Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 130
Delphi Complete Works of Procopius Page 130

by Procopius of Caesarea


  Χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰουστῖνος βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ξὺν αὑτῷ ἀνειπὼν ἐτελεύτησε, καὶ ἀπ̓ αὐτοῦ ἐς μόνον Ἰουστινιανὸν ἡ βασιλεία ἦλθεν. [2] οὗτος Ἰουστινιανὸς ἐκέλευε Βελισάριον δείμασθαι φρούριον ἐν χωρίῳ Μίνδουος, ὃ πρὸς αὐτοῖς ἐστι τοῖς Περσῶν ὁρίοις, [3] ἐν ἀριστερᾷ ἐς Νίσιβιν ἰόντι. ὁ μὲν οὖν σπουδῇ πολλῇ τὰ βασιλεῖ δόξαντα ἐπιτελῆ ἐποίει, τό τε ὀχύρωμα ἐς ὕψος ἤδη πολυανθρωπίᾳ τεχνιτῶν ᾔρετο. [4] Πέρσαι δὲ ἀπεῖπον μὴ οἰκοδομήσασθαι περαιτέρω μηδέν, οὐ λόγοις μόνον, ἀλλὰ καὶ τοῖς ἔργοις διακωλυταὶ ἀπειλοῦντες οὐκ ἐς μακρὰν ἔσεσθαι. [5] ταῦτα ἐπεὶ βασιλεὺς ἤκουσεν ῾οὐ γὰρ οἷός τε ἦν Βελισάριος Πέρσας ἐνθένδε τῷ παρόντι στρατῷ ἀποκρούεσθαἰ, ἄλλην τε στρατιὰν ἐπήγγελλεν αὐτόσε ἰέναι καὶ Κούτζην τε καὶ Βούζην, οἳ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἦρχον τότε. τούτω δὲ ἀδελφὼ μὲν ἐκ Θρᾴκης ἤστην, νέω δὲ ἄμφω καὶ οὐ ξὺν τῷ ἀσφαλεῖ τοῖς πολεμίοις εἰς χεῖρας ἰόντε. [6] ἑκάτεροι μὲν οὖν ξυλλεγέντες ἐπὶ τὴν οἰκοδομίαν ἀθρόοι ᾔεσαν, Πέρσαι μὲν αὐτὴν παντὶ σθένει διακωλύσοντες, Ῥωμαῖοι δὲ τοῖς τεκταινομένοις ἐπαμυνοῦντες. [7] μάχης δὲ καρτερᾶς γενομένης ἡσσῶνται Ῥωμαῖοι, φόνος τε αὐτῶν πολὺς γέγονε, τινὰς δὲ καὶ ἐζώγρησαν οἱ πολέμιοι. [8] ἐν τούτοις ἦν καὶ Κούτζης. οὓς δὴ οἱ Πέρσαι ἅπαντας ἐς τὰ οἰκεῖα ἤθη ἀπαγαγόντες, δήσαντές τε τὸν ἅπαντα χρόνον ἐν σπηλαίῳ καθεῖρξαν, καὶ τοῦ φρουρίου τὴν οἰκοδομίαν οὐδενὸς ἔτι ἀμυνομένου εἰς ἔδαφος καθεῖλον. [9] Ὕστερον δὲ βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν τῆς ἕω Βελισάριον καταστησάμενος, στρατεύειν ἐπὶ Πέρσας ἐκέλευεν. ὁ δὲ στρατιὰν λόγου πολλοῦ ἀξίαν ἀγείρας ἐς Δάρας ἦλθε. [10] καί οἱ Ἑρμογένης ξυνδιακοσμήσων τὸν στρατὸν ἐκ βασιλέως ἀφίκετο, τὸ τοῦ μαγίστρου ἀξίωμα ἔχων, ὃς Βιταλιανῷ παρήδρευε πρότερον ἡνίκα βασιλεῖ Ἀναστασίῳ πολέμιος ἦν. [11] καὶ Ῥουφῖνον δὲ πρεσβευτὴν βασιλεὺς ἔπεμψεν, ὃν δὴ ἐν Ἱεραπόλει τῇ πρὸς τῷ Εὐφράτῃ ποταμῷ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευε. λόγοι γὰρ ἤδη πολλοὶ ἀμφοτέροις ἀμφὶ τῇ εἰρήνῃ ἐγίνοντο. [12] ἄφνω δέ τις Βελισαρίῳ τε καὶ Ἑρμογένει ἀπήγγελλεν ὡς Πέρσαι ἐσβάλλειν ἐπίδοξοί εἰσιν ἐς γῆν τὴν Ῥωμαίων, πόλιν Δάρας αἱρήσειν ἐν σπουδῇ ἔχοντες. [13] οἱ δὲ ταῦτα ἀκούσαντες τὰ ἐς τὴν παράταξιν ἐξηρτύοντο ὧδε. τῆς πύλης ἣ πόλεως Νισίβιδος καταντικρὺ κεῖται οὐ μακρὰν ἄποθεν, ἀλλ̓ ὅσον λίθου βολήν, τάφρον βαθεῖάν τινα ὤρυξαν, διεξόδους πολλὰς ἔχουσαν. οὐκ ἐπ̓ εὐθείας μέντοι ἡ τάφρος ἥδε ὀρώρυκτο, ἀλλὰ τρόπῳ τοιῷδε. [14] κατὰ μὲν τὸ μέσον βραχεῖά τις ἐγεγόνει εὐθεῖα, ἐφ̓ ἑκάτερα δὲ αὐτῆς ὀρθαὶ κεραῖαι πεποίηντο δύο, ἔς τε τὰ πέρατα ταῖν ὀρθαῖν κεραίαιν αὖθις τὰς τάφρους ἐπὶ πλεῖστον εὐθείας ἐξῆγον. [15] οἱ μὲν οὖν Πέρσαι οὐκ ἐς μακρὰν στρατῷ πολλῷ ἦλθον, ἔν τὲ Ἀμμώδιος χωρίῳ, πόλεως Δάρας μέτρῳ εἴκοσι σταδίων ἀπέχοντι, [16] ἐστρατοπεδεύσαντο ἅπαντες. ἄρχοντες δὲ ἄλλοι τε ἦσαν καὶ Πιτυάξης καὶ Βαρεσμανᾶς ἑτερόφθαλμος. στρατηγὸς δὲ εἷς ἅπασιν ἐφειστήκει, Πέρσης ἀνήρ, μιρράνης μὲν τὸ ἀξίωμα ῾οὕτω γὰρ τὴν ἀρχὴν καλοῦσι Πέρσαἰ, Περόζης δὲ ὄνομα. [17] ὃς δὴ αὐτίκα παρὰ Βελισάριον πέμψας τὸ βαλανεῖον ἐν παρασκευῇ ἐκέλευε ποιεῖσθαι: λοῦσθαι γάρ οἱ ἐνταῦθα τῇ ὑστεραίᾳ βουλομένῳ εἶναι. [18] διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν ξυμβολὴν καρτερώτατα ἐξηρτύοντο, ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ μαχούμενοι. [19] Ἅμα τε ἡλίῳ ἀνίσχοντι τοὺς πολεμίους ἐπὶ σφᾶς προϊόντας ὁρῶντες ἐτάξαντο ὧδε. εὐθείας μὲν τὰ ἔσχατα τῆς ἀριστερᾶς ἣ ἔνερθεν ἦν τῆς ὀρθῆς κεραίας μέχρι ἐς τὸν λόφον ὃς ταύτῃ ἀνέχει, Βούζης εἶχε ξὺν ἱππεῦσι πολλοῖς καὶ Φάρας Ἔρουλος ξὺν ὁμογενέσι τριακοσίοις: [20] ἐν δεξιᾷ δὲ αὐτῶν τῆς τάφρου ἐκτὸς κατὰ τὴν γωνίαν ἣν ἥ τε ὀρθὴ κεραία καὶ ἡ ἐνθένδε εὐθεῖα ἐποίει, Σουνίκας τε ἦν καὶ Ἀϊγάν, Μασσαγέται γένος, ξὺν ἱππεῦσιν ἑξακοσίοις, ὅπως, ἢν οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν τραπεῖεν, αὐτοὶ πλάγιοι κατὰ τάχος ἰόντες κατὰ νώτου τε τῶν πολεμίων γινόμενοι τοῖς ἐκείνῃ Ῥωμαίοις ἀμύνειν εὐπετῶς δύνωνται. ἐπὶ θάτερα δὲ τρόπῳ τῷ αὐτῷ ἐτετάχατο: [21] τῆς μὲν γὰρ εὐθείας τὰ ἔσχατα ἱππεῖς πολλοὶ εἶχον, ὧν Ἰωάννης τε ὁ Νικήτου ἦρχε καὶ Κύριλλός τε καὶ Μάρκελλος: ξυνῆν δὲ αὐτοῖς καὶ Γερμανὸς καὶ Δωρόθεος: ἐς γωνίαν δὲ τὴν ἐν δεξιᾷ ἱππεῖς ἐτάξαντο ἑξακόσιοι, ὧν Σίμμας τε καὶ Ἀσκὰν Μασσαγέται ἦρχον, ἵνα, ὅπερ εἴρηται, τῶν ἀμφὶ τὸν Ἰωάννην τρεπομένων, ἂν οὕτω τύχῃ, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι κατὰ νώτου τῶν Περσῶν ἴωσι. [22] πανταχῆ δὲ τῆς τάφρου οἵ τε τῶν ἱππέων κατάλογοι καὶ ὁ πεζὸς στρατὸς ἵστατο. ὧν δὴ ὄπισθεν οἵ τε ἀμφὶ Βελισάριον καὶ Ἑρμογένην κατὰ μέσους εἱστήκεσαν. [23] ὧδε μὲν Ῥωμαῖοι ἐς πεντακισχιλίους τε καὶ δισμυρίους ξυνιόντες ἐτάξαντο, Περσῶν δὲ ὁ στρατὸς μυριάδες μὲν τέσσαρες ἱππέων τε καὶ πεζῶν ἦσαν, ἐφεξῆς δὲ ἅπαντες μετωπηδὸν ἵσταντο, ὡς βαθύτατον τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. [24] χρόνον μὲν οὖν πολὺν μάχης ἐς ἀλλήλους οὐδέτεροι ἦρχον, ἀλλὰ θαυμάζουσί τε τὴν Ῥωμαίων εὐκοσμίαν Πέρσαι ἐῴκεσαν καὶ ὅ τι χρήσονται το�
�ς παροῦσιν ἀπορουμένοις. [25] Τῆς δὲ ἡμέρας ἀμφὶ δείλην ὀψίαν μοῖρά τις τῶν ἱππέων οἳ κέρας τὸ δεξιὸν εἶχον, ἀποσχισθέντες τοῦ ἄλλου στρατοῦ, τοῖς ἀμφὶ Βούζην τε καὶ Φάραν ἐπῆλθον. [26] οἱ δὲ ὀπίσω κατὰ βραχὺ ὑπεχώρησαν. Πέρσαι δὲ αὐτοὺς οὐκ ἐδίωξαν, ἀλλ̓ αὐτοῦ ἔμενον, κύκλωσιν, οἶμαι, πρὸς τῶν πολεμίων τινὰ δείσαντες. μετὰ δὲ Ῥωμαῖοι μὲν οἱ φυγόντες ἐκ τοῦ αἰφνιδίου πρὸς αὐτοὺς ὥρμησαν. [27] οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ὀπίσω ἀπήλαυνον ἐς τὴν φάλαγγα, καὶ αὖθις οἵ τε ἀμφὶ Βούζην καὶ Φάραν ἐν χώρᾳ τῇ οἰκείᾳ ἐτάξαντο. [28] ἐν τούτῳ τῷ ἔργῳ Περσῶν ἑπτὰ ἔπεσον, ὧν δὴ τῶν σωμάτων Ῥωμαῖοι ἐκράτησαν, καὶ τὸ λοιπὸν ἡσυχάζοντες ἐν τάξει ἑκάτεροι ἔμενον. [29] εἷς δὲ ἀνὴρ Πέρσης νεανίας, ἄγχιστα τοῦ Ῥωμαίων στρατοῦ τὸν ἵππον ἐλάσας, προὐκαλεῖτο ἅπαντας εἴ τίς οἱ βούλοιτο ἐς χεῖρας ἰέναι. [30] καὶ τῶν μὲν ἄλλων ὑποστῆναι τὸν κίνδυνον ἐτόλμα οὐδείς, Ἀνδρέας δὲ ἦν τις ἐν τοῖς Βούζου οἰκείοις, οὐ στρατιώτης μὲν οὐδέ τι ἀσκήσας τῶν κατὰ τὸν πόλεμον πώποτε, παιδοτρίβης δὲ καὶ παλαίστρᾳ τινὶ ἐν Βυζαντίῳ ἐφεστηκώς. [31] διὸ δὴ καὶ τῷ στρατῷ εἵπετο, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, γένος δὲ Βυζάντιος ἦν. οὗτος ἐθάρσησε μόνος, οὔτε Βούζου οὔτε ἄλλου ὁτουοῦν ἐπαγγείλαντος, αὐτόματος τῷ ἀνθρώπῳ ἐς μονομαχίαν ἐπεξιέναι. φθάσας δὲ τὸν βάρβαρον ἔτι περισκοπούμενον ὅπη ὁρμήσεται, παρὰ μαζὸν τὸν δεξιὸν τῷ δόρατι παίει. [32] ὁ δὲ πληγὴν ἀνδρὸς ἰσχυροῦ λίαν οὐκ ἐνεγκὼν ἐκ τοῦ ἵππου ἐς ἔδαφος πίπτει. καὶ αὐτὸν Ἀνδρέας μαχαίρᾳ τινὶ βραχείᾳ ὥσπερ ἱερεῖον ὑπτίως κείμενον ἔθυσε, κραυγή τε ὑπερφυὴς ἔκ τε τοῦ περιβόλου καὶ τοῦ Ῥωμαίων στρατοπέδου ἤρθη. [33] Πέρσαι δὲ τῷ γεγονότι περιαλγήσαντες ἕτερον εἰς τὴν αὐτὴν πρᾶξιν ἱππέα καθῆκαν, ἀνδρεῖον μὲν καὶ μεγέθους σώματος πέρι εὖ ἥκοντα, οὐ νεανίαν δέ, ἀλλὰ καί τινας τῶν ἐν τῇ κεφαλῇ τριχῶν πολιὸν ὄντα. [34] ὃς δὴ παρὰ τὸ τῶν πολεμίων στράτευμα ἐπιών, ἐπὶ πλεῖστον δὲ τὴν μάστιγα σείων ᾗ παίειν τὸν ἵππον εἰώθει, Ῥωμαίων τὸν βουλόμενον ἐς μάχην ἐκάλει. [35] οὐδενὸς δέ οἱ ἐπεξιόντος, Ἀνδρέας αὖθις ἅπαντας λαθὼν ἐς μέσον ἦλθε, καίπερ αὐτῷ πρὸς τοῦ Ἑρμογένους ἀπειρημένον. [36] ἄμφω γοῦν τοῖς δόρασιν ἐς ἀλλήλους θυμῷ πολλῷ ἐχόμενοι ὥρμησαν, καὶ τά τε δόρατα τοῖς θώραξιν ἐρεισθέντα δεινῶς ἀπεκρούσθη οἵ τε ἵπποι ἐς τὰς κεφαλὰς ἀλλήλοις συγκρούσαντες ἔπεσόν τε αὐτοὶ καὶ τοὺς ἐπιβάτας ἀπέβαλον. [37] τὼ δὲ ἄνδρε τούτω ἄγχιστά: πη πεσόντε ἀλλήλοιν ἐξανίστασθαι σπουδῇ πολλῇ ἄμφω ἠπειγέσθην, ἀλλ̓ ὁ μὲν Πέρσης τοῦτο δρᾶν, ἅτε οἱ τοῦ μεγέθους ἀντιστατοῦντος, οὐκ εὐπετῶς εἶχεν, Ἀνδρέας δὲ προτερήσας ῾τοῦτο γὰρ αὐτῷ ἡ κατὰ τὴν παλαίστραν μελέτη ἐδίδοὐ τῷ τε γόνατι ἐξανιστάμενον αὐτὸν ἔτυψε καὶ αὖθις εἰς τὸ ἔδαφος πεσόντα ἔκτεινε. [38] κραυγή τε ἐκ τοῦ τείχους καὶ τοῦ Ῥωμαίων στρατοῦ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ἤρθη: καὶ οἱ μὲν Πέρσαι ἐς τὸ Ἀμμώδιος τὴν φάλαγγα διαλύσαντες ἀνεχώρησαν, οἱ δὲ Ῥωμαῖοι παιανίσαντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο. [39] ἤδη γὰρ καὶ ξυνεσκόταζεν. οὕτω τε ἀμφότεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

  Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, ‘Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ τὸ [2] βραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε. [3] σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ. [4] ἀλλ̓ ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκός, εἴης τῶν ξυμβησομένων [5] δεινῶν αἴτιος.’ ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε, ‘Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθείς, εἰ μὴ Ῥωμαίων ἡ ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ ξυγκείμενα. [6] ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην, ἐν ὅπλοις ἠναγκάσμεθα παῤ ὑμᾶς ἥκειν, ὑμεῖς δέ, ὦ φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε ἢ πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς ἢ τεθνάναι ἢ καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.’ τοσαῦτα μὲν καὶ ὁ Μιρράνης ἀντέγραψεν. [7] αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε, ‘Οὐ πάντα χρή, ὦ βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθα�
�, οὐδὲ τοῖς πέλας ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα. [8] Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς μακρὰν εἴσῃ. [9] γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων ἀντιταξόμεθα ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμοσύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν ἐγνώκατε. [10] ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παῤ ἑκατέρων ἀπ̓ ἄκρων σημείων [11] ἐς τὴν ξυμβολὴν ἀναψάμενοι.’ τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε, ‘Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παῤ ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω. [12] ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω.’ ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν. [13] Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε, ‘Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ̓ ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν τοῖς κινδύνοις εἰώθασι Πέρσαι. [14] ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη. [15] μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἢ ἐμπειρίας κεκτῆσθαι πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον ἢ τὰ πρότερα ὄντες ἐτύγχανον: οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν φάλαγγα καθίστασθαι τετολμήκασιν. [16] οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ̓ ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος ἐχώρησαν. [17] διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε ἡ μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, ὡς τὸ εἰκός, καταστήσουσι. [18] τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν: ὑμᾶς δέ, ὦ ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως ἡ κρίσις εἰσίτω. [19] ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ [20] εὐκλεὴς περιστήσεται.’ οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε, [21] ‘Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους ἢ θνήσκειν ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι: ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι, [22] οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο: [23] ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν ᾖ βουλομένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ ἢ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ̓ ἡμᾶς ἥκουσι. [24] σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, ᾧ μάλιστα δεδίττονται, [25] ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ἢ ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ̓ ἄλλῳ οὐδενὶ ἔρχονται ἢ τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν. [26] διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται. [27] οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.’ [28] Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν. [29] καὶ οἱ βάρβαροι παῤ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας ὁ Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν. [30] οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται. [31] μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν. [32] αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν, [33] ‘Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλο
ις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα: ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.’ ὁ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει. [34] Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα ἡ μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται. [35] τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο. [36] ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἤκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν οὐ λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα. [37] ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει, τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ ἡ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα ἔκαμνε. [38] Καδισηνοὶ γάρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρότατα συχνοὺς ἔκτεινον. [39] ὃ δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγάν, δρόμῳ πολλῷ ἐπ̓ αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι, ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδισηνοὺς ἐπεδείκνυντο. [40] οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ̓ αὐτοὺς εἶδον, ἐς φυγὴν ὥρμηντο. [41] τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, γέγονε φόνος τῶν βαρβάρων πολύς. [42] καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους ἢ τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις καταφυγόντες ἐσώθησαν. [43] Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ̓ ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [44] Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν. [45] Πέρσαι μὲν οὖν οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ̓ αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο. [46] τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν. [47] ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα, καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ ὁ Σουνίκας τῷ δόρατι ἐπελθὼν παίει. [48] ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ̓ αὐτοὺς ᾔεσαν, καὶ ἀπ̓ αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο. [49] ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ ὁ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ Βαρεσμανᾷ ὥρμησαν. [50] Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ̓ αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον. [51] καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγήν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν. [52] ἐν τούτῳ τῷ πόνῳ ὅσοι δὴ πεζοὶ ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ῥίψαντές τε τοὺς θυρεοὺς καὶ καταλαμβανόμενοι κόσμῳ οὐδενὶ πρὸς τῶν πολεμίων ἐκτείνοντο. Ῥωμαίων μέντοι ἡ δίωξις δἰ ὀλίγου ἐγένετο. [53] Βελισάριος γὰρ καὶ Ἑρμογένης περαιτέρω ἰέναι οὐδαμῆ εἴων, δείσαντες μή τινι ἀνάγκῃ Πέρσαι ὑποστραφέντες τρέψωνται αὐτοὺς οὐδενὶ λόγῳ διώκοντας, ἱκανόν τε αὐτοῖς κατεφαίνετο τὴν νίκην ἀκραιφνῆ διασώσασθαι. [54] μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι. οὕτω μὲν ἀπ̓ ἀλλήλων ἑκάτεροι διεκρίθησαν. [55] Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατ�
�πεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο.

 

‹ Prev