Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 78
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 78

by Aristophanes


  1030 ἀλλ᾽ Ἡρακλέους ὀργήν τιν᾽ ἔχων τοῖσι μεγίστοις ἐπιχειρεῖν,

  θρασέως ξυστὰς εὐθὺς ἀπ᾽ ἀρχῆς αὐτῷ τῷ καρχαρόδοντι,

  οὗ δεινόταται μὲν ἀπ᾽ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,

  ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο

  περὶ τὴν κεφαλήν, φωνὴν δ᾽ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,

  1035 φώκης δ᾽ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.

  τοιοῦτον ἰδὼν τέρας οὔ φησιν δείσας καταδωροδοκῆσαι,

  ἀλλ᾽ ὑπὲρ ὑμῶν ἔτι καὶ νυνὶ πολεμεῖ: φησίν τε μετ᾽ αὐτὸν

  τοῖς ἠπιάλοις ἐπιχειρῆσαι πέρυσιν καὶ τοῖς πυρετοῖσιν,

  οἳ τοὺς πατέρας τ᾽ ἦγχον νύκτωρ καὶ τοὺς πάππους ἀπέπνιγον,

  1040 κατακλινόμενοί τ᾽ ἐπὶ ταῖς κοίταις ἐπὶ τοῖσιν ἀπράγμοσιν ὑμῶν

  ἀντωμοσίας καὶ προσκλήσεις καὶ μαρτυρίας συνεκόλλων,

  ὥστ᾽ ἀναπηδᾶν δειμαίνοντας πολλοὺς ὡς τὸν πολέμαρχον.

  τοιόνδ᾽ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,

  πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντ᾽ αὐτὸν διανοίαις,

  ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατ᾽ ἀναλδεῖς:

  καίτοι σπένδων πόλλ᾽ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον

  μὴ πώποτ᾽ ἀμείνον᾽ ἔπη τούτων κωμῳδικὰ μηδέν᾽ ἀκοῦσαι.

  τοῦτο μὲν οὖν ἔσθ᾽ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,

  ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,

  εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν. Χορός

  ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν

  ὦ δαιμόνιοι τοὺς ζητοῦντας

  καινόν τι λέγειν κἀξευρίσκειν

  στέργετε μᾶλλον καὶ θεραπεύετε,

  1055 καὶ τὰ νοήματα σῴζεσθ᾽ αὐτῶν,

  ἐσβάλλετέ τ᾽ ἐς τὰς κιβωτοὺς

  μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθ᾽,

  ὑμῖν δι᾽ ἔτους τῶν ἱματίων

  ὀζήσει δεξιότητος. Χορός

  1060 ὦ πάλαι ποτ᾽ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς,

  ἄλκιμοι δ᾽ ἐν μάχαις,

  καὶ κατ᾽ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι:

  πρίν ποτ᾽ ἦν πρὶν ταῦτα, νῦν δ᾽

  οἴχεται, κύκνου τ᾽ ἔτι πολιώτεραι δὴ

  1065 αἵδ᾽ ἐπανθοῦσιν τρίχες.

  ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ

  τῶνδε ῥώμην νεανικὴν σχεῖν:

  ὡς ἐγὼ τοὐμὸν νομίζω

  γῆρας εἶναι κρεῖττον ἢ πολλῶν

  κικίννους νεανιῶν καὶ

  1070 σχῆμα κεὐρυπρωκτίαν. Χορός

  εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν

  εἶτα θαυμάζει μ᾽ ὁρῶν μέσον διεσφηκωμένον,

  ἥτις ἡμῶν ἐστὶν ἡ ‘πίνοια τῆς ἐγκεντρίδος,

  ῥᾳδίως ἐγὼ διδάξω, κἂν ἄμουσος ᾖ τὸ πρίν.

  1075 ἐσμὲν ἡμεῖς, οἷς πρόσεστι τοῦτο τοὐρροπύγιον,

  Ἀττικοὶ μόνοι δικαίως ἐγγενεῖς αὐτόχθονες,

  ἀνδρικώτατον γένος καὶ πλεῖστα τήνδε τὴν πόλιν

  ὠφελῆσαν ἐν μάχαισιν, ἡνίκ᾽ ἦλθ᾽ ὁ βάρβαρος,

  τῷ καπνῷ τύφων ἅπασαν τὴν πόλιν καὶ πυρπολῶν,

  1080 ἐξελεῖν ἡμῶν μενοινῶν πρὸς βίαν τἀνθρήνια.

  εὐθέως γὰρ ἐκδραμόντες ξὺν δορὶ ξὺν ἀσπίδι

  ἐμαχόμεσθ᾽ αὐτοῖσι, θυμὸν ὀξίνην πεπωκότες,

  στὰς ἀνὴρ παρ᾽ ἄνδρ᾽, ὑπ᾽ ὀργῆς τὴν χελύνην ἐσθίων:

  ὑπὸ δὲ τῶν τοξευμάτων οὐκ ἦν ἰδεῖν τὸν οὐρανόν.

  1085 ἀλλ᾽ ὅμως ἐωσάμεσθα ξὺν θεοῖς πρὸς ἑσπέραν.

  γλαῦξ γὰρ ἡμῶν πρὶν μάχεσθαι τὸν στρατὸν διέπτετο:

  εἶτα δ᾽ εἱπόμεσθα θυννάζοντες ἐς τοὺς θυλάκους,

  οἱ δ᾽ ἔφευγον τὰς γνάθους καὶ τὰς ὀφρῦς κεντούμενοι:

  ὥστε παρὰ τοῖς βαρβάροισι πανταχοῦ καὶ νῦν ἔτι

  1090 μηδὲν Ἀττικοῦ καλεῖσθαι σφηκὸς ἀνδρικώτερον. Χορός

  ἆρα δεινὸς ἦ τόθ᾽ ὥστε πάντα μὴ δεδοικέναι,

  καὶ κατεστρεψάμην

  τοὺς ἐναντίους, πλέων ἐκεῖσε ταῖς τριήρεσιν;

  οὐ γὰρ ἦν ἡμῖν ὅπως

  1095 ῥῆσιν εὖ λέξειν ἐμέλλομεν τότ᾽, οὐδὲ

  συκοφαντήσειν τινὰ

  φροντίς, ἀλλ᾽ ὅστις ἐρέτης ἔσοιτ᾽

  ἄριστος. τοιγαροῦν πολλὰς

  πόλεις Μήδων ἑλόντες

  αἰτιώτατοι φέρεσθαι

  1100 τὸν φόρον δεῦρ᾽ ἐσμέν, ὃν κλέπτουσιν

  οἱ νεώτεροι. Χορός

  πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθ᾽ εὑρήσετε

  τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.

  πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον

  1105 μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον:

  εἶτα τἄλλ᾽ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.

  ξυλλεγέντες γὰρ καθ᾽ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,

  οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,

  οἱ δ᾽ ἐν ᾠδείῳ δικάζουσ᾽, οἱ δὲ πρὸς τοῖς τειχίοις

  1110 ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις

  ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.

  ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.

  πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.

  ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι

  1115 οὐκ ἔχ�
�ντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου

  τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.

  τοῦτο δ᾽ ἔστ᾽ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν

  ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ

  μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.

  1120 ἀλλ᾽ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ

  ὅστις ἂν μὴ ‘χῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον. Φιλοκλέων

  οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,

  ἐπεὶ μόνος μ᾽ ἔσωσε παρατεταγμένον,

  ὅθ᾽ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.

  Βδελυκλέων

  1125 ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.

  Φιλοκλέων

  μὰ τὸν Δί᾽ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.

  καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος

  ἀπέδωκ᾽ ὀφείλων τῷ κναφεῖ τριώβολον.

  Βδελυκλέων

  ἀλλ᾽ οὖν πεπειράσθω γ᾽, ἐπειδήπερ γ᾽ ἅπαξ

  1130 ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.

  Φιλοκλέων

  τί οὖν κελεύεις δρᾶν με;

  Βδελυκλέων

  τὸν τρίβων᾽ ἄφες,

  τηνδὶ δὲ χλαῖναν ἀναβαλοῦ τριβωνικῶς.

  Φιλοκλέων

  ἔπειτα παῖδας χρὴ φυτεύειν καὶ τρέφειν,

  ὅθ᾽ οὑτοσί με νῦν ἀποπνῖξαι βούλεται;

  Βδελυκλέων

  1135 ἔχ᾽ ἀναβαλοῦ τηνδὶ λαβὼν καὶ μὴ λάλει.

  Φιλοκλέων

  τουτὶ τὸ κακὸν τί ἐστι πρὸς πάντων θεῶν;

  Βδελυκλέων

  οἱ μὲν καλοῦσι Περσίδ᾽ οἱ δὲ καυνάκην.

  Φιλοκλέων

  ἐγὼ δὲ σισύραν ᾠόμην Θυμαιτίδα.

  Βδελυκλέων

  κοὐ θαῦμά γ᾽: ἐς Σάρδεις γὰρ οὐκ ἐλήλυθας.

  1140 ἔγνως γὰρ ἄν: νῦν δ᾽ οὐχὶ γιγνώσκεις.

  Φιλοκλέων

  ἐγώ;

  μὰ τὸν Δί᾽ οὐ τοίνυν: ἀτὰρ δοκεῖ γέ μοι

  ἐοικέναι μάλιστα Μορύχου σάγματι.

  Βδελυκλέων

  οὔκ, ἀλλ᾽ ἐν Ἐκβατάνοισι ταῦθ᾽ ὑφαίνεται.

  Φιλοκλέων

  ἐν Ἐκβατάνοισι γίγνεται κρόκης χόλιξ;

  Βδελυκλέων

  1145 πόθεν ὦγάθ᾽; ἀλλὰ τοῦτο τοῖσι βαρβάροις

  ὑφαίνεται πολλαῖς δαπάναις. αὕτη γέ τοι

  ἐρίων τάλαντον καταπέπωκε ῥᾳδίως.

  Φιλοκλέων

  οὔκουν ἐριώλην δῆτ᾽ ἐχρῆν αὐτὴν καλεῖν

  δικαιότερον ἢ καυνάκην;

  Βδελυκλέων

  ἔχ᾽ ὦγαθέ,

  1150 καὶ στῆθ᾽ ἀναμπισχόμενος.

  Φιλοκλέων

  οἴμοι δείλαιος:

  ὡς θερμὸν ἡ μιαρά τί μου κατήρυγεν.

  Βδελυκλέων

  οὐκ ἀναβαλεῖ;

  Φιλοκλέων

  μὰ Δί᾽ οὐκ ἔγωγ᾽. ἀλλ᾽ ὦγαθέ,

  εἴπερ γ᾽ ἀνάγκη, κρίβανόν μ᾽ ἀμπίσχετε.

  Βδελυκλέων

  φέρ᾽ ἀλλ᾽ ἐγώ σε περιβαλῶ: σὺ δ᾽ οὖν ἴθι.

  Φιλοκλέων

  1155 παράθου γε μέντοι καὶ κρεάγραν.

  Βδελυκλέων

  τιὴ τί δή;

  Φιλοκλέων

  ἵν᾽ ἐξέλῃς με πρὶν διερρυηκέναι.

  Βδελυκλέων

  ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,

  τασδὶ δ᾽ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.

  Φιλοκλέων

  ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε

  1160 ἐχθρῶν παρ᾽ ἀνδρῶν δυσμενῆ καττύματα;

  Βδελυκλέων

  ἔνθες ποτ᾽ ὦ τᾶν κἀπόβαιν᾽ ἐρρωμένως

  ἐς τὴν Λακωνικὴν ἀνύσας.

  Φιλοκλέων

  ἀκικεῖς γέ με

  ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.

  Βδελυκλέων

  φέρε καὶ τὸν ἕτερον.

  Φιλοκλέων

  μηδαμῶς τοῦτόν γ᾽, ἐπεὶ

  1165 πάνυ μισολάκων αὐτοῦ ‘στιν εἷς τῶν δακτύλων.

  Βδελυκλέων

  οὐκ ἔστι παρὰ ταῦτ᾽ ἄλλα.

  Φιλοκλέων

  κακοδαίμων ἐγώ,

  ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.

  Βδελυκλέων

  ἄνυσόν ποθ᾽ ὑποδησάμενος: εἶτα πλουσίως

  ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.

  Φιλοκλέων

  1170 ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ᾽ ὅτῳ

  μάλιστ᾽ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.

  Βδελυκλέων

  ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.

  Φιλοκλέων

  καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.

  Βδελυκλέων

  ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν

  1175 ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν;

  Φιλοκλέων

  ἔγωγε.

  Βδελυκλέων

  τίνα δῆτ᾽ ἂν λέγοις;

  Φιλοκλέων

  πολλοὺς πάνυ.

  πρῶτον μὲν ὡς ἡ Λάμι᾽ ἁλοῦσ᾽ ἐπέρδετο,

  ἔπειτα δ᾽ ὡς ὁ Καρδοπίων τὴν μητέρα.

  Βδελυκλέων

  μή ‘μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,

  1180 οἵους λέγομεν μάλιστα τοὺς κατ᾽ οἰκίαν.

  Φιλοκλέων

  ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ᾽ οἰκίαν

  ἐκεῖνον ὡς ‘οὕτω ποτ᾽ ἦν μῦς καὶ γαλῆ.’

  Βδελυκλέων

  ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη

  τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος,

  1185 μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν;

  Φιλοκλέων

  ποίους τινὰς δὲ χρὴ λέγειν;

  Βδελυκλέων

  μεγαλοπρεπεῖς, />
  ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει.

  Φιλοκλέων

  ἐγὼ δὲ τεθεώρηκα ποώποτ᾽ οὐδαμοῖ

  πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων.

  Βδελυκλέων

  1190 ἀλλ᾽ οὖν λέγειν χρή σ᾽ ὡς ἐμάχετό γ᾽ αὐτίκα

  Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς,

  ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι

  πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ

  θώρακ᾽ ἄριστον.

  Φιλοκλέων

  παῦε παῦ᾽, οὐδὲν λέγεις.

  1195 πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ᾽ ἔχων;

  Βδελυκλέων

  οὕτω διηγεῖσθαι νομίζουσ᾽ οἱ σοφοί.

  ἀλλ᾽ ἕτερον εἰπέ μοι: παρ᾽ ἀνδράσι ξένοις

  πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς

  ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον;

  Φιλοκλέων

  1200 ἐκεῖν᾽ ἐκεῖν᾽ ἀνδρειότατόν γε τῶν ἐμῶν,

  ὅτ᾽ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην.

  Βδελυκλέων

  ἀπολεῖς με. ποίας χάρακας; ἀλλ᾽ ὡς ἢ κάπρον

  ἐδιώκαθές ποτ᾽ ἢ λαγών, ἢ λαμπάδα

  ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον.

  Φιλοκλέων

  1205 ἐγᾦδα τοίνυν τό γε νεανικώτατον:

  ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι

  εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν.

  Βδελυκλέων

  παὖ: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε

  ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός.

  Φιλοκλέων

  1210 πῶς οὖν κατακλινῶ; φράζ᾽ ἀνύσας.

  Βδελυκλέων

  εὐσχημόνως.

  Φιλοκλέων

  ὡδὶ κελεύεις κατακλινῆναι;

  Βδελυκλέων

  μηδαμῶς.

  Φιλοκλέων

  πῶς δαί;

  Βδελυκλέων

  τὰ γόνατ᾽ ἔκτεινε καὶ γυμναστικῶς

 

‹ Prev