Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 141
Delphi Complete Works of Procopius Page 141

by Procopius of Caesarea


  Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε. [2] διὸ δὴ ὁ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν: ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς [3] Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδε ‘Οἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ὁ ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικός, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἢ ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι. [4] ἡλίκος μὲν οὖν ἐστιν ὁ Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκός, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας οὐδενὸς ἀντιστατοῦντος κομίζεσθαι. [5] ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης, οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι. [6] ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δἰ ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.’ [7] τοσαῦτα ὁ Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων στρατῷ δόκιμον ἦν, [8] ἀπιὼν ᾤχετο. καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε ὁ τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [9] Βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον, Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν ἕψεσθαι. [10] ἔς τε Ἀντιόχειαν ὁ Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε ῾τά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος, καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν̓, ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον κατενόησεν ὂν τὸ κατ̓ αὐτὴν τεῖχος. [11] πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου ἐλασσουμένη. [12] ἐκέλευεν οὖν ἢ τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι, ἢ πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ̓ αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει. [13] ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν ἢ τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα εἴη. [14] Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλείς, τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα τινὰ ἐπ̓ αὐτῷ εἶχεν. [15] ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ ὁ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ̓ αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος παντὶ τῷ στρατῷ ἐπ̓ αὐτὴν ἴοι. [16] ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν. [17] Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετόν ῾ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότἐ Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν ἄποθεν. [18] Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε τῇ Περσῶν στρατιᾷ οἷοί τε ἀντιτείνειν εἰσί. [19] πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειν τε καὶ βιάζεσθαι, ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε ἢ τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, ἢ τὰ �
��ς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκός, ἐξαρτύεσθαι, ἀλλ̓ οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ παρόντα σφίσι. [20] ταῦτα ὁ Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ̓ ἔτι μᾶλλον τὴν διάνοιαν ἢ πρότερον ἤρθη. [21] Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα. [22] οὗ δὴ ἀφικόμενός τε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει, [23] Παῦλον ἑρμηνέα παῤ αὐτοὺς πέμψας. ὁ δὲ Παῦλος οὗτος ἐτέθραπτό τε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι. [24] οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν. [25] τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ ὁ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.

  Οὕτω μὲν οὖν ἐκείνῃ τῇ ἡμέρᾳ ὅ τε Μέγας ἐνθένδε ἀπαλλαγεὶς τὴν ἐπὶ τοὺς Ἀντιοχέας ἤλαυνε καὶ ὁ Χοσρόης τὰ λύτρα λαβὼν ἐς Βέροιαν ᾔει. [2] Βέροια δὲ Ἀντιοχείας μὲν καὶ Ἱεραπόλεως μεταξὺ κεῖται, δυοῖν δὲ ἡμερῶν ὁδῷ εὐζώνῳ ἀνδρὶ ἑκατέρας διέχει. [3] ὁ μὲν οὖν Μέγας ἅτε ξὺν ὀλίγοις τισὶ πορευόμενος ὀξύτερον ᾔει, ὁ δὲ Περσῶν στρατὸς μοῖραν ἀεὶ τὴν ἡμίσειαν τῆς ὁδοῦ ἤνυε. [4] τετάρτῃ δὲ ἡμέρᾳ ὁ μὲν ἐς Ἀντιόχειαν, οἱ δὲ ἐς τὸ Βεροίας προάστειον ἦλθον. [5] καὶ χρήματα Χοσρόης τοὺς Βεροιαίους τὸν Παῦλον στείλας εὐθὺς ἔπραττεν, οὐχ ὅσα πρὸς τῶν Ἱεραπολιτῶν ἔλαβε μόνον, ἀλλὰ καὶ τούτων διπλάσια, ἐπεὶ τὸ τεῖχος αὐτοῖς ἐπιμαχώτατον ὂν πολλαχῆ εἶδε. [6] Βεροιαῖοι δέ ῾θαρρεῖν γὰρ ἐπὶ τῷ περιβόλῳ οὐδαμῆ εἶχον̓ ξὺν προθυμίᾳ μὲν ὑπεδέξαντο ἅπαντα δώσειν, δισχίλια δὲ δόντες ἀργύρου σταθμά, τὰ λειπόμενα διδόναι οὐκ ἔφασαν οἷοί τε εἶναι. [7] ἐγκειμένου τε σφίσι διὰ ταῦτα Χοσρόου, νυκτὸς ἐπιλαβούσης ἐς τὸ φρούριον ἅπαντες ὃ ἐν τῇ ἀκροπόλει ἐστὶ κατέφυγον ξὺν τοῖς ἄλλοις στρατιώταις, οἳ δὴ ἐνταῦθα ἐπὶ φυλακῇ ἐτετάχατο. [8] τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἐστέλλοντο μὲν πρὸς Χοσρόου ἐς τὴν πόλιν τινὲς ἐφ̓ ᾧ τὰ χρήματα λήψονται, οἱ δὲ ἄγχιστά πη τοῦ περιβόλου γενόμενοι κεκλεισμένας μὲν τὰς πύλας ἁπάσας εὗρον, ἀνθρώπων δὲ οὐδενὶ ἐντυχεῖν ἔχοντες τῷ βασιλεῖ τὰ παρόντα σφίσιν ἐσήγγελλον. [9] καὶ ὃς τῷ τείχει κλίμακας ἐπιθέντας ἀποπειρᾶσθαι τῆς ἀνόδου ἐκέλευεν, οἱ δὲ κατὰ ταῦτα ἐποίουν. [10] οὐδενός τε σφίσιν ἀντιστατοῦντος, ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰς μὲν πύλας κατ̓ ἐξουσίαν ἀνέῳγον, [11] ἐδέχοντο δὲ τῇ πόλει τόν τε στρατὸν ἅπαντα καὶ Χοσρόην αὐτόν. θυμῷ τε πολλῷ ὁ βασιλεὺς ἤδη ἐχόμενος τὴν πόλιν ὀλίγου δέοντος ἐνέπρησε πᾶσαν. ἐς δὲ τὴν ἀκρόπολιν ἀναβὰς ἐπὶ τὸ φρούριον τειχομαχεῖν ἔγνω. [12] ἐνταῦθα οἱ. μὲν Ῥωμαίων στρατιῶται καρτερῶς ἀμυνόμενοι τῶν πολεμίων τινὰς ἔκτεινον, τῷ δὲ Χοσρόῃ εὐτύχημα μέγα τῷ τῶν πολιορκουμένων ἀξυνέτῳ γενέσθαι ξυνέβη, οἳ δὴ οὐ μόνοι ἐς τὸ φρούριον τοῦτο, ἀλλὰ ξύν τε τοῖς ἵπποις καὶ ζῴοις τοῖς ἄλλοις κατέφυγον, ταύτῃ τε τῇ σμικρολογίᾳ καταστρατηγηθέντες ἐς κίνδυνον ἦλθον. [13] μιᾶς γὰρ οὔσης ἐνταῦθα πηγῆς, ἵππων τε καὶ ἡμιόνων καὶ ζῴων ἑτέρων οὐ δέον αὐτὴν ἐκπεπωκότων, ἀποξηρανθῆναι ξυνέβη τὸ ὕδωρ. Βεροιαίοις μὲν τὰ πράγματα ὧδέ πη εἶχεν. [14] Ὁ δὲ Μέγας εἰς Ἀντιόχειαν ἀφικόμενος ἀγγείλας τε ὅσα οἱ πρὸς Χοσρόην ξυνέκειτο, ἔργῳ ταῦτα ἐπιτελεῖν οὐδαμῆ ἔπειθεν. [15] ἐτύγχανε γὰρ Ἰουστινιανὸς βασιλεὺς Ἰωάννην τε τὸν Ῥουφίνου καὶ Ἰουλιανὸν τὸν τῶν ἀπορρήτων γραμματέα πρέσβεις παρὰ Χοσρόην στείλας. ἀσηκρήτις καλοῦσι τὸ ἀξίωμα τοῦτο Ῥωμαῖοι: σήκρητα γὰρ καλεῖν τὰ ἀπόρρητα νενομίκασιν. [16] οἳ δὴ ἐς Ἀντιόχειαν ἀφικόμενοι ἔμενον. Ἰουλιανός τε, τῶν πρέσβεων ἅτερος, διαρρήδην ἀπεῖπεν ἅπασι χρήματα μὴ διδόναι τοῖς πολεμίοις, μηδὲ τὰς βασιλέως ὠνεῖσθαι πόλεις, ἀλλὰ καὶ τῷ Γερμανῷ διέβαλλε τὸν ἀρχιερέα Ἐφραίμιον, ἅτε τῷ Χοσρόῃ ἐνδοῦναι τὴν πόλιν ἐν σπουδῇ ἔχοντα. [17] διὸ δὴ Μέγας ἄπρακτος ἀνεχώρησεν. Ἐφραίμιος δέ, ὁ τῆς Ἀντιοχείας ἐπίσκοπος, δείσας τὴν Περσῶν ἔφοδον ἐς Κίλικας ἦλθεν. [18] οὗ δὴ καὶ Γερμανὸς ἀφίκετο οὐ πολλῷ ὕστερον, ὀλίγους μέν τινας ἐπαγόμενος, τοὺς δὲ πλείστους ἐνταῦθα ἐάσας. [19] Μέγας δὲ κατὰ τάχος ἐς Βέροιαν ἥκων περιώδυνός τε τοῖς ξυμπεσοῦσι γενόμενος ᾐτιᾶτο Χοσρόην εἰργάσθαι Βεροιαίους ἀνόσια ἔργα, ὅτι δὴ αὐτὸν μὲν ἐς Ἀντιόχειαν ὡς ἐπὶ ταῖς σπονδαῖς στείλειε, τῶν δὲ πολιτῶν οὐδὲν τὸ παράπαν ἠδικηκότων τά τε χρήματα ἐληίσατο καὶ ἠνάγκασε σφᾶς αὐτοὺς ἐν τούτῳ δὴ τῷ φρουρίῳ καθεῖρξαι, οὕτω τε τὴν πόλιν ἐμπρήσας ἐς τὸ ἔδαφος οὐ δέον καθεῖλε. [20] πρὸς ταῦτα ὁ Χοσρόης ἀπεκρίνατο ὧδε ‘Τούτων
μέντοι, ὦ ἑταῖρε, αὐτὸς αἴτιος, ἐνταῦθα ἀναγκάσας ἡμᾶς διατρῖψαι: οὐ γὰρ ἐν τῷ τεταγμένῳ καιρῷ, ἀλλὰ κατὰ πολὺ τούτου γε ὑστερήσας τανῦν ἀφῖξαι. [21] τῶν δὲ σῶν πολιτῶν τὴν ἀτοπίαν τί ἄν τις ἐπὶ πλεῖστον, ὦ βέλτιστε, μακρολογοίη; οἵ γε τακτὸν ἡμῖν ὡμολογηκότες ἀργύριον δώσειν ὑπὲρ τῆς σφῶν αὐτῶν σωτηρίας, οὔπω καὶ νῦν ἐπιτελεῖν οἴονται δεῖν τὰ ξυγκείμενα, ἀλλ̓ ἀνέδην οὕτω χωρίου ἰσχύϊ θαρσήσαντες περιορῶσιν ἡμᾶς ὡς μάλιστα ἠναγκας μένους ἐς φρουρίου πολιορκίαν, ὡς ὁρᾷς δήπου, καθίστασθαι. [22] οὕς γε δὴ ἔγωγε ξὺν θεοῖς ἐλπίδα ἔχω ὀλίγῳ ὕστερον τίσασθαι, καὶ Περσῶν τῶν μοι οὐ δέον πρὸ τοῦδε τοῦ τείχους ἀπολωλότων τὴν κόλασιν ἐς τοὺς αἰτίους ἐπιτελέσειν.’ [23] ὁ μὲν Χοσρόης τοσαῦτα εἶπεν, ὁ Μέγας δὲ ἀμείβεται ὧδε ‘Εἰ μέν, ὅτι βασιλεὺς ἀνθρώποις οἰκτροῖς τε καὶ ἀτιμοτάτοις ταῦτα ἐπικαλεῖς, σκοπήσειεν ἄν τις, ἀνάγκη μηδὲν ἀντιλέγοντα τοῖς εἰρημένοις ὁμολογεῖν: τῇ γὰρ ἐξουσίᾳ τῇ ἄλλῃ καὶ τὸ τῷ λόγῳ κρατεῖν ἕπεσθαι πέφυκεν: [24] ἢν δέ τῳ ἐξῇ τἄλλα ἀποσεισαμένῳ τὸν ἀληθῆ λόγον ἑλέσθαι, οὐδὲν ἂν ἡμῖν, ὦ βασιλεῦ, δικαίως ἐπικαλεῖν ἔχοις: ὅπως δὲ ἅπαντα ἀκούσῃ πρᾴως. [25] ἐγὼ μὲν γάρ, ἐπειδὴ ἅπερ Ἀντιοχεῦσιν ἐπήγγελλες, δηλώσων ἐστάλην, ἑβδομαῖός σοι ἐς ὄψιν ἥκων ῾οὗ τί ἂν γενέσθαι δύναιτο θᾶσσον;᾿ ταῦτά σοι ἐξειργασμένα ἐς πατρίδα τὴν ἐμὴν εὗρον. [26] οἱ δὲ δὴ πάντων ἤδη τῶν τιμιωτάτων ἐκστάντες, εἶτα ἐς τὸν περὶ ψυχῆς ἀγῶνα καθίστανται μόνον, κρείσσους, οἶμαι, γεγενημένοι ἤ σοί τι τὸ λοιπὸν τῶν χρημάτων εἰσφέρειν. [27] τὸ γὰρ ἐκτιννύναι τι τῶν οὐ παρόντων ἀνθρώπῳ ἂν οὐδεμία μηχανὴ γένοιτο. [28] πάλαι δὲ τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα: ἐν οἶς καὶ τόδε ἐστίν, ἀγνωμοσύνης κεχωρίσθαι ἀσθένειαν. [29] ἡ μὲν γὰρ τρόπου ἀκολασίᾳ ἐς τὸ ἀντιτείνειν χωροῦσα μισεῖσθαι, ὡς τὸ εἰκός, εἴωθεν, ἡ δὲ τῷ τῆς ὑπουργίας ἀδυνάτῳ ἐς ταὐτὸ τοῦτο ἐκφερομένη ἐλεεῖσθαι ἱκανῶς πέφυκεν. [30] ἔασον τοίνυν ἡμᾶς ἅπαντα, ὦ βασιλεῦ, κληρωσαμένους τὰ χείριστα τοῦτο γοῦν φέρεσθαι παραμύθιον, τὸ μὴ δοκεῖν τῶν ξυμπεπτωκότων ἡμῖν αὐτοὺς αἰτίους γενέσθαι. [31] καὶ χρήματα μέν σοι ὅσα λαβὼν ἔχεις διαρκεῖν οἴου, μὴ τῷ σῷ ταῦτα σταθμώμενος ἀξιώματι, ἀλλὰ τὴν Βεροιαίων σκοπῶν δύναμιν. [32] περαιτέρω δὲ ἡμᾶς βιάζου μηδέν, μή ποτε δόξῃς οἷς ἐγκεχείρηκας ἀδύνατος εἶναι: τὸ γὰρ ὑπερβάλλον ἀεὶ τῷ ἀμηχάνῳ τετίμηται: τὸ δὲ μὴ τοῖς ἀδυνάτοις ἐγχειρεῖν κράτιστον. [33] ταῦτα μὲν οὖν μοι ἀπολελογήσθω ἐν τῷ παραυτίκα ὑπὲρ ἀνδρῶν τῶνδε. ἢν δέ γε τοῖς ταλαιπώροις ξυγγενέσθαι δυνατὸς εἴην, ἔχοιμι ἄν τι καὶ ἄλλο τῶν νῦν με λεληθότων [34] εἰπεῖν.’ τοσαῦτα τὸν Μέγαν εἰπόντα ὁ Χοσρόης ἐς τὴν ἀκρόπολιν ἀφῆκεν ἰέναι. ὃς δὴ ἐνταῦθα γενόμενος καὶ τὰ ξυμπεσόντα ἀμφὶ τῇ πηγῇ μαθὼν ἅπαντα, δεδακρυμένος τε παρὰ Χοσρόην αὖθις ἀφίκετο καὶ πρηνὴς κείμενος οὐδὲν μὲν Βεροιαίοις ἰσχυρίζετο ἀπολελεῖφθαι τῶν πάντων χρημάτων, μόνα δέ οἱ τῶν ἀνθρώπων ἱκέτευε χαριεῖσθαι τὰ σώματα. [35] ταῖς τε τοῦ ἀνδρὸς ὀλοφύρσεσιν ὁ Χοσρόης ἠγμένος τὴν δέησιν ἐπιτελῆ ἐποιεῖτο, καὶ διομοσάμενος ἅπασι τοῖς ἐν ἀκροπόλει τὰ πιστὰ ἔδωκε. [36] Βεροιαῖοι δὲ παρὰ τοσοῦτον κινδύνου ἐλθόντες, ἀπέλιπόν τε τὴν ἀκρόπολιν ἀπαθεῖς κακῶν καὶ ἀπιόντες ᾤχοντο ὡς ἕκαστός πη: [37] ἐβούλετο. τῶν δὲ στρατιωτῶν ὀλίγοι μὲν αὐτοῖς τινες εἵποντο, οἱ δὲ πλεῖστοι ἐθελούσιοι παρὰ Χοσρόην αὐτόμολοι ἦλθον, ἐπικαλοῦντες ὅτι δὴ τὰς συντάξεις χρόνου μακροῦ σφίσι τὸ δημόσιον ὦφλε, καὶ ξὺν αὐτῷ ὕστερον ἐς τὰ Περσῶν ἤθη ἐχώρησαν.

 

‹ Prev