Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 110
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 110

by Aristophanes


  1200 ὄνομα δέ σοι τί ἔστιν;

  Εὐριπίδης

  Ἀρτεμισία.

  Τοξότης

  μεμνῆσι τοίνυν τοὔνομ᾽: Ἀρταμουξία.

  Εὐριπίδης

  Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.

  σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών:

  ἐγὼ δὲ λύσω τόνδε. σὺ δ᾽ ὅπως ἀνδρικῶς

  1205 ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς

  ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.

  Μνησίλοχος

  ἐμοὶ μελήσει ταῦτά γ᾽ ἢν ἅπαξ λυθῶ.

  Εὐριπίδης

  λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην

  ἥκοντα καταλαβεῖν.

  Μνησίλοχος

  ἐγὼ δὴ τοῦτο δρῶ.

  Τοξότης

  1210 ὦ γρᾴδι᾽ ὠς καρίεντό σοι τὸ τυγάτριον,

  κοὐ δύσκολ᾽ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;

  οἴμ᾽ ὠς ἀπόλωλο: ποῦ τὸ γέροντ᾽ ἐντευτενί;

  ὦ γρᾴδι᾽, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.

  Ἀρταμουξία.

  διέβαλλέ μ᾽ η᾽ γραῦς. ἀπότρεκ᾽ ὠς τάκιστα σύ:

  1215 ὀρτῶς δὲ συβήνη ‘στί: καταβηνῆσι γάρ.

  οἴμοι,

  τί δρᾶσι; ποῖ τὸ γρᾴδι᾽; Ἀρταμουξία.

  Χορός

  τὴν γραῦν ἐρωτᾷς, ἣ ‘φερεν τὰς πηκτίδας;

  Τοξότης

  ναὶ ναῖκι. εἶδες αὐτό;

  Χορός

  ταύτῃ γ᾽ οἴχεται

  αὐτή τ᾽ ἐκείνη καὶ γέρων τις εἵπετο.

  Τοξότης

  1220 κροκῶτ᾽ ἔκοντο τὴ γέροντο;

  Χορός

  φήμ᾽ ἐγώ.

  ἔτ᾽ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.

  Τοξότης

  ὦ μιαρὸ γρᾶο: πότερα τρέξι τὴν ὀδό;

  Ἀρταμουξία.

  Χορός

  ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν

  τῃδὶ διώξει; σ᾽ τοὔμπαλιν τρέχεις σύ γε.

  Τοξότης

  1225 κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.

  Χορός

  τρέχε νυν κατὰ τοὺς κόρακας ἐπουρίσας, τρέχε.

  ἀλλὰ πέπαισται μετρίως ἡμῖν:

  ὥσθ᾽ ὥρα δή ‘στι βαδίζειν

  οἴκαδ᾽ ἑκάστῃ. τὼ Θεσμοφόρω δ᾽

  1230 ἡμῖν ἀγαθὴν

  τούτων χάριν ἀνταποδοίτην.

  THE FROGS

  Ἡρακλῆς

  τίς τὴν θύραν ἐπάταξεν; ὡς κενταυρικῶς

  ἐνήλαθ᾽ ὅστις: εἰπέ μοι τουτὶ τί ἦν;

  Διόνυσος

  40 ὁ παῖς.

  Ξανθίας

  τί ἔστιν;

  Διόνυσος

  οὐκ ἐνεθυμήθης;

  Ξανθίας

  τὸ τί;

  Διόνυσος

  ὡς σφόδρα μ᾽ ἔδεισε.

  Ξανθίας

  νὴ Δία μὴ μαίνοιό γε.

  Ἡρακλῆς

  οὔ τοι μὰ τὴν Δήμητρα δύναμαι μὴ γελᾶν:

  καίτοι δάκνω γ᾽ ἐμαυτόν: ἀλλ᾽ ὅμως γελῶ.

  Διόνυσος

  ὦ δαιμόνιε πρόσελθε: δέομαι γάρ τί σου.

  Ἡρακλῆς

  45 ἀλλ᾽ οὐχ οἷός τ᾽ εἴμ᾽ ἀποσοβῆσαι τὸν γέλων

  ὁρῶν λεοντῆν ἐπὶ κροκωτῷ κειμένην.

  τίς ὁ νοῦς; τί κόθορνος καὶ ῥόπαλον ξυνηλθέτην;

  ποῖ γῆς ἀπεδήμεις;

  Διόνυσος

  ἐπεβάτευον Κλεισθένει-

  Ἡρακλῆς

  κἀναυμάχησας;

  Διόνυσος

  καὶ κατεδύσαμέν γε ναῦς

  50 τῶν πολεμίων ἢ δώδεκ᾽ ἢ τρεῖς καὶ δέκα.

  Ἡρακλῆς

  σφώ;

  Διόνυσος

  νὴ τὸν Ἀπόλλω.

  Ξανθίας

  κᾆτ᾽ ἔγωγ᾽ ἐξηγρόμην.

  Διόνυσος

  καὶ δῆτ᾽ ἐπὶ τῆς νεὼς ἀναγιγνώσκοντί μοι

  τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος

  τὴν καρδίαν ἐπάταξε πῶς οἴει σφόδρα.

  Ἡρακλῆς

  55 πόθος; πόσος τις;

  Διόνυσος

  μικρὸς ἡλίκος Μόλων.

  Ἡρακλῆς

  γυναικός;

  Διόνυσος

  οὐ δῆτ᾽.

  Ἡρακλῆς

  ἀλλὰ παιδός;

  Διόνυσος

  οὐδαμῶς.

  Ἡρακλῆς

  ἀλλ᾽ ἀνδρός;

  Διόνυσος

  ἀπαπαί.

  Ἡρακλῆς

  ξυνεγένου τῷ Κλεισθένει;

  Διόνυσος

  μὴ σκῶπτέ μ᾽ ὦδέλφ᾽: οὐ γὰρ ἀλλ᾽ ἔχω κακῶς:

  τοιοῦτος ἵμερός με διαλυμαίνεται.

  Ἡρακλῆς

  60 ποῖός τις ὦδελφίδιον;

  Διόνυσος

  οὐκ ἔχω φράσαι.

  ὅμως γε μέντοι σοι δι᾽ αἰνιγμῶν ἐρῶ.

  ἤδη ποτ᾽ ἐπεθύμησας ἐξαίφνης ἔτνους;

  Ἡρακλῆς

  ἔτνους; βαβαιάξ, μυριάκις γ᾽ ἐν τῷ βίῳ.

  Διόνυσος

  ἆρ᾽ ἐκδιδάσκω τὸ σαφὲς ἢ ‘τέρᾳ φράσω;

  Ἡρακλῆς

  65 μὴ δῆτα περὶ ἔτνους γε: πάνυ γὰρ μανθάνω.

  Διόνυσος

  τοιουτοσὶ τοίνυν με δαρδάπτει πόθος

  Εὐριπίδου.

  Ἡρακλῆς

  καὶ ταῦτα τοῦ τεθνηκότος;

  Διόνυσος

  κοὐδείς γέ μ᾽ ἂν πείσειεν ἀνθρώπων τὸ μὴ οὐκ

  ἐλθεῖν ἐπ᾽ ἐκεῖνον.

  Ἡρακλῆς

  πότερον εἰς Ἅιδου κάτω;

  Διόνυσος

  70 καὶ νὴ Δί᾽ εἴ τί γ᾽ ἔστιν ἔτι κατωτέρω.

  Ἡρακλῆς

  τί βουλόμενος;

  Διόνυσος

  δέομαι ποιητοῦ δεξιοῦ.

  οἱ μὲν γὰρ οὐκέτ᾽ εἰσίν, οἱ δ᾽ ὄντες κακοί.

  Ἡρακλῆς

  τί δ᾽; οὐκ Ἰοφῶν ζῇ;

  Διόνυσος

  τοῦτο γάρ τοι κα
ὶ μόνον

  ἔτ᾽ ἐστὶ λοιπὸν ἀγαθόν, εἰ καὶ τοῦτ᾽ ἄρα:

  75 οὐ γὰρ σάφ᾽ οἶδ᾽ οὐδ᾽ αὐτὸ τοῦθ᾽ ὅπως ἔχει.

  Ἡρακλῆς

  εἶτ᾽ οὐχὶ Σοφοκλέα πρότερον Εὐριπίδου

  μέλλεις ἀναγαγεῖν, εἴπερ ἐκεῖθεν δεῖ σ᾽ ἄγειν;

  Διόνυσος

  οὐ πρίν γ᾽ ἂν Ἰοφῶντ᾽, ἀπολαβὼν αὐτὸν μόνον,

  ἄνευ Σοφοκλέους ὅ τι ποιεῖ κωδωνίσω.

  80 κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης πανοῦργος ὢν

  κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι:

  ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽ εὔκολος δ᾽ ἐκεῖ.

  Ἡρακλῆς

  Ἀγάθων δὲ ποῦ ‘στιν;

  Διόνυσος

  ἀπολιπών μ᾽ ἀποίχεται,

  ἀγαθὸς ποιητὴς καὶ ποθεινὸς τοῖς φίλοις.

  Ἡρακλῆς

  85 ποῖ γῆς ὁ τλήμων;

  Διόνυσος

  ἐς Μακάρων εὐωχίαν.

  Ἡρακλῆς

  ὁ δὲ Σενοκλέης;

  Διόνυσος

  ἐξόλοιτο νὴ Δία.

  Ἡρακλῆς

  Πυθάγγελος δέ;

  Ξανθίας

  περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος

  ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα.

  Ἡρακλῆς

  οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια

  90 τραγῳδίας ποιοῦντα πλεῖν ἢ μύρια,

  Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα.

  Διόνυσος

  ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα,

  χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης,

  ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ,

  95 ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ.

  γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι

  ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι.

  Ἡρακλῆς

  πῶς γόνιμον;

  Διόνυσος

  ὡδὶ γόνιμον, ὅστις φθέγξεται

  τοιουτονί τι παρακεκινδυνευμένον,

  100 αἰθέρα Διὸς δωμάτιον, ἢ χρόνου πόδα,

  ἢ φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν,

  γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.

  Ἡρακλῆς

  σὲ δὲ ταῦτ᾽ ἀρέσκει;

  Διόνυσος

  μἀλλὰ πλεῖν ἢ μαίνομαι.

  Ἡρακλῆς

  ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ.

  Διόνυσος

  105 μὴ τὸν ἐμὸν οἴκει νοῦν: ἔχεις γὰρ οἰκίαν.

  Ἡρακλῆς

  καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται.

  Διόνυσος

  δειπνεῖν με δίδασκε.

  Ξανθίας

  περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.

  Διόνυσος

  ἀλλ᾽ ὦνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων

  ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους

  110 τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ

  ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἐπὶ τὸν Κέρβερον,

  τούτους φράσον μοι, λιμένας ἀρτοπώλια

  πορνεῖ᾽ ἀναπαύλας ἐκτροπὰς κρήνας ὁδοὺς

  πόλεις διαίτας πανδοκευτρίας, ὅπου

  κόρεις ὀλίγιστοι.

  Ξανθίας

  περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.

  Ἡρακλῆς

  ὦ σχέτλιε τολμήσεις γὰρ ἰέναι καὶ σύ γε;

  Διόνυσος

  μηδὲν ἔτι πρὸς ταῦτ᾽, ἀλλὰ φράζε τῶν ὁδῶν

  ὅπῃ τάχιστ᾽ ἀφιζόμεθ᾽ εἰς Ἅιδου κάτω:

  καὶ μήτε θερμὴν μήτ᾽ ἄγαν ψυχρὰν φράσῃς.

  Ἡρακλῆς

  120 φέρε δὴ τίν᾽ αὐτῶν σοι φράσω πρώτην; τίνα;

  μία μὲν γὰρ ἔστιν ἀπὸ κάλω καὶ θρανίου,

  κρεμάσαντι σαυτόν.

  Διόνυσος

  παῦε, πνιγηρὰν λέγεις.

  Ἡρακλῆς

  ἀλλ᾽ ἔστιν ἀτραπὸς ξύντομος τετριμμένη

  ἡ διὰ θυείας.

  Διόνυσος

  ἆρα κώνειον λέγεις;

  Ἡρακλῆς

  125 μάλιστά γε.

  Διόνυσος

  ψυχράν γε καὶ δυσχείμερον:

  εὐθὺς γὰρ ἀποπήγνυσι τἀντικνήμια.

  Ἡρακλῆς

  βούλει κατάντη καὶ ταχεῖαν σοι φράσω;

  Διόνυσος

  νὴ τὸν Δί᾽ ὡς ὄντος γε μὴ βαδιστικοῦ.

  Ἡρακλῆς

  καθέρπυσόν νυν ἐς Κεραμεικόν.

  Διόνυσος

  κᾆτα τί;

  Ἡρακλῆς

  ἀναβὰς ἐπὶ τὸν πύργον τὸν ὑψηλόν —

  Διόνυσος

  τί δρῶ;

  Ἡρακλῆς

  ἀφιεμένην τὴν λαμπάδ᾽ ἐντεῦθεν θεῶ,

  κἄπειτ᾽ ἐπειδὰν θῶσιν οἱ θεώμενοι

  ‘εἷναι,’ τόθ᾽ εἷναι καὶ σὺ σαυτόν.

  Διόνυσος

  ποῖ

  Ἡρακλῆς

  κάτω.

  Διόνυσος

  ἀλλ᾽ ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο.

  οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην.

  Ἡρακλῆς

  τί δαί;

  Διόνυσος

  ἥνπερ σὺ τότε κατῆλθες.

  Ἡρακλῆς

  ἀλλ᾽ ὁ πλοῦς πολύς.

  εὐθὺς γὰρ ἐπὶ λίμνην μεγάλην ἥξεις πάνυ

  ἄβυσσον.

  Διόνυσος

  εἶτα πῶς περαιωθήσομαι;

  Ἡρακλῆς

  ἐν πλοιαρίῳ τυννουτῳί σ᾽ ἀνὴρ γέρων

  140 ναύτης διάξει δύ᾽ ὀβολὼ μισθὸν λαβών.

  Διόνυσος

  φεῦ,

  ὡς μέγα δύνασθον πανταχοῦ τὼ δύ᾽ ὀβολώ.

  πῶς ἠλθέτην κἀκεῖσε;

  Ἡρακλῆς

  Θησεὺς ἤγαγεν.

  μετὰ ταῦτ᾽ ὄφεις καὶ θηρί᾽ ὄψει μυρία

  δεινότατα.

  Διόνυσος

  μή μ᾽ ἔκπληττε μηδὲ
δειμάτου:

  οὐ γάρ μ᾽ ἀποτρέψεις.

  Ἡρακλῆς

  εἶτα βόρβορον πολὺν

  καὶ σκῶρ ἀείνων: ἐν δὲ τούτῳ κειμένους,

  εἴ που ξένον τις ἠδίκησε πώποτε,

  ἢ παῖδα κινῶν τἀργύριον ὑφείλετο,

  ἢ μητέρ᾽ ἠλόασεν, ἢ πατρὸς γνάθον

  150 ἐπάταξεν, ἢ ‘πίορκον ὅρκον ὤμοσεν,

  ἢ Μορσίμου τις ῥῆσιν ἐξεγράψατο.

  Διόνυσος

  νὴ τοὺς θεοὺς ἐχρῆν γε πρὸς τούτοισι κεἰ

  τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου.

  Ἡρακλῆς

  ἐντεῦθεν αὐλῶν τίς σε περίεισιν πνοή,

  155 ὄψει τε φῶς κάλλιστον ὥσπερ ἐνθάδε,

  καὶ μυρρινῶνας καὶ θιάσους εὐδαίμονας

  ἀνδρῶν γυναικῶν καὶ κρότον χειρῶν πολύν.

  Διόνυσος

  οὗτοι δὲ δὴ τίνες εἰσίν;

  Ἡρακλῆς

  οἱ μεμυημένοι —

  Ξανθίας

  νὴ τὸν Δί᾽ ἐγὼ γοῦν ὄνος ἄγω μυστήρια.

  160 ἀτὰρ οὐ καθέξω ταῦτα τὸν πλείω χρόνον.

  Ἡρακλῆς

  οἵ σοι φράσουσ᾽ ἁπαξάπανθ᾽ ὧν ἂν δέῃ.

  οὗτοι γὰρ ἐγγύτατα παρ᾽ αὐτὴν τὴν ὁδὸν

  ἐπὶ ταῖσι τοῦ Πλούτωνος οἰκοῦσιν θύραις.

  καὶ χαῖρε πόλλ᾽ ὦδελφέ.

  Διόνυσος

  νὴ Δία καὶ σύ γε

  165 ὑγίαινε. σὺ δὲ τὰ στρώματ᾽ αὖθις λάμβανε.

  Ξανθίας

  πρὶν καὶ καταθέσθαι;

  Διόνυσος

  καὶ ταχέως μέντοι πάνυ.

  Ξανθίας

  μὴ δῆθ᾽, ἱκετεύω σ᾽, ἀλλὰ μίσθωσαί τινα

  τῶν ἐκφερομένων, ὅστις ἐπὶ τοῦτ᾽ ἔρχεται.

  Διόνυσος

  ἐὰν δὲ μὴ εὕρω;

  Ξανθίας

  τότε μ᾽ ἄγειν.

  Διόνυσος

  καλῶς λέγεις.

  170 καὶ γάρ τιν᾽ ἐκφέρουσι τουτονὶ νεκρόν,

  οὗτος, σὲ λέγω μέντοι, σὲ τὸν τεθνηκότα:

  ἄνθρωπε βούλει σκευάρι᾽ εἰς Ἅιδου φέρειν;

 

‹ Prev