Book Read Free

Delphi Complete Works of Aristophanes (Illustrated) (Delphi Ancient Classics)

Page 130

by Aristophanes


  οἴμοι περιείλημμαι μόνος.

  Καρίων

  νυνὶ βοᾷς;

  Συκοφάντης

  935 οἴμοι μάλ᾽ αὖθις.

  Καρίων

  δὸς σύ μοι τὸ τριβώνιον,

  ἵν᾽ ἀμφιέσω τὸν συκοφάντην τουτονί.

  Δίκαιος

  μὴ δῆθ᾽: ἱερὸν γάρ ἐστι τοῦ Πλούτου πάλαι.

  Καρίων

  ἔπειτα ποῦ κάλλιον ἀνατεθήσεται

  ἢ περὶ πονηρὸν ἄνδρα καὶ τοιχωρύχον;

  940 Πλοῦτον δὲ κοσμεῖν ἱματίοις σεμνοῖς πρέπει.

  Δίκαιος

  τοῖς δ᾽ ἐμβαδίοις τί χρήσεταί τις; εἰπέ μοι.

  Καρίων

  καὶ ταῦτα πρὸς τὸ μέτωπον αὐτίκα δὴ μάλα

  ὥσπερ κοτίνῳ προσπατταλεύσω τουτῳί.

  Συκοφάντης

  ἄπειμι: γιγνώσκω γὰρ ἥττων ὢν πολὺ

  945 ὑμῶν: ἐὰν δὲ σύζυγον λάβω τινὰ

  καὶ σύκινον, τοῦτον τὸν ἰσχυρὸν θεὸν

  ἐγὼ ποιήσω τήμερον δοῦναι δίκην,

  ὁτιὴ καταλύει περιφανῶς εἶς ὢν μόνος

  τὴν δημοκρατίαν, οὔτε τὴν βουλὴν πιθὼν

  950 τὴν τῶν πολιτῶν οὔτε τὴν ἐκκλησίαν.

  Δίκαιος

  καὶ μὴν ἐπειδὴ τὴν πανοπλίαν τὴν ἐμὴν

  ἔχων βαδίζεις, ἐς τὸ βαλανεῖον τρέχε:

  ἔπειτ᾽ ἐκεῖ κορυφαῖος ἑστηκὼς θέρου.

  κἀγὼ γὰρ εἶχον τὴν στάσιν ταύτην ποτέ.

  Καρίων

  955 ἀλλ᾽ ὁ βαλανεὺς ἕλξει θύραζ᾽ αὐτὸν λαβὼν

  τῶν ὀρχιπέδων: ἰδὼν γὰρ αὐτὸν γνώσεται

  ὅτι ἔστ᾽ ἐκείνου τοῦ πονηροῦ κόμματος.

  νὼ δ᾽ εἰσίωμεν, ἵνα προσεύξῃ τὸν θεόν.

  Χοροῦ

  Γραῦς

  ἆρ᾽ ὦ φίλοι γέροντες ἐπὶ τὴν οἰκίαν

  960 ἀφίγμεθ᾽ ὄντως τοῦ νέου τούτου θεοῦ,

  ἢ τῆς ὁδοῦ τὸ παράπαν ἡμαρτήκαμεν;

  Χορός

  ἀλλ᾽ ἴσθ᾽ ἐπ᾽ αὐτὰς τὰς θύρας ἀφιγμένη

  ὦ μειρακίσκη: πυνθάνει γὰρ ὡρικῶς.

  Γραῦς

  φέρε νυν ἐγὼ τῶν ἔνδοθεν καλέσω τινά.

  Χρεμύλος

  965 μὴ δῆτ᾽: ἐγὼ γὰρ αὐτὸς ἐξελήλυθα.

  ἀλλ᾽ ὅ τι μάλιστ᾽ ἐλήλυθας λέγειν σ᾽ ἐχρῆν.

  Γραῦς

  πέπονθα δεινὰ καὶ παράνομ᾽ ὦ φίλτατε:

  ἀφ᾽ οὗ γὰρ ὁ θεὸς οὗτος ἤρξατο βλέπειν,

  ἀβίωτον εἶναί μοι πεποίηκε τὸν βίον.

  Χρεμύλος

  970 τί δ᾽ ἔστιν; ἦ που καὶ σὺ συκοφάντρια

  εν ταῖς γυναιξὶν ἦσθα;

  Γραῦς

  μὰ Δί᾽ ἐγὼ μὲν οὔ.

  Χρεμύλος

  ἀλλ᾽ οὐ λαχοῦσ᾽ ἔπινες ἐν τῷ γράμματι;

  Γραῦς

  σκώπτεις: ἐγὼ δὲ κατακέκνισμαι δειλάκρα.

  Χρεμύλος

  οὔκουν ἐρεῖς ἀνύσασα τὸν κνισμὸν τίνα;

  Γραῦς

  975 ἄκουέ νυν. ἦν μοί τι μειράκιον φίλον,

  πενιχρὸν μέν, ἄλλως δ᾽ εὐπρόσωπον καὶ καλὸν

  καὶ χρηστόν: εἰ γάρ του δεηθείην ἐγώ,

  ἅπαντ᾽ ἐποίει κοσμίως μοι καὶ καλῶς:

  ἐγὼ δ᾽ ἐκείνῳ πάντα ταῦθ᾽ ὑπηρέτουν.

  Χρεμύλος

  980 τί δ᾽ ἦν ὅ τι σου μάλιστ᾽ ἐδεῖθ᾽ ἑκάστοτε;

  Γραῦς

  οὐ πολλά: καὶ γὰρ ἐκνομίως μ᾽ ᾐσχύνετο.

  ἀλλ᾽ ἀργυρίου δραχμὰς ἂν ᾔτησ᾽ εἴκοσιν

  εἰς ἱμάτιον, ὀκτὼ δ᾽ ἂν εἰς ὑποδήματα:

  καὶ ταῖς ἀδελφαῖς ἀγοράσαι χιτώνιον

  985 ἐκέλευσεν ἂν τῇ μητρί θ᾽ ἱματίδιον:

  πυρῶν τ᾽ ἂν ἐδεήθη μεδίμνων τεττάρων.

  Χρεμύλος

  οὐ πολλὰ τοίνυν μὰ τὸν Ἀπόλλω ταῦτά γε

  εἴρηκας, ἀλλὰ δῆλον ὅτι σ᾽ ᾐχύνετο.

  Γραῦς

  καὶ ταῦτα τοίνυν οὐχ ἕνεκα μισητίας

  990 αἰτεῖν μ᾽ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα,

  ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου.

  Χρεμύλος

  λέγεις ἐρῶντ᾽ ἄνθρωπον ἐκνομιώτατα.

  Γραῦς

  ἀλλ᾽ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει

  τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ.

  995 ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ

  καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα

  ἐπόντα πεμψάσης ὑπειπούσης θ᾽ ὅτι

  εἰς ἑσπέραν ἥξοιμι —

  Χρεμύλος

  τί σ᾽ ἔδρασ᾽; εἰπέ μοι.

  Γραῦς

  ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί,

  1000 ἐφ᾽ ᾧ τ᾽ ἐκεῖσε μηδέποτέ μ᾽ ἐλθεῖν ἔτι,

  καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι

  ‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

  Χρεμύλος

  δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν,

  ἔπειτα πλουτῶν οὐκέθ᾽ ἥδεται φακῇ:

  1005 πρὸ τοῦ δ᾽ ὑπὸ τῆς πενίας ἅπανθ᾽ ὑπήσθιεν.

  Γραῦς

  καὶ μὴν πρὸ τοῦ γ᾽ ὁσημέραι νὴ τὼ θεὼ

  ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.

  Χρεμύλος

  ἐπ᾽ ἐκφοράν;

  Γραῦς

  μὰ Δί᾽ ἀλλὰ τῆς φωνῆς μόνον

  ἐρῶν ἀκοῦσαι.

  Χρεμύλος

  τοῦ λαβεῖν μὲν οὖν χάριν.

  Γραῦς

  1010 καὶ νὴ Δί᾽ εἰ λυπουμένην γ᾽ αἴσθοιτό με,

  νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.

  Χρεμύλος

  ἔπειτ᾽ ἴσως ᾔτει σ᾽ ἂν εἰς ὑποδήματα.

  Γραῦς

  μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην

&
nbsp; ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,

  1015 ἐτυπτόμην διὰ τοῦθ᾽ ὅλην τὴν ἡμέραν.

  οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.

  Χρεμύλος

  μόνος γὰρ ἥδεθ᾽, ὡς ἔοικεν, ἐσθίων.

  Γραῦς

  καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μ᾽ ἔθη.

  Χρεμύλος

  ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.

  Γραῦς

  1020 ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου.

  Χρεμύλος

  εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.

  Γραῦς

  τὸ βλέμμα θ᾽ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.

  Χρεμύλος

  οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλ᾽ ἠπίστατο

  γραὸς καπρώσης τἀφόδια κατεσθίειν.

  Γραῦς

  1025 ταῦτ᾽ οὖν ὁ θεὸς ὦ φίλ᾽ ἄνερ οὐκ ὀρθῶς ποιεῖ,

  φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.

  Χρεμύλος

  τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.

  Γραῦς

  ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία

  τὸν εὖ παθόνθ᾽ ὑπ᾽ ἐμοῦ πάλιν μ᾽ ἀντευποιεῖν,

  1030 ἢ μηδ᾽ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστ᾽ ἔχειν.

  Χρεμύλος

  οὔκουν καθ᾽ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;

  Γραῦς

  ἀλλ᾽ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.

  Χρεμύλος

  ὀρθῶς γε: νῦν δέ γ᾽ οὐκέτι ζῆν σ᾽ οἴεται.

  Γραῦς

  ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκ᾽ ὦ φίλτατε.

  Χρεμύλος

  1035 οὐκ ἀλλὰ κατασέσηπας, ὥς γ᾽ ἐμοὶ δοκεῖς.

  Γραῦς

  διὰ δακτυλίου μὲν οὖν ἔμεγ᾽ ἂν διελκύσαις.

  Χρεμύλος

  εἰ τυγχάνοι γ᾽ ὁ δακτύλιος ὢν τηλία.

  Γραῦς

  καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται,

  οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω:

  1040 ἔοικε δ᾽ ἐπὶ κῶμον βαδίζειν.

  Χρεμύλος

  φαίνεται.

  στέφανόν γέ τοι καὶ δᾷδ᾽ ἔχων πορεύεται.

  Νεανίας

  ἀσπάζομαί σε.

  Γραῦς

  τί φησιν;

  Νεανίας

  ἀρχαία φίλη,

  πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.

  Γραῦς

  τάλαιν᾽ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι.

  Χρεμύλος

  1045 ἔοικε διὰ πολλοῦ χρόνου σ᾽ ἑορακέναι.

  Γραῦς

  ποίου χρόνου ταλάνταθ᾽, ὃς παρ᾽ ἐμοὶ χθὲς ἦν;

  Χρεμύλος

  τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα:

  μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει.

  Γραῦς

  οὔκ, ἀλλ᾽ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους.

  Νεανίας

  1050 ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί,

  ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει.

  Γραῦς

  ἆ ἆ,

  τὴν δᾷδα μή μοι πρόσφερ᾽.

  Χρεμύλος

  εὖ μέντοι λέγει.

  ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ

  ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται.

  Νεανίας

  1055 βούλει διὰ χρόνου πρός με παῖσαι;

  Γραῦς

  ποῖ τάλαν;

  Νεανίας

  αὐτοῦ, λαβοῦσα κάρνα.

  Γραῦς

  παιδιὰν τίνα;

  Νεανίας

  πόσους ἔχεις ὀδόντας.

  Χρεμύλος

  ἀλλὰ γνώσομαι

  κἄγωγ᾽: ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας.

  Νεανίας

  ἀπότεισον: ἕνα γὰρ γόμφιον μόνον φορεῖ.

  Γραῦς

  1060 ταλάντατ᾽ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς,

  πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν.

  Νεανίας

  ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε.

  Χρεμύλος

  οὐ δῆτ᾽, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει,

  εἰ δ᾽ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον,

  1065 ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη.

  Γραῦς

  γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς.

  Νεανίας

  πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων

  ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.

  Γραῦς

  μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γ᾽ ὦ βδελυρὲ σύ.

  Χρεμύλος

  1070 μὰ τὴν Ἑκάτην οὐ δῆτα: μαινοίμην γὰρ ἄν.

  ἀλλ᾽ ὦ νεανίσκ᾽ οὐκ ἐῶ τὴν μείρακα

  μισεῖν σε ταύτην.

  Νεανίας

  ἀλλ᾽ ἔγωγ᾽ ὑπερφιλῶ.

  Χρεμύλος

  καὶ μὴν κατηγορεῖ γέ σου.

  Νεανίας

  τί κατηγορεῖ;

  Χρεμύλος

  εἶναί σ᾽ ὑβριστήν φησι καὶ λέγειν ὅτι

  1075 ‘ πάλαι ποτ᾽ ἦσαν ἄλκιμοι Μιλήσιοι.’

  Νεανίας

  ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι.

  Χρεμύλος

  τὸ τί;

  Νεανίας

  αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ

  οὐκ ἄν ποτ᾽ ἄλλῳ τοῦτ᾽ ἐπέτρεψ᾽ ἐγὼ ποιεῖν:

  νῦν δ᾽ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα.

  Χρεμύλος

  1080 οἶδ᾽ οἶδα τὸν νοῦν: οὐκέτ᾽ ἀξιοῖς ἴσως

  εἶναι μετ᾽ αὐτῆς.

  Γραῦς

  ὁ δ᾽ ἐπιτρέψων ἐστὶ τίς;

  Νεανίας

  οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ

  ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων.

  Χρεμύλος

  ὅμως δ᾽ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους

  1085 πίνειν, συνεκποτέ᾽ ἐστί σοι καὶ τὴν τρύγα.

  Νεανί�
�ς

  ἀλλ᾽ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά.

  Χρεμύλος

  οὐκοῦν τρύγοιπος ταῦτα πάντ᾽ ἰάσεται.

  Νεανίας

  ἀλλ᾽ εἴσιθ᾽ εἴσω: τῷ θεῷ γὰρ βούλομαι

  ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδ᾽ οὓς ἔχω.

  Γραῦς

  1090 ἐγὼ δέ γ᾽ αὐτῷ καὶ φράσαι τι βούλομαι.

  Νεανίας

  ἐγὼ δέ γ᾽ οὐκ εἴσειμι.

  Χρεμύλος

  θάρρει, μὴ φοβοῦ.

  οὐ γὰρ βιάσεται.

  Νεανίας

  πάνυ καλῶς τοίνυν λέγεις.

  ἱκανὸν γὰρ αὐτὴν πρότερον ὑπεπίττουν χρόνον.

  Γραῦς

  βάδιζ᾽: ἐγὼ δέ σου κατόπιν εἰσέρχομαι.

  Χρεμύλος

  1095 ὡς εὐτόνως ὦ Ζεῦ βασιλεῦ τὸ γρᾴδιον

  ὥσπερ λεπὰς τῷ μειρακίῳ προσείχετο.

  Χοροῦ

  Καρίων

  τίς ἔσθ᾽ ὁ κόπτων τὴν θύραν; τουτὶ τί ἦν;

  οὐδεὶς ἔοικεν: ἀλλὰ δῆτα τὸ θύριον

  φθεγγόμενον ἄλλως κλαυσιᾷ.

  Ἑρμῆς

  σέ τοι λέγω,

  1100 ὁ Καρίων, ἀνάμεινον.

  Καρίων

  οὗτος εἰπέ μοι,

  σὺ τὴν θύραν ἔκοπτες οὑτωσὶ σφόδρα;

  Ἑρμῆς

  μὰ Δί᾽ ἀλλ᾽ ἔμελλον: εἶτ᾽ ἀνέῳξάς με φθάσας.

  ἀλλ᾽ ἐκκάλει τὸν δεσπότην τρέχων ταχύ,

  ἒπειτα τὴν γυναῖκα καὶ τὰ παιδία,

  1105 ἔπειτα τοὺς θεράποντας, εἶτα τὴν κύνα,

  ἔπειτα σαυτόν, εἶτα τὴν ὗν.

  Καρίων

  εἰπέ μοι,

  τί δ᾽ ἔστιν;

  Ἑρμῆς

  ὁ Ζεὺς ὦ πόνηρε βούλεται

  ἐς ταὐτὸν ὑμᾶς συγκυκήσας τρύβλιον

  ἁπαξάπαντας ἐς τὸ βάραθρον ἐμβαλεῖν.

  Καρίων

  1110 ἡ γλῶττα τῷ κήρυκι τούτων τέμνεται.

  ἀτὰρ διὰ τί δὴ ταῦτ᾽ ἐπιβουλεύει ποιεῖν

  ἡμᾶς;

  Ἑρμῆς

  ὁτιὴ δεινότατα πάντων πραγμάτων

 

‹ Prev