Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον: πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλελοίπει. [2] ἀλλ̓ οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσεσθαι ἐν σπουδῇ εἶχον. [3] οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. [4] γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ̓ ᾧ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν. ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν ὁ τοῦ Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε. [5] Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος ἀμοιβῆς ἐλπίδα λαβὼν παῤ αὐτοῦ εἴη. [6] ὁ δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσῆλθε. [7] παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, ‘Ἐτύγχανον μέν, ὦ δέσποτα,’ εἶπεν, ‘ἅπαντά σοι ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρατιῶται Ῥωμαῖοι ῾καὶ γάρ που ἐς τὰ ταύτῃ χωρία κατ̓ ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονταἰ πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι νόμος. [8] ἀλλ̓ ὅπως, ὦ δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ ἢ τέτταρας οἱ κατάρατοι περιιόντες λωποδυτοῦσιν.’ ὁ μὲν ταῦτα: [9] εἶπεν. ἀναπεισθεὶς δὲ ὁ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς ἔσεσθαι. [10] ὁ δὲ πεντήκοντα μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη: οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε ἢ κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι: ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος οὐκ ἂν γένοιτο. [11] Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι ἐκέλευεν. [12] ὁ δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος ἐστέλλετο. [13] παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε: καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν. [14] οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει. [15] καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν. [16] οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ πολεμίᾳ ἐδύναντο. [17] ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ ἅπαντες διεφθάρησαν. [18] ὅπερ ἐπειδὴ ὁ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυσεν, ἁγίου ἀνδρός, ἵνα δὴ ὁ Γλώνης κατέλυε. [19] καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. [20] Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον ἢ πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, ἥ τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη. [21] σιτίων γὰρ τῶν ἐνταῦθα λ
ελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι, ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν πολλοῦ χρόνου ἐνδιδόντος τὰ σιτία Πέρσαις. [22] Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων, [23] εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύσαντο. διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀργυρώνητον πρὸς Περσῶν ἔλαβον. [24] ὕστερον δὲ Πέρσαι, τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου, ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ̓ οἴκου τε ἀμφότεροι ἀναχωρήσαντες ἡσυχῆ ἔμενον. [25] οὕτω μέν, ὥσπερ ἐρρήθη, ἀρξάμενος ὁ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.
Τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας τε καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων καλουμένων τὴν γῆν, ἔτι μέντοι Ἀλβανούς τε καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα ἔθνη αὐτόνομά τε καὶ Πέρσαις κατήκοα ταύτῃ ᾤκηνται. [2] ἐξικνεῖται γὰρ ἐς χώραν πολλήν, προϊόντι δὲ ἀεὶ τὸ ὄρος τοῦτο ἐς μέγα τι χρῆμα εὔρους τε καὶ ὕψους διήκει. [3] ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός τίς ἐστιν ἐν στενοχωρίᾳ πολλῇ, ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη. [4] αὕτη δὲ ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον. δίοδος γὰρ οὐδεμία τὸ λοιπὸν φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη. [5] τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππήλατα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός τε καὶ ἄλλως ὑπτία. [6] οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι ἅπαντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην. [7] οὗτοι ἢν μὲν διὰ τῆς πυλίδος ἧς ἄρτι ἐμνήσθην ἴωσιν ἐς τὰ Περσῶν τε καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τε τοῖς ἵπποις ἴασι καὶ περιόδῳ τινὶ οὐδαμῆ χρώμενοι οὐδὲ κρημνώδεσιν ἐντυχόντες χωρίοις, ὅτι μὴ τοῖς πεντήκοντα σταδίοις ἐκείνοις οἷσπερ εἰς τοὺς Ἰβηρίους ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν. [8] ἐπ̓ ἄλλας δέ τινας ἐξόδους ἰόντες πόνῳ τε πολλῷ παραγίνονται καὶ ἵπποις οὐκέτι χρῆσθαι τοῖς αὐτοῖς ἔχοντες. περιόδους τε γὰρ αὐτοὺς περιιέναι πολλὰς ἐπάναγκες καὶ ταύτας κρημνώδεις. [9] ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ ἐτεκτήνατο τῷ εἰρημένῳ καὶ φυλακτήριον κατεστήσατο. ὃ δὴ ἄλλοι τε πολλοὶ προϊόντος χρόνου ἔσχον καὶ Ἀμβαζούκης, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ Ἀναστασίῳ βασιλεῖ φίλος. [10] οὗτος Ἀμβαζούκης, ἐπειδὴ ἔς τε γῆρας ἀφῖκτο βαθὺ καὶ τελευτᾶν ἔμελλε, πέμψας παρὰ τὸν Ἀναστάσιον, χρήματά οἱ δοθῆναι ᾔτει, ἐφ̓ ῳ τό τε φυλακτήριον καὶ πύλας τὰς Κασπίας ἐνδώσει Ῥωμαίοις. [11] βασιλεὺς δὲ Ἀναστάσιος ῾δρᾶν γὰρ ἀνεπισκέπτως οὐδὲν οὔτε ἠπίστατο οὔτε εἰώθεἰ λογισάμενος ὅτι οἱ στρατιώτας ἐνταῦθα ἐκτρέφειν ἀδύνατα ἦν ἐν χωρίῳ ἐρήμῳ τε ἀγαθῶν ἁπάντων καὶ οὐδαμῆ ἐν γειτόνων ἔχοντι ἔθνος Ῥωμαίοις κατήκοον, χάριν μὲν τῷ ἀνθρώπῳ τῆς ἐς αὐτὸν εὐνοίας πολλὴν ὡμολόγει, τὸ δὲ ἔργον τοῦτο οὐδενὶ λόγῳ προσίετο. [12] Ἀμβαζούκης μὲν οὖν οὐ πολλῷ ὕστερον ἐτελεύτα νόσῳ, Καβάδης δὲ βιασάμενος τοὺς αὐτοῦ παῖδας τὰς πύλας ἔσχεν. [13] Ἀναστάσιός τε βασιλεύς, ἐπειδὴ ἐγένοντο αὐτῷ αἱ πρὸς Καβάδην σπονδαί, πόλιν ἐδείματο ἐν χωρίῳ Δάρας ὀχυράν τε ὑπερφυῶς καὶ λόγου ἀξίαν, αὐτοῦ βασιλέως ἐπώνυμον. [14] ἀπέχει δὲ αὕτη πόλεως μὲν Νισίβιδος σταδίους ἑκατὸν δυοῖν δέοντας, χώρας δὲ ἣ τὰ Ῥωμαίων τε καὶ Περσῶν διορίζει ὀκτὼ καὶ εἴκοσι μάλιστα. [15] Πέρσαι δὲ κωλύειν τὴν οἰκοδομίαν σπουδὴν ἔχοντες οὐδαμῆ ἴσχυον ἀσχολίᾳ τῇ ἐς πόλεμον τὸν Οὐννικὸν πιεζόμενοι. [16] ἐπειδή τε αὐτὸν τάχιστα Καβάδης κατέλυσε, πέμψας παρὰ Ῥωμαίους ᾐτιᾶτο πόλιν αὐτοὺς οἰκοδομήσασθαι ἄγχιστά που τῶν σφετέρων ὁρίων, ἀπειρημένον τοῦτο ἐν τοῖς Μήδοις τε καὶ Ῥωμαίοις ξυγκειμένοις τὰ πρότερα. [17] τότε μὲν οὖν Ἀναστάσιος τὰ μὲν ἀπειλῶν, τὰ δὲ φιλίαν τε τὴν ἐς αὐτὸν προτεινόμενος καὶ χρήμασιν οὐ φαύλοις δωρούμενος, παρακρούεσθαί τε καὶ τὴν αἰτίαν ἐκλύειν ἤθελε. [18] καὶ πόλιν δὲ ἄλλην ταύτῃ ὁμοίαν ἐν Ἀρμενίοις ὁ βασιλεὺς οὗτος ἀγχοτάτω ἐδείματο τῶν Περσαρμενίας ὁρίων, ἣ κώμη μὲν ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, πόλεως δὲ ἀξίωμα μέχρι ἐς τὸ ὄνομα πρὸς Θεοδοσίου βασιλέως λαβοῦσα ἐπώνυμος αὐτοῦ ἐγεγόνει. [19] ἀλλ̓ Ἀναστάσιος τείχει αὐτὴν ὀχυρωτάτῳ περιβαλὼν πράγματα Πέρσαις οὐδέν τι ἧσσον ἢ διὰ τῆς ἑτέρας πα�
�έσχετο: ἐπιτειχίσματα γὰρ αὐτῶν τῇ χώρᾳ γέγονεν ἄμφω.
Ἀναστασίου δὲ ὀλίγῳ ὕστερον τελευτήσαντος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβεν, ἀπεληλαμένων αὐτῆς τῶν Ἀναστασίου ξυγγενῶν ἁπάντων, καίπερ πολλῶν τε καὶ λίαν ἐπιφανῶν ὄντων. [2] τότε δὴ μέριμνά τις Καβάδῃ ἐγένετο μή τι Πέρσαι νεωτερίσωσιν ἐς τὸν αὑτοῦ οἶκον, ἐπειδὰν τάχιστα αὐτὸς τελευτήσῃ τὸν βίον, ἐπεὶ οὐδὲ ἀντιλογίας χωρὶς ἐς τῶν παίδων τινὰ παραπέμψαι τὴν ἀρχὴν ἔμελλε. [3] τῶν γάρ οἱ παίδων τὸν πρεσβύτατον Καόσην τῆς μὲν ἡλικίας ἕνεκα ἐς τὴν βασιλείαν ὁ νόμος ἐκάλει, ἀλλὰ Καβάδην οὐδαμῆ ἤρεσκεν. ἐβιάζετο δὲ τήν τε φύσιν καὶ τὰ νόμιμα ἡ τοῦ πατρὸς γνώμη. [4] Ζάμην δέ, ὃς τὰ δευτερεῖα ἐφέρετο, τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐκκεκομμένον ἐκώλυεν ὁ νόμος. ἑτερόφθαλμον γὰρ ἢ ἄλλῃ τινὶ λώβῃ ἐχόμενον οὐ θέμις Πέρσαις βασιλέα καθίστασθαι. [5] Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεγόνει, ὑπερηγάπα μὲν ὁ πατήρ, ὁρῶν δὲ Πέρσας σχεδόν τι εἰπεῖν ἅπαντας τεθηπότας τὴν Ζάμου ἀνδρείαν ῾ἦν γὰρ ἀγαθὸς τὰ πολέμιἀ καὶ τὴν ἄλλην ἀρετὴν σέβοντας, ἔδεισε μὴ Χοσρόῃ ἐπαναστάντες ἔργα ἀνήκεστα ἐς τὸ γένος καὶ τὴν βασιλείαν ἐργάσωνται. [6] ἔδοξεν οὖν αὐτῷ ἄριστον εἶναι τόν τε πόλεμον καὶ τὰς τοῦ πολέμου αἰτίας διαλῦσαι Ῥωμαίοις, ἐφ̓ ᾧ Χοσρόης παῖς ἐσποιητὸς Ἰουστίνῳ βασιλεῖ γένοιτο: οὕτω γάρ οἱ μόνως τὸ ὀχυρὸν ἐπὶ τῇ ἀρχῇ διασώσασθαι. διὸ δὴ πρέσβεις τε ὑπὲρ τούτων καὶ γράμματα ἐς Βυζάντιον Ἰουστίνῳ βασιλεῖ ἔπεμψεν. [7] ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Οὐ δίκαια μὲν πεπονθέναι πρὸς Ῥωμαίων ἡμᾶς καὶ αὐτὸς οἶσθα, ἐγὼ δὲ ὑμῖν τὰ ἐγκλήματα πάντα ἀφεῖναι παντελῶς ἔγνωκα, ἐκεῖνο εἰδώς, ὡς οὗτοι ἂν μάλιστα τῶν ἀνθρώπων νικῷεν, οἵ γε, προσόντος αὐτοῖς τοῦ δικαίου, εἶτα ἐλασσούμενοι ἑκόντες εἶναι τῶν φίλων ἡσσῶνται. [8] χάριν μέντοι αἰτοῦμαί σε ὑπὲρ τούτων τινά, ἣ ἂν οὐχ ἡμᾶς αὐτοὺς μόνον, ἀλλὰ καὶ τὸ ἑκατέρου ὑπήκοον ἅπαν ἔς τε τὸ ξυγγενὲς συνδέουσα καὶ τὴν ἀπ̓ αὐτοῦ ὡς τὸ εἰκὸς εὔνοιαν, ἐς κόρον δή που τῶν τῆς εἰρήνης ἀγαθῶν καταστήσασθαι ἱκανὴ εἴη. [9] λέγω δὲ ὅπως ἂν Χοσρόην τὸν ἐμόν, ὅς μοι τῆς βασιλείας διάδοχος ἔσται, εἰσποιητὸν παῖδα ποιήσαιο.’ [10] Ταῦτα ἐπεὶ ἀπενεχθέντα Ἰουστῖνος βασιλεὺς εἶδεν, αὐτός τε περιχαρὴς ἐγένετο καὶ Ἰουστινιανὸς ὁ βασιλέως ἀδελφιδοῦς, ὃς δὴ αὐτῷ καὶ τὴν βασιλείαν ἐκδέξασθαι ἐπίδοξος ἦν. [11] καὶ κατὰ τάχος ἐς τὴν πρᾶξιν ἠπειγέσθην τὴν ἐσποίησιν ἐν γράμμασι θέσθαι ᾗ νόμος Ῥωμαίοις, εἰ μὴ Πρόκλος ἐκώλυσεν, ὃς βασιλεῖ τότε παρήδρευε τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχων, ἀνὴρ δίκαιός τε καὶ χρημάτων διαφανῶς ἀδωρότατος. [12] διὸ δὴ οὔτε νόμον τινὰ εὐπετῶς ἔγραφεν οὔτε τι τῶν καθεστώτων κινεῖν ἤθελεν, ὃς καὶ τότε ἀνταίρων ἔλεξε τοιάδε: [13] ‘Νεωτέροις μὲν ἐγχειρεῖν πράγμασιν οὔτε εἴωθα καὶ ἄλλως δέδοικα πάντων μάλιστα, εὖ εἰδὼς ὅτι ἐν τῷ νεωτεροποιῷ τό γε ἀσφαλὲς οὐδαμῶς σώζεται. [14] δοκῶ δέ μοι, εἰ καὶ λίαν τις ἦν περὶ ταῦτα θρασύς, ἀποκνῆσαι ἂν ἐς τήνδε τὴν πρᾶξιν: καὶ κατορρωδῆσαι τὸν ἐξ αὐτῆς σάλον: [15] οὐ γὰρ ἄλλο οὐδὲν οἶμαι ἔν γε τῷ παρόντι ἡμῖν ἐν βουλῇ εἶναι ἢ ὅπως ἂν τὰ Ῥωμαίων πράγματα Πέρσαις εὐπρεπεῖ παραδοίημεν λόγῳ, οἵ γε οὐκ ἐγκρυφιάζοντες οὐδὲ παραπετάσμασί τισι χρώμενοι, ἀλλὰ διαρρήδην ὁμολογοῦντες τὸ βούλευμα, οὕτως ἀνέδην ἀφαιρεῖσθαι τὴν βασιλείαν ἡμᾶς ἀξιοῦσι, τῷ μὲν τῆς ἀπάτης φανερῷ τὴν ἀφέλειαν προϊσχόμενοι, λόγῳ δὲ ἀναιδεῖ τὴν ἀπραγμοσύνην προβεβλημένοι. [16] καίτοι χρῆν ἑκάτερον ὑμῶν ταύτην τῶν βαρβάρων τὴν πεῖραν παντὶ ἀποκρούεσθαι σθένει: σὲ μέν, ὦ βασιλεῦ, ὅπως δὴ μὴ Ῥωμαίων εἴης βασιλεὺς ὕστατος, σὲ δέ, ὦ στρατηγέ, ὅπως ἂν μὴ σαυτῷ ἐς τὴν βασιλείαν ἐμποδὼν γένοιο. [17] τὰ μὲν γὰρ ἄλλα σοφίσματα λόγου ὡς ἐπὶ πλεῖστον σεμνότητι καλυπτόμενα ἴσως ἄν που καὶ ἑρμηνέως τοῖς πολλοῖς δέοιτο, αὕτη δὲ ἄντικρυς ἐκ προοιμίων εὐθὺς ἡ πρεσβεία τῷ Ῥωμαίων βασιλεῖ Χοσρόην τοῦτον, ὅστις ποτέ ἐστι, κληρονόμον εἰσποιεῖν βούλεται. [18] οὑτωσὶ γάρ μοι περὶ τούτων διαλογίζεσθε: φύσει τοῖς παισὶ τὰ τῶν πατέρων ὀφείλεται, οἵ τε νόμοι τῷ διαλλάσσοντι ἀλλήλοις ἀεὶ ἐν πᾶσιν ἀνθρώποις μαχόμενοι ἐνταῦθα ἔν τε Ῥωμαίοις καὶ πᾶσι βαρβάροις ξυνίασί τε καὶ ξυνομολογοῦντες ἀλλήλοις κυρίους ἀποφαίνουσι τοὺς παῖδας εἶναι τοῦ τοῦ πατρὸς κλήρου. ὥστε τὰ πρῶτα ἑλομένοις ὑμῖν πάντα λελείψεται τὰ λοιπὰ ξυγχωρεῖν.’ [19] Πρόκλος μὲν τοσαῦτα εἶπε. βασιλεὺς δὲ καὶ ὁ βασιλέως ἀδελφιδοῦς τούς τε λόγους ἐνεδέχοντο καὶ τὸ πρακτέον ἐν βουλῇ ἐποιοῦντο. [20] ἐν τούτῳ δὲ καὶ ἄλλα Καβάδης γράμματα πρὸς Ἰουστῖνον βασιλέα πέμψας, ἄνδρας τε αὐτὸν στεῖλαι δοκίμους ἠξίου, ἐφ̓ ᾧ τὴν εἰρήνην πρὸς αὐτὸν θήσονται, καὶ γράμμασι τὸν τρόπον σημῆναι καθ̓ ὃν ἂν αὐτῷ τὴν τοῦ παιδὸς εἰσποίησιν θέσθαι βουλομένῳ εἴη. [21] καὶ τότε δὴ Πρόκλος ἔτι μᾶλλον ἢ πρότερον τὴν Περσῶν πεῖραν διέβαλλε, μέλειν τε αὐτοῖς ἰσχυρίζετο ὅπως δὴ τὸ Ῥωμαίων κράτος σφίσιν αὐτοῖς ὡς ἀσφαλέστατα προσποιήσωνται. [22] καὶ γνώμην ἀπέφαινε τὴν μὲν εἰρήνην αὐτοῖς αὐτ
ίκα δὴ μάλα περαίνεσθαι, ἄνδρας δὲ τοὺς πρώτους ἐκ βασιλέως ἐπ̓ αὐτῇ στέλλεσθαι, οὓς δὴ δεήσει πυνθανομένῳ τῷ Καβάδῃ καθ̓ ὅ τι δεῖ τὴν ἐσποίησιν Χοσρόῃ γενέσθαι, διαρρήδην ἀποκρίνασθαι ὅτι δεῖ ὡς βαρβάρῳ προσήκει, δηλῶν ὅτι οὐ γράμμασιν οἱ βάρβαροι τοὺς παῖδας ἐς ποιοῦνται, ἀλλ̓ ὅπλων σκευῇ. [23] οὕτω τοίνυν τοὺς πρέσβεις Ἰουστῖνος βασιλεὺς ἀπεπέμψατο, ἄνδρας τοὺς Ῥωμαίων ἀρίστους ἕψεσθαι σφίσιν οὐκ ἐς μακρὰν ὑποσχόμενος, οἳ τά τε ἀμφὶ τῇ εἰρήνῃ καὶ τῷ Χοσρόῃ ὡς ἄριστα διοικήσονται. [24] γράμμασί τε Καβάδην κατὰ ταὐτὸ ἠμείψατο. στέλλονται τοίνυν ἐκ μὲν Ῥωμαίων Ὑπάτιος, Ἀναστασίου τοῦ πρώην βεβασιλευκότος ἀδελφιδοῦς, πατρίκιός τε καὶ ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα ἔχων, καὶ Ῥουφῖνος ὁ Σιλβανοῦ παῖς, ἔν τε πατρικίοις ἀνὴρ δόκιμος καὶ Καβάδῃ ἐκ πατέρων αὐτῶν γνώριμος: [25] ἐκ Περσῶν δὲ ἀνὴρ δυνατώτατός τε καὶ ἐξουσίᾳ πολλῇ χρώμενος, ὄνομα μὲν Σεόσης, ἀδρασταδάραν σαλάνης δὲ τὸ ἀξίωμα, καὶ Μεβόδης, [26] τὴν τοῦ μαγίστρου ἔχων ἀρχήν. οἳ δὴ ἐς χῶρόν τινα ξυνιόντες ὃς γῆν τὴν Ῥωμαίων τε καὶ Περσῶν διορίζει, ἀλλήλοις τε ξυγγινόμενοι ἔπρασσον ὅπως τά τε διάφορα διαλύσουσι καὶ τὰ ἀμφὶ τῇ εἰρήνῃ εὖ θήσονται. [27] ἧκε δὲ καὶ Χοσρόης ἐς ποταμὸν Τίγρην, ὃς δὴ πόλεως Νισίβιδος διέχει δυοῖν ἡμέραιν ὁδῷ μάλιστα, ὅπως, ἐπειδὰν τὰ ἐς τὴν εἰρήνην ἑκατέροις δοκῇ ὡς ἄριστα ἔχειν, αὐτὸς ἐς Βυζάντιον στέλλοιτο. [28] πολλοὶ μὲν οὖν καὶ ἄλλοι λόγοι πρὸς ἀμφοτέρων ὑπὲρ τῶν ἐν σφίσι διαφόρων ἐλέγοντο, καὶ γῆν δὲ τὴν Κολχίδα ἣ νῦν Λαζικὴ ἐπικαλεῖται Σεόσης ἔλεγε Περσῶν κατήκοον τὸ ἀνέκαθεν οὖσαν βιασαμένους λόγῳ οὐδενὶ Ῥωμαίους ἔχειν. [29] ταῦτα Ῥωμαῖοι ἀκούσαντες δεινὰ ἐποιοῦντο, εἰ καὶ Λαζικὴ πρὸς Περσῶν ἀντιλέγοιτο. ἐπεὶ δὲ καὶ τὴν ἐσποίησιν ἔφασκον δεῖν γενέσθαι Χοσρόῃ οὕτως ὥσπερ βαρβάρῳ προσήκει, οὐκ ἀνεκτὰ Πέρσαις ἔδοξεν εἶναι. [30] ἑκάτεροι οὖν διαλυθέντες ἐπ̓ οἴκου ἀνεχώρησαν, καὶ Χοσρόης ἄπρακτος πρὸς τὸν πατέρα ἀπιὼν ᾤχετο, περιώδυνός τε ὢν τοῖς ξυμπεσοῦσι καὶ Ῥωμαίους εὐχόμενος τῆς ἐς αὐτὸν ὕβρεως τίσασθαι. [31] Μετὰ δὲ Μεβόδης μὲν τὸν Σεόσην διέβαλλε Καβάδῃ, ὡς δὴ ἐξεπίτηδες, οὔ οἱ ἐπιτεταγμένον πρὸς τοῦ δεσπότου, τὸν Λαζικῆς λόγον προθείη, τὴν εἰρήνην ἐκκρούων Ὑπατίῳ τε κοινολογησάμενος πρότερον, ὃς δὴ βασιλεῖ τῷ οἰκείῳ εὐνοϊκῶς ὡς ἥκιστα ἔχων τήν τε εἰρήνην καὶ τὴν Χοσρόου ἐσποίησιν ἔργῳ ἐπιτελῆ οὐκ ἐῴη γενέσθαι, πολλὰ δὲ καὶ ἄλλα κατηγοροῦντες οἱ ἐχθροὶ τὸν Σεόσην ἐς δίκην ἐκάλουν. [32] Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον. τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ ἀνδρὸς χαλεπῶς εἶχον. [33] ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι. [34] ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περσῶν νόμιμα. [35] καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν σώματα. [36] οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει, ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ ἤθελεν. [37] οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δἰ ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι. οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς ἐξ ἀνθρώπων ἠφάνιστο. [38] ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς βασιλέα διέβαλλε. [39] διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεύς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.
Delphi Complete Works of Procopius Page 128