by Nonnus
160 οὐτιδανῇ παλάμῃ νικώμενος: ἱμερόεν δὲ
φάρμακον ἔσχεν ἔρωτος, ἐνὶ γλυκερῇ δὲ κονίῃ
κουφίζων ἐρόεις ἐπὶ νηδύι φόρτον Ἐρώτων
ὕπτιος αὐτὸς ἔμιμνε, καὶ οὐκ ἀπεσείσατο κούρην.
ἀλλά μιν ἐσφήκωσε πόθου φρενοθελγέι δεσμῷ.
165 ἡ δὲ ταχυστροφάλιγγι ποδῶν νωμήτορι παλμῷ
ἴχνιον ᾐώρησεν, ἐρωμανέος δὲ Λυαίου
ἄρσενα λύσατο χεῖρα: θεὸς δ᾽ ὑπ᾽ ὀλίζονι ῥιπῇ
γυῖα μεταστρέψας ῥοδέην ἐτανύσσατο κούρην
ἐν δαπέδῳ στορέσας: καὶ ἐπὶ χθονὶ κέκλιτο κούρη
170 χεῖρας ἐφαπλώσασα: τιταινομένης δ᾽ ἐπὶ πέζῃ
εὐπαλάμῳ σφήκωσεν ὁμόζυγον αὐχένα δεσμῷ.
Ὠκυτέροις δὲ πόδεσσι πατὴρ κατὰ μέσσον ὀρούσας
ἀθλεύειν ἐθέλουσαν ἑὴν ἀνεσείρασε κούρην,
καὶ γαμίην ἀνέκοψεν ἀεθλοσύνην ὑμεναίων
175 νίκην ἱμερόεσσαν ἐπιτρέψας Διονύσῳ,
μή μιν ἀποκτείνειεν ἔχων ἀστεμφέι δεσμῷ.
καὶ Διὸς αἰνήσαντος ἀεθλοφόρον μετὰ νίκην
γνωτὸν Ἔρως ἔστεψε γάμων πομπῆι κορύμβῳ
ἱμερτὴν τελέσαντα παλαισμοσύνην ὑμεναίων.
180 καὶ πέλε τοῖος ἄεθλος ὁμοίιος, ὡς ὅτε κούρην
χρυσοφαῆ προπάροιθε γαμήλια δῶρα κυλίνδων
Ἱππομένης νίκησεν ἐπειγομένην Ἀταλάντην.
ἀλλ᾽ ὅτε νυμφοκόμοιο πάλης ἐτέλεσσεν ἀγῶνα
Βάκχος, ἔτι στάζων γαμίους ἱδρῶτας ἀέθλων
185 Σιθόνα μὲν πρήνιξε τετυμμένον ὀξέι θύρσῳ,
μνηστήρων ὀλετῆρα, κυλινδομένου δὲ κονίῃ
κούρῃ θύρσον ἔδωκε μιαιφόνον ἕδνον Ἐρώτων.
καὶ γάμος ἦν πολύυμνος: ἀσιγήτῳ δ᾽ ἐνὶ παστῷ
Σειληνοὶ κελάδησαν, ἐπωρχήσαντο δὲ Βάκχαι,
190 καὶ Σάτυροι μεθύοντες ἀνέπλεκον ὕμνον Ἐρώτων
συζυγίην μέλποντες ἀεθλοφόρων ὑμεναίων.
Νηρεΐδων δὲ φάλαγγες ὑπὸ σφυρὰ γείτονος ἰσθμοῦ
νυμφιδίῃ Διόνυσον ἐμιτρώσαντο χορείῃ,
καὶ μέλος ἐφθέγξαντο, παρὰ Θρήικι δὲ πόντῳ
195 ξεινοδόκος Βρομίοιο γέρων ὠρχήσατο Νηρεύς,
καὶ γαμίῃ Γαλάτεια περισκαίρουσα θαλάσσῃ
Παλλήνην ἐλίγαινε συναπτομένην Διονύσῳ,
καὶ Θέτις ἐσκίρτησε, καὶ εἰ πέλε νῆις Ἐρώτων,
καὶ γαμίην ἔστεψεν ἁλιζώνου ῥάχιν ἰσθμοῦ
200 Παλλήνης ὑμέναιον ἀνευάζων Μελικέρτης:
καί τις Ἁμαδρυάδων φλογερῇ παρὰ γείτονι Λήμνῳ
νυμφιδίην Θρήισσαν Ἀθωιὰς ἥψατο πεύκην.
καὶ φιλίοις ὀάροισι παρηγορέων ἕο νύμφην
μυρομένην γενετῆρα φιλεύιος εἶπεν ἀκοίτης:
205 ‘ Παρθένε, μὴ στενάχιζε τεὸν δυσέρωτα τοκῆα:
παρθένε, μὴ στενάχιζε τεῆς μνηστῆρα κορείης:
τίς γενέτης ἔσπειρε καὶ εἰς γάμον ἤγαγε κούρην;
σὸν κενεὸν λίπε πένθος, ὅτι κταμένοιο τοκῆος,
Σιθόνος ὑμετέροιο, Δίκη γελόωσα χορεύει,
210 χερσὶ δὲ παρθενίῃσι γαμήλιον ἁψαμένη πῦρ,
ἡ γάμον ἀγνώσσουσα, τεὸν γάμον εἰσέτι μέλπει,
Οἰνόμαον πάλιν ἄλλον ὀπιπεύουσα θανόντα:
Οἰνόμαος μὲν ὄλωλε, καταφθιμένου δὲ τοκῆος
τέρπεται Ἱπποδάμεια δὺν ἀρτιγάμῳ παρακοίτῃ.
215 καὶ σὺ τεοῦ γενέταο πόθους ῥίψασα θυέλλαις
τέρπεο βοτρυόεντι συναπτομένη παρακοίτῃ,
μῶμον ἀλευομένη πατρώιον: οὕ σε διδάξω
Σιθόνος ἐχθρὸν ἔρωτα καὶ ἀμβολίην ὑμεναίων,
ὃς φονίῃ παλάμῃ γαμβροκτόνον ἔγχος ἀείρων
220 γηραλέην σε τέλεσσεν, ἀπειρήτην Ἀφροδίτης,
συζυγίην δ᾽ ἐκέδασσεν ἀνυμφεύτων σέο λέκτρων.
μνηστήρων σκοπίαζε σεσηπότα λείψανα νεκρῶν,
οὓς Παφίη κόσμησε καὶ ἔκτανε θοῦρις Ἐρινύς:
ἠνίδε κεῖνα κάρηνα θαλύσια σεῖο μελάθρων,
225 λύθρον ἔτι στάζοντα κακοξείνων ὑμεναίων.
Σιθόνος οὐ μεθέπεις χθόνιον γένος: οὐράνιος δὲ
πείθομαι ὥς σε λόχευσε τεὸς Θρηίκιος Ἄρης,
πείθομαι, ὡς Κυθέρεια τεὴν ὤδινε γενέθλην:
καὶ σὺ τεῶν διδύμων ἀπεμάξαο θεσμὰ τοκήων,
230 Ἄρεος ἦθος ἔχουσα καὶ ἀγλαΐνη Ἀφροδίτης:
πείθομαι, ὥς σε φύτευσεν ἅναξ ἐναγώνιος Ἑρμῆς
ἁβρὰ τελεσσιγάμοιο μολὼν ἐπὶ δέμνια Πειθοῦς,
καί σε παλαισμοσύνην ἐδιδάξατο πομπὸν Ἐρώτων.’
εἶπε παρηγορέων ἀχέων παιήονι μύθῳ,
235 μυρομένης δ᾽ εὔνησεν ἐπήρατα δάκρυα κούρης.
καὶ γαμίης δήθυνεν ἐπὶ χρόνον ἐγγύθι νύμφης
τερπόμενος φιλότητι νεοζυγέων ὑμεναίων.
Παλλήνης δὲ μέλαθρα λιπὼν καὶ Θρῇκα Βορῆα
Ῥείης εἰς δόμον ἦλθεν, ὅπῃ Φρυγίῃ παρὰ πέζῃ
240 δαίμονος εὐώδινος ἕσαν Κυβεληίδες αὐλαί.
ἐνθάδε θηρεύουσα παρὰ σφυρὰ Δίνδυμα πέτρης
Ῥυνδακὶς οὐρεσίφοιτος ἀέξετο παρθένος Αὔρη,
εἰσέτι νῆις Ἔρωτος, ὁμόδρομος ἰοχεαίρης,
ἀπτολέμων φεύγουσα νοήματα παρθενικάων,
245 Ἄρτεμις ὁπλοτέρη Ληλαντιάς, ἥν ποτε Τιτὴν
νυμφεύσας Περίβοιαν ἀπόσπορον Ὠκεανοῖο
πρεσβυγενὴς Λήλαντος ἀελλόπον ἤροσε κού
ρην,
κούρην ἀντιάνειραν, ἀπειρήτην Ἀφροδίτης.
ἡ μὲν ἀνεβλάστησεν ὑπέρτερος ἥλικος ἥβης,
250 ἱμερτὴ ῥοδόπηχυς, ἀεὶ χαίρουσα κολώναις:
πολλάκι δ᾽ ἀγρώσσουσα κατέτρεχε λυσσάδος ἄρκτου,
καὶ δόρυ θοῦρον ἔπεμπε καταιχμάζουσα λεαίνης,
οὐ κεμάδας κτείνουσα καὶ οὐ βάλλουσα λαγωούς:
ἀλλὰ δαφοινήεσσαν ἐλαφρίζουσα φαρέτρην
255 ὠμοβόρων τόξευεν ὀρίδρομα φῦλα λεόντων
θηροφόνοις βελέεσσιν: ἐπωνυμίῃ δὲ καὶ ἔργῳ
ὀξύτατον δρόμον εἶχεν ὀρειάσι σύνδρομος αὔραις.
καί ποτε διψαλέοιο πυραυγέι καύματος ὥρῃ
παρθένος ὑπνώουσα πόνων ἀμπαύετο θήρης:
260 καὶ δέμας ἁπλώσασα Κυβηλίδος ὑψόθι ποίης
κρᾶτα παρακλίνασα σαόφρονος ἔρνεϊ δάφνης
εὗδε μεσημβρίζουσα, καὶ ἐσσομένων ὑμεναίων
ἱμερτήν ἐνόησε προμάντιος ὄψιν ὀνείρου,
ὅττι θεός πυρόεις τανύσας βέλος αἴθοπι νευρῇ
265 θοῦρος Ἔρως τόξευε λαγωβόλος ἔνδοθι λόχμης,
οὐτιδανοῖς βελέεσσιν ὀιστεύων στίχα θηρῶν:
παιδὶ δὲ θηρεύοντι συνέμπορος υἱέι Μύρρης
Κύπρις ἔην γελόωσα: καὶ ἵστατο παρθένος Αὔρη,
Ἀρτέμιδος μετὰ τόξον ἀήθεος ὑψόθεν ὤμου
270 ἀγρευτῆρος Ἔρωτος ἐλαφρίζουσα φαρέτρην:
αὐτὰρ ὁ θῆρας ἔπεφνεν, ἕως ἐκορέσσατο νευρῆς
βάλλων πορδαλίων βλοσυρὸν στόμα καὶ γένυν ἄρκτου,
ζωγρήσας δὲ λέαιναν ἑῷ πανθελγέι κεστῷ
θῆρα πιεζομένην φιλοπαίγμονι δεῖξε τεκούσῃ:
275 παρθενικὴ δ᾽ ἐδόκησε κατὰ κνέφας, ὅττι καὶ αὐτήν
πῆχυν ἐπικλίνουσαν Ἀδώνιδι καὶ Κυθερείῃ
μάργος Ἔρως ἐρέθιζεν, ὑπογνάμπτων Ἀφροδίτῃ
ληιδίης, γόνυ δοῦλον ὑπερφιάλοιο λεαίνης,
τοῖον ἔπος βοόων: ‘στεφανηφόρε μῆτερ Ἐρώτων,
280 αὐχένα σοι κλίνουσαν ἄγω φιλοπάρθενον Αὔρην:
ἀλλά, ποθοβλήτοιο χορίτιδες Ὀρχομενοῖο,
στέψατε κεστόν ἱμάντα γαμοστόλον, ὅττι μενοινήν
τοσσατίην νίκησεν ἀνικήτοιο λεαίνης.’
τοῖον ἔπος μαντῷον ὀρεστιάς ἔδρακεν Αὔρη:
285 οὐδὲ μάτην πρὸς Ἔρωτας ἔην ὄναρ, ὅττι καί αὐτοὶ
εἰς λίνον ἄνδρα φέρουσι καὶ ἀγρώσσουσι γυναῖκα.
κούρη δ᾽ ἐγρομένη πινυτόφρονι μαίνετο δάφνῃ,
καὶ Παφίῃ καὶ Ἔρωτι μαχέσσατο, καὶ πλέον Ὕπνῳ
χώσατο τολμήεντι, καὶ ἠπείλησεν Ὀνείρῳ,
290 καὶ πετάλοις νεμέσιζε καὶ ἀφθόγγῳ φάτο φωνῇ:
‘Δάφνη, τί κλονέεις με; τί Κύπριδι καὶ σέο δένδρῳ;
ἀασάμην εὕδοβσα τεοὺς ὑπὸ γείτονας ὄζους
σὸν φυτόν ἐλπομένη φιλοπάρθενον, ὑμετέρης δὲ
295 φήμης οὐκ ἐτύχησα καὶ ἐλπίδος: ὣς ἄρα, Δάφνη,
σὸν δέμας ἀλλάξασα τεὸν νόον εὗρες ἀμεῖψαι;
μὴ γαμίῃ μετὰ πότμον ὑποδρήσσεις Ἀφροδίτῃ;
οὐ πινυτῆς τόδε δένδρον, ἀπ᾽ ἀρτιγάμοιο δὲ νύμφης;
οὐ νέμεσις παρὰ μύρτον ὀνείρατα ταῦτα νοῆσαι,
μαχλάδος οὗτος ὄνειρος ἐπάξιος: ἦ ῥά σε Πειθώ,
300 ἦ ῥά σε χειρὶ φύτευσε τεὸς δαφναῖος Ἀπόλλων;’
εἶπεν ὁμοῦ κοτέουσα φυτῷ καὶ Ἔρωτι καὶ Ὕπνῳ.
καί ποτε θηρεύουσα κατ᾽ οὔρεα δεσπότις ἄγρης
καύματος αἰθαλόεντος ἱμασσομένη χρόα πυρσῷ
Αρτεμις ἔντυε δίφρον, ὅπως ἅμα Νηίσι Νύμφαις
305 θερμὸν ὀρεσσιχύτοισι δέμας ψύξειε λοετροῖς,
ἡνίκα μέσσον ἔην φλογερὸν θέρος, ἡνίκα πάλλων
καρχαλέης πυρόεντα μεσημβρινὸν ἦχον ἱμάσθλης
ἠέλιος σελάγιζε λεοντείων ἐπὶ νώτων.
καὶ κεμάδας ζυγίοισι συνεκλήισσε λεπάδνοις
310 Αρτεμις οὐρεσίφοιτος: ἐπεμβαίνουσα δέ δίφρου
λάζετο καὶ μάστιγα καὶ ἡνία παρθένος Αὔρη,
καὶ κεραὴν ἤλαυνε θυελλήεσσαν ἀπήνην.
ἀενάου δέ θύγατρες ἀνάμπυκες Ὠκεανοῖο
δμωίδες ἐρρώοντο συνήλυδες ἰοχεαίρῃ,
315 ὦν ἡ μέν ταχύγουνος ἔην προκέλευθος ἀνάσσης,
ἄλλη δ᾽ ἰσοκέλευθος ἀναστείλασα χιτῶνα
ἐγγὺς ἔην, ἑτέρη δὲ τανυκνήμιδος ἀπήνης
ἁπτομένη πείρινθος ὁμόδρομον εἶχε πορείην.
καὶ σέλας ἰοχέαιρα διαυγάζουσα προσώπου
320 ἀμφιπόλων ἤστραψεν ὑπέρτερος, ὡς ὅτε δίφρῳ
αἰθερίῳ πέμπουσα φιλαγρύπνων φλόγα πυρσῶν
ἀννεφέλους ἀκτῖνας ὀιστεύουσα Σελήνη
πλησιφαὴς ἀνέτειλε πυριτρεφέων μέσον, ἄστρων,
οὐρανίην στίχα πᾶσαν ἀμαλδύνουσα προσώπῳ:
325 τῇ σέλας ἶσον ἔχουσα διέτρεχεν Ἄρτεμις ὕλην,
εἰσόκε χῶρον ἵκανεν, ὅπῃ κελάδοντι ῥεέθρῳ
Σαγγαρίου ποταμοῖο Διιπετὲς ἕλκεται ὕδωρ.
αὔρη δ᾽ ἀμφιέλισσαν ἑὴν ἀνέκοψεν,
καὶ κεμάδας χρυσέοισιν ἀνακρούουσα χαλινοῖς
330 ἀμφὶ ῥοὰς ἔστησε φεραυγέα δίφρον ἀνάσσης:
καὶ θεός ἐκ δίφροιο κατέδραμεν: ἐκ δέ οἱ ὤμων
τόξα μὲν Οὖπις ἔδεκτο, καὶ ἰοδόκην Ἑκαέργη,
Ὠκεανοῦ δέ θύγατρες ἐύπλοκα δίκτυα θήρης:
καὶ κύνας... ἐνδρομίδας δὲ ποδῶν ἀνελύ�
�ατο Λοξώ.
335 ἡ δὲ μεσημβρίζουσα σέβας φιλοπάρθενον αἰδοῦς
ἐν προχοαῖς ἐφύλαξε, διερπύζουσα ῥοάων
ἴχνεσι φειδομένοισι, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
ἀκροβαφῆ κατὰ βαιὸν ἀναστείλασα χιτῶνα,
ἀμφιπερισφίγγουσα πόδας διδυμάονι μηρῷ
340 κρυπτόμενον μετρηδὸν ὅλον δέμας ἔκλυσε κούρη.
λοξὰ δέ παπταίνουσα δι᾽ ὕδατος εὔσκοπος Αὔρη
τολμηροῖς βλεφάροισιν ἀναιδήτοιο προσώπου
ἁγνὸν ἀθηήτοιο δέμας διεμέτρεε κούρης,
θέσκελον εἰσορόωσα σαόφρονος εἶδος ἀνάσσης:
345 καὶ πόδας ἁπλώσασα τιταινομένων παλαμάων
δαίμονι νηχομένῃ συνενήχετο παρθένος Αὔρη.
ἡμιφανὴς δ᾽ ἀτέλεστος ἔσω ποταμηίδος ὄχθης
ἰκμαλέας ῥαθάμιγγας ἀποσμήξασα κομάων...
Ἄρτεμις ἀγροτέρη: σχεδόθεν δέ οἱ ἀγρότις Αὔρη
350 μαζοὺς ἀμφαφόωσα θεημάχον ἴαχε φωνήν:
‘Ἄρτεμι, μοῦνον ἔχεις φιλοπάρθενον οὔνομα κούρης,
ὅττι διὰ στέρνων κεχαλασμένον ἄντυγα θηλῆς
θῆλυν ἔχεις Παφίης, οὐκ ἄρσενα μαζὸν Ἀθήνης,
καὶ ῥοδέους σπινθῆρας ὀιστεύουσι παρειαί:
355 ἀλλὰ δέμας μεθέπουσα ποθοβλήτοιο θεαίνης
καὶ σὺ γάμων βασίλευε σὺν ἁβροκόμῳ Κυθερείῃ,
δεξαμένη θαλάμοις τινὰ νυμφίον: ἢν δ᾽ ἐθελήσῃς,
Ἑρμείῃ παρίαυε καί Ἄρεϊ, λεῖψον Ἀθήνην:
ἤν δ᾽ ἐθέλῃς, ἀνάειρε βέλος καὶ τόξον Ἐρώτων,
360 εἰ μεθέπεις θρασὺν οἶστρον ὀιστοκόμοιο φαρέτρης.
ἱλήκοι τεὸν εἶδος: ἐγὼ σέο μᾶλλον ἀρείων: