Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 72
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 72

by Aristophanes


  ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια:

  κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.

  κλάειν γὰρ ἡμᾶς εἰκός ἐστ’, ἢν μὴ δίκαια δρῶμεν.

  Φειδιππίδης

  σκέψαι δὲ χἀτέραν ἔτι γνώμην. 1440

  Στρεψιάδης

  ἀπὸ γὰρ

  Φειδιππίδης

  καὶ μὴν ἴσως γ’οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.

  Στρεψιάδης

  πῶς δή; δίδαξον γὰρ τί μ’ἐκ τούτων ἐπωφελήσεις.

  Φειδιππίδης

  τὴν μητέρ’ὥσπερ καὶ σὲ τυπτήσω.

  Στρεψιάδης

  τί φῄς, τί φῂς σύ;

  τοῦθ’ἕτερον αὖ μεῖζον κακόν.

  Φειδιππίδης

  τί δ’ἢν ἔχων τὸν ἥττω

  λόγον σε νικήσω λέγων 1445

  τὴν μητέρ’ὡς τύπτειν χρεών;

  Στρεψιάδης

  τί δ’ἄλλο γ’ἢν ταυτὶ ποιῇς,

  οὐδέν σε κωλύσει σεαυτὸν

  ἐμβαλεῖν ἐς τὸ βάραθρον

  μετὰ Σωκράτους 1450

  καὶ τὸν λόγον τὸν ἥττω.

  ταυτὶ δι’ὑμᾶς ὦ Νεθέλαι πέπονθ’ἐγώ,

  ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.

  Χορός

  αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,

  στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.1455

  Στρεψιάδης

  τί δῆτα ταῦτ’οὔ μοι τότ’ἠγορεύετε,

  ἀλλ’ἄνδρ’ἄγροικον καὶ γέροντ’ἐπῄρετε;

  Χορός

  ἡμεῖς ποιοῦμεν ταῦθ’ἑκάστοθ’ὅταν τινὰ

  γνῶμεν πονηρῶν ὄντ’ἐραστὴν πραγμάτων,

  ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, 1460

  ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.

  Στρεψιάδης

  ὤμοι πονηρά γ’ὦ Νεφέλαι, δίκαια δέ.

  οὐ γάρ μ’ἐχρῆν τὰ χρήμαθ’ἁδανεισάμην

  ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε

  τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη 1465

  ἀπολεῖς μετ’ἐμοῦ ‘λθών, οἳ σὲ κἄμ’ἐξηπάτων.

  Φειδιππίδης

  ἀλλ’οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.

  Στρεψιάδης

  ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.

  Φειδιππίδης

  ἰδού γε Δία πατρῷον: ὡς ἀρχαῖος εἶ.

  Ζεὺς γάρ τις ἔστιν; 1470

  Στρεψιάδης

  ἔστιν.

  Φειδιππίδης

  οὐκ ἔστ’, οὔκ, ἐπεὶ

  Δῖνος βασιλεύει τὸν Δἴ ἐξεληλακώς.

  Στρεψιάδης

  οὐκ ἐξελήλακ’, ἀλλ’ἐγὼ τοῦτ’ᾠόμην

  διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος

  ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.

  Φειδιππίδης

  ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα. 1475

  Στρεψιάδης

  οἴμοι παρανοίας: ὡς ἐμαινόμην ἄρα,

  ὅτ’ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.

  ἀλλ’ὦ φίλ’Ἑρμῆ μηδαμῶς θύμαινέ μοι

  μηδέ μ’ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε

  ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ: 1480

  καί μοι γενοῦ ξύμβουλος, εἴτ’αὐτοὺς γραφὴν

  διωκάθω γραψάμενος εἴθ’ὅ τι σοι δοκεῖ.

  ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν,

  ἀλλ’ὡς τάχιστ’ἐμπιμπράναι τὴν οἰκίαν

  τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ’ὦ Ξανθία, 1485

  κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων,

  κἄπειτ’ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον

  τὸ τέγος κατάσκαπτ’, εἰ φιλεῖς τὸν δεσπότην,

  ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν:

  ἐμοὶ δὲ δᾷδ’ἐνεγκάτω τις ἡμμένην, 1490

  κἀγώ τιν’αὐτῶν τήμερον δοῦναι δίκην

  ἐμοὶ ποιήσω, κεἰ σφόδρ’εἴσ’ἀλαζόνες.

  Μαθητής Α

  ἰοὺ ἰού.

  Στρεψιάδης

  σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.

  Μαθητής Α

  ἄνθρωπε, τί ποιεῖς; 1495

  Στρεψιάδης

  ὅ τι ποιῶ; τί δ’ἄλλο γ’ἢ

  διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;

  Μαθητής Β

  οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;

  Στρεψιάδης

  ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.

  Μαθητής Γ

  ἀπολεῖς ἀπολεῖς.

  Στρεψιάδης

  τοῦτ’αὐτὸ γὰρ καὶ βούλομαι,

  ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, 1500

  ἢ ‘γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.

  Σωκράτης

  οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;

  Στρεψιάδης

  ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.

  Σωκράτης

  οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.

  Χαιρεφῶν

  ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι. 1505

  Στρεψιάδης

  τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε,

  καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;

  Ερμῆς

  δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα,

  μάλιστα δ’εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.

  Χορός

  ἡγεῖσθ’ἔξω: κεχόρευται γὰρ μετρίως τό γε τήμερον ἡμῖν. 1510

  THE WASPS

  Σωσίας

  Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία;

  Ξανθίας

  φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι.

  Σωσίας

  κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα.

  ἆρ᾽ ο
ἶσθά γ᾽ οἷον κνώδαλον φυλάττομεν;

  Ξανθίας

  5 οἶδ᾽, ἀλλ᾽ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι.

  Σωσίας

  σὺ δ᾽ οὖν παρακινδύνευ᾽, ἐπεὶ καὐτοῦ γ᾽ ἐμοῦ

  κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ.

  Ξανθίας

  ἀλλ᾽ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς;

  Σωσίας

  οὔκ, ἀλλ᾽ ὕπνος μ᾽ ἔχει τις ἐκ Σαβαζίου.

  Ξανθίας

  10 τὸν αὐτὸν ἄρ᾽ ἐμοὶ βουκολεῖς Σαβάζιον.

  κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο

  Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος:

  καὶ δῆτ᾽ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως.

  Σωσίας

  κἄγωγ᾽ ἀληθῶς οἷον οὐδεπώποτε.

  15 ἀτὰρ σὺ λέξον πρότερος.

  Ξανθίας

  ἐδόκουν αἰετὸν

  καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ

  ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα

  φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν,

  κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον.

  Σωσίας

  20 οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος.

  Ξανθίας

  πῶς δή;

  Σωσίας

  προσερεῖ τις τοῖσι συμπόταις, λέγων

  ‘τί ταὐτὸν ἐν γῇ τ᾽ ἀπέβαλεν κἀν οὐρανῷ

  κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα;’

  Ξανθίας

  οἴμοι τί δῆτά μοι κακὸν γενήσεται

  25 ἰδόντι τοιοῦτον ἐνύπνιον;

  Σωσίας

  μὴ φροντίσῃς.

  οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς.

  Ξανθίας

  δεινόν γέ ποὔστ᾽ ἄνθρωπος ἀποβαλὼν ὅπλα.

  ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον.

  Σωσίας

  ἀλλ᾽ ἐστὶν μέγα.

  περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου.

  Ξανθίας

  30 λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος.

  Σωσίας

  ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ

  ἐκκλησιάζειν πρόβατα συγκαθήμενα,

  βακτηρίας ἔχοντα καὶ τριβώνια:

  κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει

  35 δημηγορεῖν φάλαινα πανδοκεύτρια,

  ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός.

  Ξανθίας

  αἰβοῖ.

  Σωσίας

  τί ἔστι;

  Ξανθίας

  παῦε παῦε, μὴ λέγε:

  ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς.

  Σωσίας

  εἶθ᾽ ἡ μιαρὰ φάλαιν᾽ ἔχουσα τρυτάνην

  40 ἵστη βόειον δημόν.

  Ξανθίας

  οἴμοι δείλαιος:

  τὸν δῆμον ἡμῶν βούλεται διιστάναι.

  Σωσίας

  ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον

  χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων.

  εἶτ᾽ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας,

  45 ‘ὁλᾷς; Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει.’

  Ξανθίας

  ὀρθῶς γε τοῦτ᾽ Ἀλκιβιάδης ἐτραύλισεν.

  Σωσίας

  οὔκουν ἐκεῖν᾽ ἀλλόκοτον, ὁ Θέωρος κόραξ

  γιγνόμενος;

  Ξανθίας

  ἥκιστ᾽, ἀλλ᾽ ἄριστον.

  Σωσίας

  πῶς;

  Ξανθίας

  ὅπως;

  ἄνθρωπος ὢν εἶτ᾽ ἐγένετ᾽ ἐξαίφνης κόραξ:

  50 οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι

  ἀρθεὶς ἀφ᾽ ἡμῶν ἐς κόρακας οἰχήσεται;

  Σωσίας

  εἶτ᾽ οὐκ ἐγὼ δοὺς δύ᾽ ὀβολὼ μισθώσομαι

  οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα;

  Ξανθίας

  φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον,

  55 ὀλίγ᾽ ἄτθ᾽ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί,

  μηδὲν παρ᾽ ἡμῶν προσδοκᾶν λίαν μέγα,

  μηδ᾽ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.

  ἡμῖν γὰρ οὐκ ἔστ᾽ οὔτε κάρυ᾽ ἐκ φορμίδος

  δούλω διαρριπτοῦντε τοῖς θεωμένοις,

  60 οὔθ᾽ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος,

  οὐδ᾽ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης:

  οὐδ᾽ εἰ Κλέων γ᾽ ἔλαμψε τῆς τύχης χάριν,

  αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν.

  ἀλλ᾽ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον,

  65 ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον,

  κωμῳδίας δὲ φορτικῆς σοφώτερον.

  ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ

  ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους.

  οὗτος φυλάττειν τὸν πατέρ᾽ ἐπέταξε νῷν,

  70 ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ‘ξίῃ.

  νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ,

  ἣν οὐδ᾽ ἂν εἷς γνοίη ποτ᾽ οὐδ᾽ ἂν ξυμβάλοι

  εἰ μὴ πύθοιθ᾽ ἡμῶν: ἐπεὶ τοπάζετε.

  Ἀμυνίας μὲν ὁ Προνάπους φήσ᾽ οὑτοσὶ

  75 εἶναι φιλόκυβον αὐτόν: ἀλλ᾽ οὐδὲν λέγει.

  Σωσίας

  μὰ Δί᾽, ἀλλ᾽ ἀφ᾽ αὑτοῦ τὴν νόσον τεκμαίρεται.

  Ξανθίας

  οὔκ, ἀλλὰ ‘φιλο’ μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ.

  ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον

  εἶναι φιλοπότην αὐτόν.

  Σωσίας

  οὐδαμῶς γ᾽, ἐπεὶ

  80 αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος.

  Ξανθίας

  Νικόστρατος δ᾽ αὖ φησιν ὁ Σκαμβωνίδης

  εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον.

  Σωσίας

  μὰ τὸν κύν᾽ ὦ Νικόστρατ᾽ οὐ φιλόξενος,

  ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος.

&nbs
p; Ξανθίας

  85 ἄλλως φλυαρεῖτ᾽: οὐ γὰρ ἐξευρήσετε.

  εἰ δὴ ‘πιθυμεῖτ᾽ εἰδέναι, σιγᾶτε νῦν.

  φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου.

  φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ,

  ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει

  90 ἢν μὴ ‘πὶ τοῦ πρώτου καθίζηται ξύλου.

  ὕπνου δ᾽ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην.

  ἢν δ᾽ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ

  ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν.

  ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ᾽ ἔχειν εἰωθέναι

  95 τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται,

  ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ.

  καὶ νὴ Δί᾽ ἢν ἴδῃ γέ που γεγραμμένον

  υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν,

  ἰὼν παρέγραψε πλησίον ‘κημὸς καλός.’

  100 τὸν ἀλεκτρυόνα δ᾽, ὃς ᾖδ᾽ ἀφ᾽ ἑσπέρας, ἔφη

  ὄψ᾽ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον,

  παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα.

  εὐθὺς δ᾽ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας,

  κἄπειτ᾽ ἐκεῖσ᾽ ἐλθὼν προκαθεύδει πρῲ πάνυ,

  105 ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι.

  ὑπὸ δυσκολίας δ᾽ ἅπασι τιμῶν τὴν μακρὰν

  ὥσπερ μέλιττ᾽ ἢ βομβυλιὸς εἰσέρχεται

  ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος.

  ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ,

  110 ἵν᾽ ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει.

  τοιαῦτ᾽ ἀλύει: νουθετούμενος δ᾽ ἀεὶ

  μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν

  μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ‘ξίῃ.

  ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει.

  115 καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος

  ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον

  μηδ᾽ ἐξιέναι θύραζ᾽, ὁ δ᾽ οὐκ ἐπείθετο.

 

‹ Prev