλυκὺς οἴχεται; ἦ ῥα διδάσκων
γείτονα καλλιφύτοιο νέους ὅρπηκας ὀπώρης
πλάζεται ἀγρονόμοισι παρήμενος, ἤ τινι βούτῃ
δενδροκόμῳ παρέμιμνε συνέστιος εἰλαπινάζων;
200 εἴπατε μυρομένῃ, καὶ τλήσομαι, εἰσόκεν ἔλθῃ.
εἰ μὲν ἔτι ζώει γενέτης ἐμός, ἔρνεα κήπου
ἀρδεύσω παλίνορσος ἅμα ζώουσα τοκῆι:
εἰ δὲ πατὴρ τέθνηκε καὶ οὐκέτι δένδρα φυτεύει,
ἀθρήσω μόρον ἶσον ἐπὶ φθιμένῳ γενετῆρι.’
205 ὣς φαμένη ταχύγουνος ἀνέδραμεν εἰς ῥάχιν ὕλης,
ἴχνια μαστεύουσα νεοσφαγέος γενετῆρος.
οὐ δέ οἱ εἰρομένῃ θρασὺς αἰπόλος, οὐ παρὰ λόχμαις
παρθένον οἰκτείρων ἀγεληκόμος ἔννεπε βούτης
ἴχνιον ἀστήρικτον ἀκηρύκτοιο τοκῆος,
210 οὐ νέκυν Ἰκαρίοιο γέρων ἐπεδείκνυε ποιμήν:
ἀλλὰ μάτην ἀλάλητο: μόγις δέ μιν εὗρεν ἀλωεὺς
καὶ κινυροῖς στομάτεσσι δυσάγγελον ἴαχε φωνήν,
καὶ τάφον ἐγγὺς ἔδειξε νεοδμήτοιο τοκῆος.
παρθενικὴ δ᾽ ἀίουσα σαόφρονι μαίνετο λύσσῃ:
215 καὶ πλοκάμους τίλλουσα φίλῳ παρακάτθετο τύμβῳ
παρθένος ἀκρήδεμνος ἀσάμβαλος, αὐτοχύτοις δὲ
δάκρυσιν ἀενάοισι λελουμένον εἶχε χιτῶνα.
χείλεσι δ᾽ ἀφθόγγοισιν ἐπεσφρηγίσσατο σιγὴν
εἰς χρόνον: Ἠριγόνῃ δὲ κύων ὁμόφοιτος ἐχέφρων
220 κνυζηθμῷ γοόωντι συνέστιχε πενθάδι κούρῃ,
καί οἱ ὀδυρομένῃ συνοδύρετο. μαινομένη δὲ
εἰς φυτὸν ὑψικάρηνον ἀνέδραμεν: ἀμφὶ δὲ δένδρῳ
ἀγχονίῳ σφίγξασα περίπλοκον αὐχένα δεσμῷ
αὐτοφόνῳ στροφάλιγγι μετάρσιος ὤλετο κούρη,
ἀμφοτέρους δονέουσα πόδας βητάρμονι παλμῷ:
225 καὶ θάνε, καὶ μόρον εἶχεν ἑκούσιον: ἀμφὶ δὲ κούρην
πυκνὰ κύων δεδόνητο, καὶ ἴαχε πένθιμον ἠχὼ
ὄμμασι θηρείοισι νοήμονα δάκρυα λείβων.
οὐδὲ κύων ἀφύλακτον ἐρημάδα κάλλιπε κούρην,
230 ἀλλὰ φυτῷ παρέμιμνεν ἐπήλυδα θῆρα διώκων,
πόρδαλιν ἠὲ λέοντα: παρερχομένοισι δ᾽ ὁδίταις
νεύμασιν ἀφθόγγοις ἐπεδείκνυεν ἄζυγα κούρην
δεσμοῖς ἀγχονίοισι περίπλοκον ὑψόθι δένδρου.
οἱ δέ μιν οἰκτείροντες ἀνήιον εἰς φυτὸν ὕλης
235 ἴχνεσιν ἀκροτάτοισιν, ἀπ᾽ εὐπετάλων δὲ κορύμβων
παρθενικὴν ἀδμῆτα κατήγαγον: ἀγχιφανῆ δὲ
γαῖαν ἐκοιλαίνοντο πεδοσκαφέεσσι μακέλλαις.
τοῖς ἅμα καὶ πεπόνητο κύων πινυτόφρονι θυμῷ,
πενθαλέῳ δ᾽ ἐβάθυνε πέδον τεχνήμονι ταρσῷ,
240 θηγαλέοις ὀνύχεσσι χυτῆς χθονὸς ἄκρα χαράσσων.
καὶ νέκυν ἀρτιδάικτον ἐπεκτερέιξαν ὁδῖται:
καὶ ξυνῆς μεθέπων ὑποκάρδιον ὄγκον ἀνίης
εἰς ἑὸν ἔργον ἕκαστος ἀνέδραμεν ὀξέι ταρσῷ:
αὐτὰρ ὁ μοῦνος ἔμιμνε κύων παρὰ γείτονι τύμβῳ
245 Ἠριγόνης ὑπ᾽ ἔρωτι, θελήμονι δ᾽ ὤλολε πότμῳ.
Ζεὺς δὲ πατὴρ ἐλέαιρεν: ἐν ἀστερόεντι δὲ κύκλῳ
Ἠριγόνην στήριξε Λεοντείῳ παρὰ νώτῳ:
παρθενικὴ δ᾽ ἄγραυλος ἔχει στάχυν: οὐ γὰρ ἀείρειν
ἤθελεν οἴνοπα βότρυν ἑοῦ γενέταο φονῆα.
250 Ἰκάριον δὲ γέροντα συνήλυδα γείτονι κούρῃ
εἰς πόλον ἀστερόφοιτον ἄγων ὀνόμηνε Βοώτην
φαιδρόν, Ἁμαξαίης ἐπαφώμενον Ἀρκάδος Ἄρκτου:
καὶ Κύνα μαρμαίροντα καταΐσσοντα Λαγωοῦ
ἔμπυρον ἄστρον ἔθηκεν, ὅπῃ περὶ κύκλον Ὀλύμπου
255 ποντιὰς ἀστερόεντι τύπῳ ναυτίλλεται Ἀργώ.
καὶ τὰ μὲν ἔπλασε μῦθος Ἀχαιικὸς ἠθάδα πειθὼ
ψεύδεϊ συγκεράσας: τὸ δ᾽ ἐτήτυμον, ὑψιμέδων Ζεὺς
ψυχὴν Ἠριγόνης σταχυώδεος ἀστέρι Κούρης
οὐρανίης ἐπένειμεν ὁμόζυγον, αἰθερίου δὲ
260 ἄγχι Κυνὸς κύνα θῆκεν ὁμοίιον εἴδεϊ μορφῆς,
Σείριον, ὃν καλέουσιν ὀπωρινόν, Ἰκαρίου δὲ
ψυχὴν ἠερόφοιτον ἐπεξύνωσε Βοώτῃ.
καὶ τὰ μὲν οἰνοφύτῳ Κρονίδης πόρεν Ἀτθίδι γαίῃ,
ἓν γέρας ἐντύνων καὶ Παλλάδι καὶ Διονύσῳ.
265 Ἰλισσοῦ δὲ ῥέεθρα μελίρρυτα Βάκχος ἐάσας
ἁβρὸς ἐς ἀμπελόεσσαν ἐκώμασεν ἄντυγα Νάξου:
ἀμφὶ δέ μιν πτερὰ πάλλεν Ἔρως θρασύς, ἐρχομένου δὲ
μελλογάμου Κυθέρεια προηγεμόνευε Λυαίου.
ἄρτι γὰρ ὑπνώουσαν ἐπ᾽ αἰγιαλοῖσιν ἐάσας
270 παρθενικὴν λιπόπατριν ἀμείλιχος ἔπλεε Θησεύς,
συνθεσίας δ᾽ ἀνέμοισιν ἐπέτρεπεν. ὑπναλέην δὲ
ἀθρήσας Διόνυσος ἐρημαίην Ἀριάδνην
θαύματι μῖξεν ἔρωτα: χοροπλεκέεσσι δὲ Βάκχαις
γλώσσῃ θαμβαλέῃ πεφυλαγμένον ἔννεπε μῦθον:
275 ‘Βασσαρίδες, μὴ ῥόπτρα τινάξατε, μὴ κτύπος ἔστω
ἢ ποδὸς ἢ σύριγγος: ἐάσατε Κύπριν ἰαύειν:
ἀλλ᾽ οὐ κεστὸν ἔχει σημάντορα Κυπρογενείης.
πείθομαι, ὡς δολόεντι Χάρις νυμφεύεται Ὕπνῳ:
<
br /> ἀλλ᾽ ἐπεὶ ὄρθρος ἔλαμψε καὶ ἐγγύθι φαίνεται Ἠώς,
280 Πασιθέην εὕδουσαν ἐγείρατε: τίς παρὰ Νάξῳ,
τίς Χάριν ἐχλαίνωσεν ἀνείμονα; μὴ πέλεν Ἥβη;
ἀλλὰ δέπας μακάρων τίνι κάλλιπε; μῆ παρὰ πόντῳ
κέκλιται αἰγλήεσσα βοῶν ἐλάτειρα Σελήνη;
καὶ πόθεν Ἐνδυμίωνος ἐθήμονος ἐκτός ἰαύει;
285 μὴ Θέτιν ἀργυρόπεζαν ἐπ᾽ αἰγιαλοῖσι δοκεύω;
ἀλλ᾽ οὐ γυμνὸν ἔχει ῥοδόεν δέμας. εἰ θέμις εἰπεῖν,
Ναξιὰς ἰοχέαιρα πόνων ἀμπαύεται ἄγρης,
θηροφόνους ἱδρῶτας ἀποσμήξασα θαλάσσῃ:
τίκτει γὰρ γλυκὺν ὕπνον ἀεὶ πόνος: ἀλλ᾽ ἐνὶ λόχμῃ
290 Ἄρτεμιν ἑλκεχίτωνα τίς ἔδρακε; μίμνετε, Βάκχαι.
στῆθι, Μάρων: μῆ δεῦρο χορεύσατε: λῆγε λιγαίνων,
Πὰν φίλε, μὴ σκεδάσειας ἑώιον ὕπνον Ἀθήνης:
καὶ τίνι Παλλὰς ἔλειπεν ἑὸν δόρυ; καὶ τίς ἀείρει
χαλκείην τρυφάλειαν ἢ αἰγίδα Τριτογενείης;’
295 τοῖα μέν ἔννεπε Βάκχος: ἀπὸ ψαμάθοιο δέ δειλὴ
ὕπνον ἀποσκεδάσασα δυσίμερος ἔγρετο κούρη,
καὶ στόλον οὐκ ἐνόησε καἰ οὐ πόσιν ἠπεροπῆα:
ἀλλὰ σὺν ἀλκυόνεσσι Κυδωνιὰς ἔστενε νύμφη
ἠιόνας μεθέπουσα, βαρύβρομον ἕδνον Ἐρώτων:
300 ἠίθεον δ᾽ ὀνόμηνεν: ἐμαίνετο δ᾽ ἐγγύθι πόντου
ὁλκάδα διζομένη: φθονερῷ δ᾽ ἐπεμήνιεν ὕπνῳ,
καὶ Παφίης πολὺ μᾶλλον ἐμέμφετο μητρὶ θαλάσσῃ:
καὶ Βορέην ἱκέτευε, καὶ ὅρκιον εἶπεν ἀήτην,
ὅρκιον Ὠρείθυιαν, ὅπως πάλιν εἰς χθόνα Νάξου