Works of Nonnus

Home > Other > Works of Nonnus > Page 167
Works of Nonnus Page 167

by Nonnus


  νυμφεύθης ἀέκουσα, καὶ οὐ τεὸν οἶδας ἀκοίτην:

  οὐ δύνασαι κρύπτειν κρύφιον γάμον: οἰδαλέοι γὰρ

  σὸν πόσιν ἀγγέλλουσι νεογλαγέες σέο μαζοί.

  765 εἰπὲ δέ μοι, βαρύυπνε, συοκτόνε, παρθένε, νύμφη,

  πῶς μεθέπεις χλοάουσαν ἐρευθαλέην σέο μορφήν;

  τίς σέο λέκτρα μίηνε; τίς ἥρπασε σεῖο κορείην;

  ξανθαὶ Νηιάδες, μὴ κρύψατε νυμφίον Αὔρης.

  οἶδα, γύναι βαρύφορτε, τεὸν λαθραῖον ἀκοίτην:

  770 σὸς γάμος οὕ με λέληθε, καὶ εἰ κρύπτειν μενεαίνεις,

  σὸς πόσις οὔ με λέληθε: βαρυνομένη δέμας ὕπνῳ

  εὐνέτις ἀστυφέλικτος ἐνυμφεύθης Διονύσῳ.

  ἀλλὰ τεὸν λίπε τόξον: ἀναινομένη δὲ φαρέτρην

  ὄργια μυστιπόλευε γυναιμανέος σέο βάκχου,

  775 τύμπανα χειρὶ φέρουσα καὶ εὐκεράων θρόον αὐλῶν.

  πρὸς δὲ τεῆς λίτομαί σε τελεσσιγάμοιο χαμεύνης,

  ποῖά σοι ὤπασεν ἕδνα τεὸς Διόνυσος ἀκοίτης;

  μή σοι νεβρίδα δῶκε, τεῆς αὐτάγγελον εὐνῆς;

  μή σοι χάλκεα ῥόπτρα τεῶν πόρε παίγνια παίδων;

  780 πείθομαι, ὡς πόρε θύρσον, ἀκοντιστῆρα λεόντων:

  καὶ τάχα κύμβαλα δῶκε, τά περ δονέουσι τιθῆναι

  φάρμακα νηπιάχοισι φιλοθρήνων ὀδυνάων.’

  ἔννεπε κερτομέουσα: καὶ ἔμπαλιν ᾤχετο δαίμων,

  θῆρας ὀιστεύουσα τὸ δεύτερον, ἀχνυμένη δὲ

  785 ἠερίοις ἀνέμοισιν ἑὰς μεθέηκε μερίμνας.

  κούρη δ᾽ οὐρεσίφοιτος ἀμάρτυρος ὑψόθι πέτρης

  ὀξὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο

  φρικαλέον βρύχημα λεχωίδος εἶχε λεαίνης:

  πέτραι δ᾽ ἀντιάχησαν: ἐρισμαράγοιο δὲ κούρης

  790 φθόγγου ἀμειβομένη μυκήσατο δύσθροος Ἠχώ.

  καὶ παλάμας, ἅτε πῶμα, περισφίγξασα λοχείῃ

  κλεῖε θοὴν ὠδῖνα πεπαινομένου τοκετοῖο,

  καὶ τόκον ἀρτιτέλεστον ἐρήτυεν: ἐχθομένην γὰρ

  Ἄρτεμιν οὐ μενέαινεν ἐπ᾽ ὠδίνεσσι καλέσσαι:

  795 Ἡραίας δὲ θύγατρας ἀναίνετο, μή ποτε Βάκχου

  μητρυιῆς ἅτε παῖδες ἐπιβρίσωσι λοχείῃ.

  κούρη δ᾽ ἀσχαλόωσα κατηφέα ῥῆξεν ἰωήν,

  νυσσομένη κέντροισιν ἀπειρώδινος ἀνάγκης:

  ‘Οὕτως ἰοχέαιραν ἴδω καὶ θοῦριν Ἀθήνην,

  800 οὕτως ἀμφοτέρας ἐγκύμονας ὄφρα νοήσω:

  Ἄρτεμιν ὠδίνουσαν ἐλέγξατε, μαιάδες Ὧραι,

  μαρτυρίῃ τοκετοῖο, καὶ εἴπατε Τριτογενείῃ:

  ῾παρθενικὴ γλαυκῶπι, νεητόκε μῆτερ ἀμήτωρ.᾿

  οὕτω ξυνὰ παθοῦσαν ἴδω φιλοπάρθενον Ἠχὼ

  805 Πανὶ παρευνηθεῖσαν ἢ ἀρχεκάκῳ Διονύσῳ.

  Ἄρτεμι, καὶ σὺ τεκοῦσα παραίφασις ἔσσεαι Αὔρης,

  θῆλυ γάλα στάζουσα λεχώιον ἄρσενι μαζῷ.’

  εἶπεν ὀδυρομένη βαρυώδυνα κέντρα λοχείης.

  καὶ τόκον ἰοχέαιρα κατέσχεθε, παιδοτόκῳ δὲ

  810 νύμφῃ μόχθον ὄπασσεν ἐρυκομένου τοκετοῖο.

  καὶ τελετῆς Νίκαια κυβερνήτειρα Λυαίου

  μόχθον ὀπιπεύουσα καὶ αἴσχεα λυσσάδος Αὔρης

  τοίην κρυπταδίην οἰκτίρμονα ῥήξατο φωνήν:

  ‘Αὔρη ξυνὰ παθοῦσα, κινύρεο καὶ σὺ κορείην:

  815 γαστρὶ δὲ φόρτον ἔχουσα δυηπαθέος τοκετοῖο

  τέτλαθί μοι μετὰ λέκτρον ἔχειν καὶ κέντρα λοχείης,

  τέτλαθι καὶ βρεφέεσσιν ἀήθεα μαζὸν ὀρέξαι.

  καὶ σὺ πόθεν πίες οἶνον, ἐμῆς συλήτορα μίτρης;

  καὶ σὺ πόθεν πίες οἶνον, ἕως πέλες ἔγκυος, Αὔρη;

  820 καὶ σὺ πάθες, φυγόδεμνε, τά περ πάθον: ἀλλὰ καὶ αὐτὴ

  μέμφεο νυμφοκόμων ἀπατήλιον ὕπνον Ἐρώτων.

  εἷς δόλος ἀμφοτέραις γάμον ἥρμοσεν, εἶς πόσις Αὔρης

  παρθενικὴν Νίκαιαν ἐθήκατο μητέρα παίδων:

  οὐκέτι τόξον ἔχω θηροκτόνον, οὐκέτι νευρήν,

  825 ὡς πάρος, αὖ ἐρύω καὶ ἐγὼ βέλος: εἰμὶ δὲ δειλὴ

  ἱστοπόνος θήλεια, καὶ οὐκέτι θοῦρις Ἀμαζών.’

  ἔννεπεν οἰκτείρουσα τελεσσιγόνου πόνον Αὔρης,

  οἷά τε πειρηθεῖσα τόκου μογεροῖο καὶ αὐτή.

  Λητῴη δ᾽ ἀίουσα βαρυφθόγγου κτύπον Αὔρης

  830 ἤλυθεν αὐχήεσσα τὸ δεύτερον ἐγγύθι νύμφης:

  τειρομένην δ᾽ ἐρέθιζε καὶ ἴαχε κέντορι μύθῳ:

  ‘ Παρθένε, τίς σε τέλεσσε λεχωίδα μητέρα παίδων;

  ἡ γάμον ἀγνώσσουσα πόθεν γλάγος ἔλλαχε μαζοῦ;

  οὐκ ἴδον, οὐ πυθόμην, ὅτι παρθένος υἷα λοχεύει.

  835 ἦ ῥα φύσιν μετάμειψε πατὴρ ἐμός; ἦ ῥα γυναῖκες

  νόσφι γάμου τίκτουσι;σὺ γάρ, φιλοπάρθενε κούρη,

  ὠδίνεις νέα τέκνα, καὶ εἰ στυγέεις Ἀφροδίτην.

  ἦ ῥα κυβερνήτειραν ἀναγκαίου τοκετοῖο

  Ἄρτεμιν οὐ καλέουσι λεχωίδες, ὅττι σὺ μούνη

  840 εἰς τόκον ἀγροτέρης οὐ δεύεαι ἰοχεαίρης;

  οὐδὲ τεὸν Διόνυσον ἀμαιεύτων ἀπὸ κόλπων

  ἔδρακεν Εἰλείθυια, τεῆς ἐλάτειρα γενέθλης:

  ἀλλά μιν ἡμιτέλεστον ἐμαιώσαντο κεραυνοί.

  μὴ κοτέῃς, ὅτι παῖδας ἐνὶ σκοπέλοισι λοχεύεις:

  845 ᾗ σκοπέλων βασίλεια τόκου πειρήσατο Ῥείη:

  τίς νέμεσίς ποτε τοῦτο; κατ᾽ οὔρεα τέκνα λοχεύεις,

  ὡς δάμαρ οὐρεσίφοιτος ὀρεσσινόμου Διονύσου.’

>   ἔννεπε: καὶ κοτέουσα λεχωιὰς ἄχνυτο νύμφη

  Ἄρτεμιν αἰδομένη καὶ ἐν ἄλγεσιν. ἆ μέγα δειλή,

  850 ἐγγὺς ἔην τοκετοῖο καὶ ἤθελε παρθένος εἶναι.

  καὶ βρέφος εἰς φάος ἦλθε θοώτερον: Ἀρτέμιδος γὰρ

  φθεγγομένης ἔτι μῦθον ἀκοντιστῆρα λοχείης

  διπλόος αὐτοκέλευστος ἐμαιώθη τόκος Αὔρης

  λυομένης ὠδῖνος, ὅθεν διδύμων ἀπὸ παίδων

  855 Δίνδυμον ὑψικάρηνον ὄρος κικλήσκετο Ῥείης.

  καὶ θεὸς ἀθρήσασα νέην εὔπαιδα γενέθλην

  τοῖον ἔπος παλίνορσος ἀμοιβαίῃ φάτο φωνῇ:

  ‘Μαῖα, γυνὴ μονιή, διδυμητόκε δύσγαμε νύμφη,

  υἱάσι μαζὸν ὄρεξον ἀήθεα, παρθένε μήτηρ:

  860 παππάζει σέο κοῦρος ἀπαιτίζων σε τοκῆα:

  εἰπὲ δὲ σοῖς τεκέεσσι τεὸν λαθραῖον ἀκοίτην.

  Ἄρτεμις οὐ γάμον οἶδε, καὶ οὐ τρέφεν υἱέα μαζῷ:

  σὸν λέχος οὔρεα ταῦτα, καὶ ἠθάδος ἀντὶ χιτῶνος

  σπάργανα σῶν βρεφέων πολυδαίδαλα δέρματα νεβρῶν.’

  865 εἶπε, καὶ ὠκυπέδιλος ἐδύσατο δάσκιον ὕλην.

  καὶ καλέσας Νίκαιαν ἑὴν Κυβεληίδα νύμφην,

  μεμφομένην ἔτι λέκτρα λεχωίδα δείκνυεν Αὔρην

  μειδιόων Διόνυσος: ἐρημονόμοιο δὲ κούρης

  ἀρτιγάμοις ἀγόρευεν ἐπαυχήσας ὑμεναίοις:

  870 ‘Ἄρτι μόγις, Νίκαια, παραίφασιν εὗρες Ἐρώτων:

  ἄρτι πάλιν Διόνυσος ἐπίκλοπον ἤνυσεν εὐνήν,

  παρθενικῆς δ᾽ ἑτέρης γάμον ἥρπασεν: ἐν δὲ κολώναις

  ἡ πρὶν ἀλυσκάζουσα καὶ οὔνομα μοῦνον Ἐρώτων

  σοῖς θαλάμοις τύπον ἶσον ὀρεστιὰς ἔδρακεν Αὔρη.

  875 οὐ μούνη γλυκὺν ὕπνον ἐδέξαο πομπὸν Ἐρώτων,

  οὐ μούνη πίες οἶνον ἐπίκλοπον ἅρπαγα μίτρης:

  ἀλλὰ νέης ἄγνωστος ἀνοιγομένης ἀπὸ πηγῆς

  νυμφοκόμος πάλιν οἶνος ἀνέβλυε, καὶ πίεν Αὔρη.

  ἀλλὰ βέλος δεδαυῖαν ἀναγκαίου τοκετοῖο,

  880 πρὸς Τελετῆς λίτομαί σε, χοροπλεκέος σέο κούρης,

  σπεῦσον ἀερτάζειν ἐμὸν υἱέα, μή μιν ὀλέσσῃ

  τολμηραῖς παλάμῃσιν ἐμὴ δυσμήχανος Αὔρη:

  οἶδα γάρ, ὡς διδύμων βρεφέων ἔνα παῖδα δαμάσσει

  ἄσχετα λυσσώουσα: σὺ δὲ χραίσμησον Ἰάκχῳ:

  885 ἔσσο φύλαξ ὠδῖνος ἀρείονος, ὄφρά κεν εἴη

  σὴ Τελετὴ θεράπαινα καὶ υἱέι καὶ γενετῆρι.’

  ὣς εἰπὼν παλίνορσος ἐχάζετο Βάκχος ἀγήνωρ,

  κυδιόων Φρυγίοισιν ἐπ᾽ ἀμφοτέροις ὑμεναίοις

  πρεσβυτέρης ἀλόχοιο καἰ ὁπλοτέρης περὶ νύμφης.

  890 καὶ βαρὺ πένθος ἔχουσα τελεσσιτόκῳ παρὰ πέτρῃ,

  παῖδας ἐλαφρίζουσα, λεχωιὰς ἴαχε μήτηρ:

  ‘ἠερόθεν γάμος οὗτος: ἐμὸν γόνον ἠέρι ῥίψω:

  νυμφεύθην ἀνέμοισι καὶ οὐ βροτέην ἴδον εὐνήν,

  αὔρης δ᾽ εἰς ὑμέναιον ἐπώνυμοι ἤλυθον αὖραι:

  895 καὶ λοχίας ἐχέτωσαν ἐμὰς ὠδῖνας ἀῆται.

  ἔρρετέ μοι, νέα τέκνα δολορραφέος γενετῆρος,

  ὑμέας οὐκ ἐλόχευσα: τί μοι κακὰ θηλυτεράων;

  ἀμφαδὸν ἄρτι, λέοντες, ἐλεύθεροι εἰς νομὸν ὕλης

  ἔλθετε θαρσήεντες, ὅτ᾽ οὐκέτι μάρναται Αὔρη:

  900 καὶ σκυλάκων ἑλίκωπες ἀρείονές ἐστε λαγωοί:

  θῶες, ἐμοὶ τέρπεσθε: παρ᾽ ἡμετέρῃ δὲ χαμεύνῃ

  πόρδαλιν ἀπτοίητον ἐπισκαίροντα νοήσω:

  ἄξατε σύννομον ἄρκτον ἀταρβέα: παιδοτόκου γὰρ

  αὔρης χαλκοχίτωνες ἐθηλύνθησαν ὀιστοί.

  905 αἰδέομαι μεθέπειν μετὰ παρθένον οὔνομα νύμφης,

  μὴ βριαρὸν τεκέεσσιν ἐμόν ποτε μαζὸν ὀπάσσω:

  μὴ παλάμῃ θλίψοιμι νόθον γάλα, μηδ᾽ ἐνὶ λόχμαις

  θηροφόνος γεγαυῖα γυνὴ φιλότεκνος ἀκούσω.’

  910 ... θῆκεν ὑπὸ σπήλυγγι λεχώια δεῖπνα λεαίνης:

  ἀλλὰ Διωνύσοιο νέην εὔπαιδα γενέθλην,

  πόρδαλις ὠμοβόροισι δέμας λιχμῶσα γενείοις,

  ἔμφρονα θυμὸν ἔχουσα σοφῷ μαιώσατο μαζῷ:

  θαμβαλέοι δὲ δράκοντες ἐκυκλώσαντο λοχείην

  915 ἰοβόλοις στομάτεσσιν, ἐπεὶ νέα τέκνα φυλάσσων

  μειλιχίους καὶ θῆρας ἐθήκατο νυμφίος Αὔρης.

  καὶ ποδὶ φοιταλέῳ Ληλαντιὰς ἄνθορε κούρη

  ἄγριον ἦθος ἔχουσα δασυστέρνοιο λεαίνης,

  ἠερίαις δ᾽ ἀκίχητος ἀνηκόντιζεν ἀέλλαις

  920 θηρείων ἕνα παῖδα διαρπάξασα γενείων:

  καὶ πάις ἀρτιλόχευτος ἐνὶ στροφάλιγγι κονίης

  ἠερόθεν προκάρηνος ἐπωλίσθησεν ἀρούρῃ:

  καί μιν ἀφαρπάξασα φίλῳ τυμβεύσατο λαιμῷ,

  δαινυμένη φίλα δεῖπνα. καὶ ἀστόργοιο τεκούσης

  925 ταρβαλέη τέκος ἄλλο λεχωίδος ἥρπασεν Αὔρης

  παρθένος ἰοχέαιρα, διαστείχουσα δὲ λόχμην

  παιδοκόμῳ κούφιζεν ἀήθεϊ κοῦρον ἀγοστῷ.

  καὶ Βρομίου μετὰ λέκτρα, μετὰ στροφάλιγγα λοχείης

  μῶμον ἀλυσκάζουσα γαμήλιον ἀγρότις Αὔρη,

  930 ἀρχαίης μεθέπουσα σέβας φιλοπάρθενον αἰδοῦς,

  Σαγγαρίου σχεδὸν ἦλθεν: ὀπισθοτόνῳ δ᾽ ἅμα τόξῳ

  εἰς προχοὰς ἀκόμιστον ἑὴν ἔρριψε φαρέτρην,

  καὶ βυθίῳ προκάρηνος ἐπεσκίρτησε ῥεέθρῳ

  ὄμμασιν αἰδομένοισιν ἀναινομένη φάος Ἠοῦς,

 
935 καὶ ῥοθίοις ποταμοῖο καλύπτετο: τὴν δὲ Κρονίων

  εἰς κρήνην μετάμειψεν: ὀρεσσιχύτοιο δὲ πηγῆς

  μαζοὶ κρουνὸς ἔην, προχοὴ δέμας, ἄνθεα χαῖται,

  καὶ κέρας ἔπλετο τόξον ἐυκραίρου ποταμοῖο

  ταυροφυές, καὶ σχοῖνος ἀμειβομένη πέλε νευρή,

  940 καὶ δόνακες γεγαῶτες ἐπερροίζησαν ὀιστοί,

  καὶ βυθὸν ἰλυόεντα διεσσυμένη ποταμοῖο

  εἰς γλαφυρὸν κευθμῶνα χυτὴ κελάρυζε φαρέτρη.

  καὶ χόλον ἰοχέαιρα κατεύνασεν: ἀμφὶ δὲ λόχμῃ

  ἴχνια μαστεύουσα φιλοσκοπέλοιο Λυαίου

  945 ἤιεν, ἀρτιλόχευτον ἀειρομένη βρέφος Αὔρης,

  πήχεϊ κουφίζουσα νόθον βάρος: αἰδομένη δὲ

  ὤπασεν ἄρσενα παῖδα κασιγνήτῳ Διονύσῳ.

  Νικαίῃ δ᾽ ἑὸν υἷα πατὴρ πόρε, μαιάδι νύμφῃ:

  ἡ δέ μιν ἠέρταζε, καὶ ἀκροτάτης ἀπὸ θηλῆς

  950 παιδοκόμων θλίβουσα φερέσβιον ἰκμάδα μαζῶν

  κοῦρον ἀνηέξησε. λαβὼν δέ μιν ὑψόθι δίφρου

  νήπιον εἰσέτι Βάκχον ἐπώνυμον υἷα τοκῆος

  Ἀτθίδι μυστιπόλῳ παρακάτθετο Βάκχος Ἀθήνῃ,

  εὔια παππάζοντα: θεὰ δέ μιν ἔνδοθι νηοῦ

  955 Παλλὰς ἀνυμφεύτῳ θεοδέγμονι δέξατο κόλπῳ:

  παιδὶ δὲ μαζὸν ὄρεξε, τὸν ἔσπασε μοῦνος Ἐρεχθεύς,

  αὐτοχύτῳ στάζοντα νόθον γλάγος ὄμφακι μαζῷ.

  καί μιν Ἐλευσινίῃσι θεὰ παρακάτθετο Βάκχαις:

  ἀμφὶ δὲ κοῦρον Ἴακχον ἐκυκλώσαντο χορείῃ

  960 νύμφαι κισσοφόροι Μαραθωνίδες, ἀρτιτόκῳ δὲ

  δαίμονι νυκτιχόρευτον ἐκούφισαν Ἀτθίδα πεύκην:

 

‹ Prev