Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Home > Fiction > Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) > Page 129
Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics) Page 129

by Aristophanes


  ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θ᾽ ἅμα.

  οἱ δ᾽ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι

  γελῶντες εὐφημοῦντες: ἐκτυπεῖτο δὲ

  ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν.

  760 ἀλλ᾽ εἶ᾽ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου

  ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε:

  οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ,

  ὡς ἄλφιτ᾽ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ.

  Γυνή

  νὴ τὴν Ἑκάτην κἀγὼ δ᾽ ἀναδῆσαι βούλομαι

  765 εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ

  τοιαῦτ᾽ ἀπαγγείλαντα.

  Καρίων

  μή νυν μέλλ᾽ ἔτι,

  ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν.

  Γυνή

  φέρε νυν ἰοῦσ᾽ εἴσω κομίσω καταχύσματα

  ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ.

  Καρίων

  770 ἐγὼ δ᾽ ἀπαντῆσαί γ᾽ ἐκείνοις βούλομαι.

  Κομμάτιον Χοροῦ

  Πλοῦτος

  καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον,

  ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον

  χώραν τε πᾶσαν Κέκροπος ἥ μ᾽ ἐδέξατο.

  αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς,

  775 οἵοις ἄρ᾽ ἀνθρώποις ξυνὼν ἐλάνθανον,

  τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας

  ἔφευγον, εἰδὼς οὐδέν: ὦ τλήμων ἐγώ,

  ὡς οὔτ᾽ ἐκεῖν᾽ ἄρ᾽ οὔτε ταῦτ᾽ ὀρθῶς ἔδρων:

  ἀλλ᾽ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ

  780 δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι

  ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν.

  Χρεμύλος

  βάλλ᾽ ἐς κόρακας: ὡς χαλεπόν εἰσιν οἱ φίλοι

  οἱ φαινόμενοι παραχρῆμ᾽ ὅταν πράττῃ τις εὖ.

  νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια,

  785 ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα.

  ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος

  περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός;

  Γυνή

  ὦ φίλτατ᾽ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε.

  φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα

  790 ταυτὶ καταχέω σου λαβοῦσα.

  Πλοῦτος

  μηδαμῶς.

  ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν

  πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν

  πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν.

  Γυνή

  εἶτ᾽ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα;

  Πλοῦτος

  795 ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος:

  ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν.

  οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ

  ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις

  προβαλόντ᾽ ἐπὶ τούτοις εἶτ᾽ ἀναγκάζειν γελᾶν.

  Γυνή

  800 εὖ πάνυ λέγεις: ὡς Δεξίνικός γ᾽ οὑτοσὶ

  ἀνίσταθ᾽ ὡς ἁρπασόμενος τὰς ἰσχάδας.

  Χοροῦ

  Καρίων

  ὡς ἡδὺ πράττειν ὦνδρές ἐστ᾽ εὐδαιμόνως,

  καὶ ταῦτα μηδὲν ἐξενεγκόντ᾽ οἴκοθεν.

  ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν

  805 ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν.

  οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή.

  ἡ μὲν σιπύη μεστή ‘στι λευκῶν ἀλφίτων,

  οἱ δ᾽ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.

  ἅπαντα δ᾽ ἡμῖν ἀργυρίου καὶ χρυσίου

  τὰ σκευάρια πλήρη ‘στίν, ὥστε θαυμάσαι.

  810 τὸ φρέαρ δ᾽ ἐλαίου μεστόν: αἱ δὲ λήκυθοι

  μύρου γέμουσι, τὸ δ᾽ ὑπερῷον ἰσχάδων.

  ὀξὶς δὲ πᾶσα καὶ λοπάδιον καὶ χύτρα

  χαλκῆ γέγονε: τοὺς δὲ πινακίσκους τοὺς σαπροὺς

  τοὺς ἰχθυηροὺς ἀργυροῦς πάρεσθ᾽ ὁρᾶν.

  815 ὁ δ᾽ ἰπνὸς γέγον᾽ ἡμῖν ἐξαπίνης ἐλεφάντινος.

  στατῆρσι δ᾽ οἱ θεράποντες ἀρτιάζομεν

  χρυσοῖς: ἀποψώμεσθα δ᾽ οὐ λίθοις ἔτι,

  ἀλλὰ σκοροδίοις ὑπὸ τρυφῆς ἑκάστοτε.

  καὶ νῦν ὁ δεσπότης μὲν ἔνδον βουθυτεῖ

  820 ὗν καὶ τράγον καὶ κριὸν ἐστεφανωμένος:

  ἐμὲ δ᾽ ἐξέπεμψεν ὁ καπνός. οὐχ οἷός τε γὰρ

  ἔνδον μένειν ἦν. ἔδακνε γὰρ τὰ βλέφαρά μου.

  Δίκαιος

  ἕπου μετ᾽ ἐμοῦ παιδάριον, ἵνα πρὸς τὸν θεὸν

  ἴωμεν.

  Καρίων

  ἔα τίς ἔσθ᾽ ὁ προσιὼν οὑτοσί;

  Δίκαιος

  825 ἀνὴρ πρότερον μὲν ἄθλιος, νῦν δ᾽ εὐτυχής.

  Καρίων

  δῆλον ὅτι τῶν χρηστῶν τις, ὡς ἔοικας, εἶ.

  Δίκαιος

  μάλιστ᾽.

  Καρίων

  ἔπειτα τοῦ δέει;

  Δίκαιος

  πρὸς τὸν θεὸν

  ἥκω: μεγάλων γάρ μοὐστὶν ἀγαθῶν αἴτιος.

  ἐγὼ γὰρ ἱκανὴν οὐσίαν παρὰ τοῦ πατρὸς

  830 λαβὼν ἐπήρκουν τοῖς δεομένοις τῶν φίλων,

  εἶναι νομίζων χρήσιμον πρὸς τὸν βίον.

  Καρίων

  ἦ πού σε ταχέως ἐπέλιπεν τὰ χρήματα.

  Δίκαιος

  κομιδῇ μὲν οὖν.

  Καρίων

  οὐκοῦν μετὰ ταῦτ᾽ ἦσθ᾽ ἄθλιος.

  Δίκαιος

  κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως

  835 εὐηργέτησα δεομένους ἕξειν φίλους

  ὄντως βεβαίους, εἰ δεηθείην ποτέ:

  οἱ δ᾽ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μ᾽ ἔτι.

  Καρίων

  καὶ κατεγέλων δ᾽ εὖ οἶδ᾽ ὅτι.

  Δίκαιος

  κομιδ�
� μὲν οὖν:

  αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μ᾽ ἀπώλεσεν.

  Καρίων

  840 ἀλλ᾽ οὐχὶ νῦν.

  Δίκαιος

  ἀνθ᾽ ὧν ἐγὼ πρὸς τὸν θεὸν

  προσευξόμενος ἥκω δικαίως ἐνθάδε.

  Καρίων

  τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν,

  ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον.

  Δίκαιος

  καὶ τοῦτ᾽ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν.

  Καρίων

  845 μῶν οὖν ἐμυήθης δῆτ᾽ ἐν αὐτῷ τὰ μεγάλα;

  Δίκαιος

  οὐκ ἀλλ᾽ ἐνερρίγωσ᾽ ἔτη τριακαίδεκα.

  Καρίων

  τὰ δ᾽ ἐμβάδια;

  Δίκαιος

  καὶ ταῦτα συνεχειμάζετο.

  Καρίων

  καὶ ταῦτ᾽ ἀναθήσων ἔφερες οὖν;

  Δίκαιος

  νὴ τὸν Δία.

  Καρίων

  χαρίεντά γ᾽ ἥκεις δῶρα τῷ θεῷ φέρων.

  Συκοφάντης

  850 οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος,

  καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις

  καὶ δωδεκάκις καὶ μυριάκις: ἰοὺ ἰού.

  οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι.

  Καρίων

  Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι,

  855 τί ποτ᾽ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν;

  Συκοφάντης

  οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα,

  ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας

  διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν

  πάλιν αὖθις, ἤνπερ μὴ ‘λλίπωσιν αἱ δίκαι;

  Δίκαιος

  860 ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ.

  προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ,

  ἔοικε δ᾽ εἶναι τοῦ πονηροῦ κόμματος.

  Καρίων

  νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται.

  Συκοφάντης

  ποῦ ποῦ ‘σθ᾽ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους

  865 ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως,

  εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ

  πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς.

  Καρίων

  καὶ τίνα δέδρακε δῆτα τοῦτ᾽;

  Συκοφάντης

  ἐμὲ τουτονί.

  Καρίων

  ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωούχων;

  Συκοφάντης

  870 μὰ Δί᾽ οὐ μὲν οὖν ἔσθ᾽ ὑγιὲς ὑμῶν οὐδενός,

  κοὐκ ἔσθ᾽ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα.

  Καρίων

  ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν

  ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ.

  Συκοφάντης

  σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις:

  875 ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σ᾽ ἐκεῖ στρεβλούμενον

  εἰπεῖν ἃ πεπανούργηκας.

  Καρίων

  οἰμώξἄρα σύ.

  Δίκαιος

  νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γ᾽ ἄξιος

  ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθ᾽ ὅτι

  τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς.

  Συκοφάντης

  880 οἴμοι τάλας: μῶν καὶ σὺ μετέχων καταγελᾷς;

  ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί;

  ἐχθὲς δ᾽ ἔχοντ᾽ εἶδόν σ᾽ ἐγὼ τριβώνιον.

  Δίκαιος

  οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος

  τὸν δακτύλιον τονδὶ παρ᾽ Εὐδάμου δραχμῆς.

  Καρίων

  885 † ἀλλ᾽ οὐκ ἔνεστι συκοφάντου δήγματος.†

  Συκοφάντης

  ἆρ᾽ οὐχ ὕβρις ταῦτ᾽ ἐστὶ πολλή; σκώπτετον,

  ὅ τι δὲ ποιεῖτον ἐνθάδ᾽ οὐκ εἰρήκατον.

  οὐκ ἐπ᾽ ἀγαθῷ γὰρ ἐνθάδ᾽ ἐστὸν οὐδενί.

  Δίκαιος

  μὰ τὸν Δί᾽ οὔκουν τῷ γε σῷ, σάφ᾽ ἴσθ᾽ ὅτι.

  Συκοφάντης

  890 ἀπὸ τῶν ἐμῶν γὰρ ναὶ μὰ Δία δειπνήσετον.

  Καρίων

  ὡς δὴ ‘π᾽ ἀληθείᾳ σὺ μετὰ τοῦ μάρτυρος

  διαρραγείης μηδενός γ᾽ ἐμπλήμενος.

  Συκοφάντης

  ἀρνεῖσθον; ἔνδον ἐστὶν ὦ μιαρωτάτω

  πολὺ χρῆμα τεμαχῶν καὶ κρεῶν ὠπτημένων.

  895 ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ ὓ ὗ.

  Καρίων

  κακόδαιμον ὀσφραίνει τι;

  Δίκαιος

  τοῦ ψύχους γ᾽ ἴσως

  ἐπεὶ τοιοῦτόν γ᾽ ἀμπέχεται τριβώνιον.

  Συκοφάντης

  ταῦτ᾽ οὖν ἀνασχέτ᾽ ἐστὶν ὦ Ζεῦ καὶ θεοί,

  τούτους ὑβρίζειν εἰς ἔμ᾽; οἴμ᾽ ὡς ἄχθομαι

  900 ὅτι χρηστὸς ὢν καὶ φιλόπολις πάσχω κακῶς.

  Δίκαιος

  σὺ φιλόπολις καὶ χρηστός;

  Συκοφάντης

  ὡς οὐδείς γ᾽ ἀνήρ.

  Δίκαιος

  καὶ μὴν ἐπερωτηθεὶς ἀπόκριναί μοι.

  Συκοφάντης

  τὸ τί;

  Δίκαιος

  γεωργὸς εἶ;

  Συκοφάντης

  μελαγχολᾶν μ᾽ οὕτως οἴει;

  Δίκαιος

  ἀλλ᾽ ἔμπορος;

  Συκοφάντης

  ναί, σκήπτομαί γ᾽, ὅταν τύχω.

  Δίκαιος

  905 τί δαί; τέχνην τιν᾽ ἔμαθες;

  Συκοφάντης

  οὐ μὰ τὸν Δία.

  Δίκαιος

  πῶς οὖν διέζης ἢ πόθεν μηδὲν ποιῶν;

  Συκοφάντης

  τῶν τῆς πόλεώς εἰμ᾽ ἐπιμελητὴς πραγμάτων

  καὶ τῶν ἰδίων πάντων.

  Δίκαιος

  σύ; τί μαθών;

  Συκοφάντης

  βούλομαι.

  Δίκαιος

  πῶς οὖν ἂν εἴης χρηστὸς ὦ τοιχωρύχε,

  910 εἴ σοι προσῆκον μηδὲν
εἶτ᾽ ἀπεχθάνει;

  Συκοφάντης

  οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν

  εὐεργετεῖν ὦ κέπφε καθ᾽ ὅσον ἂν σθένω;

  Δίκαιος

  εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν;

  Συκοφάντης

  τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις

  915 καὶ μὴ ‘πιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ.

  Δίκαιος

  οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις

  ἄρχειν καθίστησιν;

  Συκοφάντης

  κατηγορεῖ δὲ τίς;

  Δίκαιος

  ὁ βουλόμενος.

  Συκοφάντης

  οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ,

  ὥστ᾽ εἰς ἔμ᾽ ἥκει τῆς πόλεως τὰ πράγματα.

  Δίκαιος

  920 νὴ Δία πονηρόν γ᾽ ἆρα προστάτην ἔχει.

  ἐκεῖνο δ᾽ οὐ βούλοι᾽ ἄν, ἡσυχίαν ἔχων

  ζῆν ἀργός;

  Συκοφάντης

  ἀλλὰ προβατίου βίον λέγεις,

  εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ.

  Δίκαιος

  οὐδ᾽ ἂν μεταμάθοις;

  Συκοφάντης

  οὐδ᾽ ἂν εἰ δοίης γέ μοι

  925 τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον.

  Δίκαιος

  κατάθου ταχέως θοἰμάτιον.

  Καρίων

  οὗτος, σοὶ λέγει.

  Δίκαιος

  ἔπειθ᾽ ὑπόλυσαι.

  Καρίων

  ταῦτα πάντα σοὶ λέγει.

  Συκοφάντης

  καὶ μὴν προσελθέτω πρὸς ἔμ᾽ ὑμῶν ἐνθαδὶ

  ὁ βουλόμενος.

  Καρίων

  οὐκοῦν ἐκεῖνός εἰμ᾽ ἐγώ.

  Συκοφάντης

  930 οἴμοι τάλας ἀποδύομαι μεθ᾽ ἡμέραν.

  Καρίων

  σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν.

  Συκοφάντης

  ὁρᾷς ἃ ποιεῖς; ταῦτ᾽ ἐγὼ μαρτύρομαι.

  Δίκαιος

  ἀλλ᾽ οἴχεται φεύγων ὃν ἦγες μάρτυρα.

  Συκοφάντης

 

‹ Prev