Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 115
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 115

by Aristophanes


  εἶτ᾽ ἀνέτρεφον μονῳδίαις —

  Διόνυσος

  Κηφισοφῶντα μιγνύς.

  Εὐριπίδης

  945 εἶτ᾽ οὐκ ἐλήρουν ὅ τι τύχοιμ᾽ οὐδ᾽ ἐμπεσὼν ἔφυρον,

  ἀλλ᾽ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπ᾽ ἂν εὐθὺς

  τοῦ δράματος.

  Διόνυσος

  κρεῖττον γὰρ ἦν σοι νὴ Δί᾽ ἢ τὸ σαυτοῦ.

  Εὐριπίδης

  ἔπειτ᾽ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκ᾽ ἂν ἀργόν,

  ἀλλ᾽ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,

  950 χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν.

  Αἰσχύλος

  εἶτα δῆτα

  οὐκ ἀποθανεῖν σε ταῦτ᾽ ἐχρῆν τολμῶντα;

  Εὐριπίδης

  μὰ τὸν Ἀπόλλω:

  δημοκρατικὸν γὰρ αὔτ᾽ ἔδρων.

  Διόνυσος

  τοῦτο μὲν ἔασον ὦ τᾶν.

  οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.

  Εὐριπίδης

  ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα —

  Αἰσχύλος

  φημὶ κἀγώ.

  955 ὡς πρὶν διδάξαι γ᾽ ὤφελες μέσος διαρραγῆναι.

  Εὐριπίδης

  λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,

  νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,

  κάχ᾽ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα —

  Αἰσχύλος

  φημὶ κἀγώ.

  Εὐριπίδης

  οἰκεῖα πράγματ᾽ εἰσάγων, οἷς χρώμεθ᾽, οἷς ξύνεσμεν,

  960 ἐξ ὧν γ᾽ ἂν ἐξηλεγχόμην: ξυνειδότες γὰρ οὗτοι

  ἤλεγχον ἄν μου τὴν τέχνην: ἀλλ᾽ οὐκ ἐκομπολάκουν

  ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδ᾽ ἐξέπληττον αὐτούς,

  Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.

  γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.

  965 τουτουμενὶ Φορμίσιος Μεγαίνετός θ᾽ ὁ Μανῆς,

  σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,

  οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.

  Διόνυσος

  Θηραμένης; σοφός γ᾽ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,

  ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,

  970 πέπτωκεν ἔξω τῶν κακῶν, οὐ Χῖος ἀλλὰ Κεῖος.

  Εὐριπίδης

  τοιαῦτα μέντοὐγὼ φρονεῖν

  τούτοισιν εἰσηγησάμην,

  λογισμὸν ἐνθεὶς τῇ τέχνῃ

  καὶ σκέψιν, ὥστ᾽ ἤδη νοεὶν

  975 ἅπαντα καὶ διειδέναι

  τά τ᾽ ἄλλα καὶ τὰς οἰκίας

  οἰκεῖν ἄμεινον ἢ πρὸ τοῦ

  κἀνασκοπεῖν, ‘πῶς τοῦτ᾽ ἔχει;

  ποῦ μοι τοδί; τίς τοῦτ᾽ ἔλαβε;’

  Διόνυσος

  980 νὴ τοὺς θεοὺς νῦν γοῦν Ἀθηναίων

  ἅπας τις εἰσιὼν

  κέκραγε πρὸς τοὺς οἰκέτας

  ζητεῖ τε, ‘ποῦ ‘στιν ἡ χύτρα;

  τίς τὴν κεφαλὴν ἀπεδήδοκεν

  985 τῆς μαινίδος; τὸ τρύβλιον

  τὸ περυσινὸν τέθνηκέ μοι:

  ποῦ τὸ σκόροδον τὸ χθιζινόν;

  τίς τῆς ἐλάας παρέτραγεν;’

  τέως δ᾽ ἀβελτερώτατοι

  990 κεχηνότες Μαμμάκυθοι

  Μελιτίδαι καθῆντο.

  Χορός

  τάδε μὲν λεύσσεις φαίδιμ᾽ Ἀχιλλεῦ:

  σὺ δὲ τί φέρε πρὸς ταῦτα λέξεις;

  μόνον ὅπως ...

  μή σ᾽ ὁ θυμὸς ἁρπάσας

  995 ἐκτὸς οἴσει τῶν ἐλαῶν:

  δεινὰ γὰρ κατηγόρηκεν.

  ἀλλ᾽ ὅπως ὦ γεννάδα

  μὴ πρὸς ὀργὴν ἀντιλέξεις,

  ἀλλὰ συστείλας ἄκροισι

  1000 χρώμενος τοῖς ἱστίοις,

  εἶτα μᾶλλον μᾶλλον ἄξεις

  καὶ φυλάξεις,

  ἡνίκ᾽ ἂν τὸ πνεῦμα λεῖον

  καὶ καθεστηκὸς λάβῃς. Διόνυσος

  ἀλλ᾽ ὦ πρῶτος τῶν Ἑλλήνων πυργώσας ῥήματα σεμνὰ

  1005 καὶ κοσμήσας τραγικὸν λῆρον, θαρρῶν τὸν κρουνὸν ἀφίει. Αἰσχύλος

  θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν᾽ ἀγανακτεῖ,

  εἰ πρὸς τοῦτον δεῖ μ᾽ ἀντιλέγειν: ἵνα μὴ φάσκῃ δ᾽ ἀπορεῖν με,

  ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν;

  Εὐριπίδης

  δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν

  1010 τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν.

  Αἰσχύλος

  τοῦτ᾽ οὖν εἰ μὴ πεποίηκας,

  ἀλλ᾽ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας,

  τί παθεῖν φήσεις ἄξιος εἶναι;

  Διόνυσος

  τεθνάναι: μὴ τοῦτον ἐρώτα.

  Αἰσχύλος

  σκέψαι τοίνυν οἵους αὐτοὺς παρ᾽ ἐμοῦ παρεδέξατο πρῶτον,

  εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας,

  1015 μηδ᾽ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους,

  ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας

  καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους.

  Διόνυσος

  καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν: κρανοποιῶν αὖ μ᾽ ἐπιτρίψει.

  Εὐριπίδης

  καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας;

  Διόνυσος

  1020 Αἰσχύλε λέξον, μηδ᾽ αὐθάδως σεμνυνόμενος χαλέπαινε.

  Αἰσχύλος

  δρᾶμα ποιήσας Ἄρεως μεστόν.

  Διόνυσος

  ποῖον;

  Αἰσχύλος

  τοὺς ἕπτ᾽ ἐπὶ Θήβας:

  ὃ θεασάμενος π
ᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι.

  Διόνυσος

  τουτὶ μέν σοι κακὸν εἴργασται: Θηβαίους γὰρ πεποίηκας

  ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ᾽ οὕνεκα τύπτου.

  Αἰσχύλος

  1025 ἀλλ᾽ ὑμῖν αὔτ᾽ ἐξῆν ἀσκεῖν, ἀλλ᾽ οὐκ ἐπὶ τοῦτ᾽ ἐτράπεσθε.

  εἶτα διδάξας Πέρσας μετὰ τοῦτ᾽ ἐπιθυμεῖν ἐξεδίδαξα

  νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον.

  Διόνυσος

  ἐχάρην γοῦν, †ἡνίκ᾽ ἤκουσα περὶ Δαρείου τεθνεῶτος,†

  ὁ χορὸς δ᾽ εὐθὺς τὼ χεῖρ᾽ ὡδὶ συγκρούσας εἶπεν ‘ἰαυοῖ.’

  Αἰσχύλος

  1030 ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ᾽ ἀρχῆς

  ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται.

  Ὀρφεὺς μὲν γὰρ τελετάς θ᾽ ἡμῖν κατέδειξε φόνων τ᾽ ἀπέχεσθαι,

  Μουσαῖος δ᾽ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ

  γῆς ἐργασίας, καρπῶν ὥρας, ἀρότους: ὁ δὲ θεῖος Ὅμηρος

  1035 ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ᾽ ὅτι χρήστ᾽ ἐδίδαξεν,

  τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν;

  Διόνυσος

  καὶ μὴν οὐ Παντακλέα γε

  ἐδίδαξεν ὅμως τὸν σκαιότατον: πρώην γοῦν, ἡνίκ᾽ ἔπεμπεν,

  τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ᾽ ἐπιδήσειν.

  Αἰσχύλος

  ἀλλ᾽ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἥρως:

  1040 ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν,

  Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν᾽ ἐπαίροιμ᾽ ἄνδρα πολίτην

  ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ.

  ἀλλ᾽ οὐ μὰ Δί᾽ οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας,

  οὐδ᾽ οἶδ᾽ οὐδεὶς ἥντιν᾽ ἐρῶσαν πώποτ᾽ ἐποίησα γυναῖκα.

  Εὐριπίδης

  1045 μὰ Δί᾽ οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι.

  Αἰσχύλος

  μηδέ γ᾽ ἐπείη.

  ἀλλ᾽ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ ‘πικαθῆτο,

  ὥστε γε καὐτόν σε κατ᾽ οὖν ἔβαλεν.

  Διόνυσος

  νὴ τὸν Δία τοῦτό γέ τοι δή.

  ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης.

  Εὐριπίδης

  καὶ τί βλάπτουσ᾽ ὦ σχέτλι᾽ ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι;

  Αἰσχύλος

  1050 ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας

  κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας.

  Εὐριπίδης

  πότερον δ᾽ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα;

  Αἰσχύλος

  μὰ Δί᾽ ἀλλ᾽ ὄντ᾽: ἀλλ᾽ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν,

  καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν

  1055 ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ᾽ ἡβῶσι ποιηταί.

  πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς.

  Εὐριπίδης

  ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς

  καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ᾽ ἐστὶ τὸ χρηστὰ διδάσκειν,

  ὃν χρῆν φράζειν ἀνθρωπείως;

  Αἰσχύλος

  ἀλλ᾽ ὦ κακόδαιμον ἀνάγκη

  μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν.

  1060 κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι:

  καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν.

  ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ.

  Εὐριπίδης

  τί δράσας;

  Αἰσχύλος

  πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι᾽ ἀμπισχών, ἵν᾽ ἐλεινοὶ

  τοῖς ἀνθρώποις φαίνοιντ᾽ εἶναι.

  Εὐριπίδης

  τοῦτ᾽ οὖν ἔβλαψά τι δράσας;

  Αἰσχύλος

  1065 οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα,

  ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι.

  Διόνυσος

  νὴ τὴν Δήμητρα χιτῶνά γ᾽ ἔχων οὔλων ἐρίων ὑπένερθεν.

  κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν.

  Αἰσχύλος

  εἶτ᾽ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας,

  1070 ἣ ‘ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν

  τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν

  ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ᾽ ἡνίκ᾽ ἐγὼ ‘ζων,

  οὐκ ἠπίσταντ᾽ ἀλλ᾽ ἢ μᾶζαν καλέσαι καὶ ‘ῥυππαπαῖ’ εἰπεῖν.

  Διόνυσος

  νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ᾽ ἐς τὸ στόμα τῷ θαλάμακι,

  καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι:

  νῦν δ᾽ ἀντιλέγει κοὐκέτ᾽ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

  Αἰσχύλος

  ποίων δὲ κακῶν οὐκ αἴτιός ἐστ᾽;

  οὐ προαγωγοὺς κατέδειξ᾽ οὗτος,

  1080 καὶ τικτούσας ἐν τοῖς ἱεροῖς,

  καὶ μιγνυμένας τοῖσιν ἀδελφοῖς,

  καὶ φασκούσας οὐ ζῆν τὸ ζῆν;

  κᾆτ᾽ ἐκ τούτων ἡ πόλις ἡμῶν

  ὑπογραμματέων ἀνεμεστώθη

  1085 καὶ βωμολόχων δημοπιθήκων

  ἐξαπατώντων τὸν δῆμον ἀεί,

  λαμπάδα δ᾽ οὐδεὶς οἷός τε φέρειν

  ὑπ᾽ ἀγυμνασίας ἔτι νυνί.

  Διόνυσος

&n
bsp; μὰ Δί᾽ οὐ δῆθ᾽, ὥστ᾽ ἐπαφαυάνθην

  1090 Παναθηναίοισι γελῶν, ὅτε δὴ

  βραδὺς ἄνθρωπός τις ἔθει κύψας

  λευκὸς πίων ὑπολειπόμενος

  καὶ δεινὰ ποιῶν: κᾆθ᾽ οἱ Κεραμῆς

  ἐν ταῖσι πύλαις παίουσ᾽ αὐτοῦ

  1095 γαστέρα πλευρὰς λαγόνας πυγήν,

  ὁ δὲ τυπτόμενος ταῖσι πλατείαις

  ὑποπερδόμενος

  φυσῶν τὴν λαμπάδ᾽ ἔφευγεν.

  Χορός

  μέγα τὸ πρᾶγμα, πολὺ τὸ νεῖκος, ἁδρὸς ὁ πόλεμος ἔρχεται.

  1100 χαλεπὸν οὖν ἔργον διαιρεῖν,

  ὅταν ὁ μὲν τείνῃ βιαίως,

  ὁ δ᾽ ἐπαναστρέφειν δύνηται κἀπερείδεσθαι τορῶς.

  ἀλλὰ μὴ ν᾽ ταὐτῷ κάθησθον:

  ἐσβολαὶ γάρ εἰσι πολλαὶ χἄτεραι σοφισμάτων.

  1105 ὅ τι περ οὖν ἔχετον ἐρίζειν,

  λέγετον ἔπιτον ἀνά τε δέρετον

  τά τε παλαιὰ καὶ τὰ καινά,

  κἀποκινδυνεύετον λεπτόν τι καὶ σοφὸν λέγειν. Χορός

  εἰ δὲ τοῦτο καταφοβεῖσθον, μή τις ἀμαθία προσῇ

  1110 τοῖς θεωμένοισιν, ὡς τὰ

  λεπτὰ μὴ γνῶναι λεγόντοιν,

  μηδὲν ὀρρωδεῖτε τοῦθ᾽: ὡς οὐκέθ᾽ οὕτω ταῦτ᾽ ἔχει.

  ἐστρατευμένοι γάρ εἰσι,

  βιβλίον τ᾽ ἔχων ἕκαστος μανθάνει τὰ δεξιά:

  1115 αἱ φύσεις τ᾽ ἄλλως κράτισται,

  νῦν δὲ καὶ παρηκόνηνται.

  μηδὲν οὖν δείσητον, ἀλλὰ

  πάντ᾽ ἐπέξιτον θεατῶν γ᾽ οὕνεχ᾽ ὡς ὄντων σοφῶν. Εὐριπίδης

  καὶ μὴν ἐπ᾽ αὐτοὺς τοὺς προλόγους σου τρέψομαι,

  1120 ὅπως τὸ πρῶτον τῆς τραγῳδίας μέρος

  πρώτιστον αὐτοῦ βασανιῶ τοῦ δεξιοῦ.

  ἀσαφὴς γὰρ ἦν ἐν τῇ φράσει τῶν πραγμάτων.

 

‹ Prev