Ἐν τούτῳ δὲ γενόμενος Βελισάριος ἐν Μεσοποταμίᾳ πανταχόθεν τὸν στρατὸν ἤγειρε, καί τινας ἐς τὰ Περσῶν ἤθη ἐπὶ κατασκοπῇ ἔπεμπεν. [2] αὐτὸς δὲ τοῖς πολεμίοις ἐνταῦθα ὑπαντιάσαι βουλόμενος, ἤν τινα ἐσβολὴν ἐς Ῥωμαίων τὴν γῆν αὖθις ποιήσωνται, διεῖπέ τε αὐτοῦ καὶ διεκόσμει τοὺς στρατιώτας, γυμνούς τε καὶ ἀνόπλους ἐπὶ πλεῖστον ὄντας, κατωρρωδηκότας τὸ Περσῶν ὄνομα. [3] οἱ μὲν οὖν κατάσκοποι ἐπανήκοντες οὐδεμίαν τῶν πολεμίων ἰσχυρίζοντο ἐν τῷ παρόντι ἐσβολὴν ἔσεσθαι: πολέμου γὰρ Οὐννικοῦ ἀσχολίαν Χοσρόῃ ἑτέρωθι εἶναι. [4] Βελισάριος δὲ ταῦτα ἀκούσας παντὶ τῷ στρατῷ αὐτίκα ἐσβάλλειν ἐς τῶν πολεμίων τὴν γῆν ἤθελε. [5] καί οἱ Ἀρέθας τε ξὺν πολλῷ στρατῷ Σαρακηνῶν ἦλθε καὶ βασιλεὺς γράμματα γράψας ἐσβάλλειν κατὰ τάχος ἐς τὴν πολεμίων ἐπέστελλε γῆν. [6] ξυγκαλέσας οὖν ἅπαντας τοὺς ἄρχοντας ἐν Δάρας ἔλεξε τοιάδε ‘Ἅπαντας ὑμᾶς, ὦ ξυνάρχοντες, πολέμων πολλῶν ἐμπείρους οἶδα, ξυνήγαγόν τε ἐν τῷ παρόντι, οὐχ ὅπως ὑπομνήσας ἢ παραίνεσίν τινα ποιησάμενος τὴν ὑμετέραν γνώμην ἐπὶ τοὺς πολεμίους ὁρμήσω ῾οὐ γὰρ λόγου δεῖσθαι ὑμᾶς τοῦ ἐς εὐτολμίαν ἐνάγοντος οἶμαἰ, ἀλλ̓ ὅπως ξυμβουλήν τινα ἔν γε ἡμῖν αὐτοῖς ποιησάμενοι ἑλώμεθα μᾶλλον ἅπερ ἂν δοκῇ βέλτιστά τε καὶ ἄριστα τοῖς βασιλέως πράγμασιν εἶναι. [7] πόλεμος γὰρ εὐβουλίᾳ πάντων μάλιστα κατορθοῦσθαι φιλεῖ. δεῖ δὲ τοὺς ἐς βουλὴν καθισταμένους αἰδοῦς τε καὶ φόβου παντάπασιν ἐλευθέραν ποιεῖσθαι τὴν γνώμην. [8] ὅ τε γὰρ φόβος, ἀεὶ τοὺς αὐτῷ περιπεπτωκότας ἐκπλήσσων, οὐκ ἐᾷ τὴν διάνοιαν ἑλέσθαι τὰ κρείσσω, ἥ τε αἰδὼς ἐπισκιάζουσα τοῖς δόξασιν εἶναι ἀμείνοσιν ἐπὶ τὴν ἐναντίαν ἐκφέρει τὴν γνῶσιν. [9] εἴ τι τοίνυν ἢ βασιλεῖ τῷ μεγάλῳ ἢ ἐμοὶ βεβουλεῦσθαι ὑπὲρ τῶν παρόντων δοκεῖ, μηδὲν ὑμᾶς τοῦτο εἰσίτω. [10] ὁ μὲν γὰρ μακράν που ἀπολελειμμένος τῶν πρασσομένων, [11] οὐκ ἔχει τοῖς καιροῖς ἁρμόσαι τὰς πράξεις: ὥστε φόβος οὐδεὶς ἀπ̓ ἐναντίας αὐτῷ ἰόντας τὰ ξυνοίσοντα ἐργάζεσθαι τοῖς αὐτοῦ πράγμασιν. [12] ἐμὲ δὲ ἄνθρωπόν τε ὄντα καὶ χρόνῳ μακρῷ ἐκ τῶν ἑσπερίων ἐνταῦθα ἐλθόντα μὴ οὐχὶ διαλαθεῖν τι τῶν δεόντων ἀδύνατον. [13] ὥστε οὐδὲν τὴν ἐμὴν γνώμην αἰδεσθέντας ὑμᾶς προσήκει διαρρήδην εἰπεῖν ὅσα ἂν ξυνοίσειν ἡμῖν τε αὐτοῖς καὶ βασιλεῖ μέλλῃ. [14] τὸ μὲν οὖν ἐξ ἀρχῆς ἐνθάδε ἥκομεν, ὦ ξυνάρχοντες, ὡς διακωλύσοντες τὸν πολέμιον ἐσβολήν τινα ἐς τὴν ἡμετέραν ποιήσασθαι, νῦν δέ, τῶν πραγμάτων ἡμῖν ἄμεινον ἢ κατ̓ ἐλπίδας κεχωρηκότων, πάρεστι περὶ τῆς ἐκείνου βουλεύεσθαι. [15] ἐφ̓ ᾧ δὴ ξυνειλεγμένους ὑμᾶς δίκαιον, οἶμαι, οὐδὲν ὑποστειλαμένους εἰπεῖν ἅπερ ἂν ἄριστά τε δοκῇ καὶ ξυμφορώτατα ἑκάστῳ εἶναι.’ [16] Βελισάριος μὲν τοσαῦτα εἶπε. Πέτρος δὲ καὶ Βούζης ἐξηγεῖσθαι τῷ στρατῷ οὐδὲν μελλήσοντα ἐπὶ τὴν πολεμίαν ἐκέλευον. ὧν δὴ τῇ γνώμῃ εἵποντο εὐθὺς ὁ ξύλλογος ἅπας. [17] Ῥεκίθαγγος μέντοι καὶ Θεόκτιστος, οἱ τῶν ἐν Λιβάνῳ στρατιωτῶν ἄρχοντες, ταὐτὰ μὲν τοῖς ἄλλοις ἀμφὶ τῇ ἐσβολῇ βούλεσθαι καὶ αὐτοὶ ἔφασαν, δεδιέναι δὲ μὴ σφῶν ἐκλελοιπότων τά τε ἐπὶ Φοινίκης καὶ Συρίας χωρία, κατ̓ ἐξουσίαν μὲν Ἀλαμούνδαρος ταῦτα ληίζηται, βασιλεὺς δὲ σφᾶς δἰ ὀργῆς ἔχοι, ἅτε οὐ φυλάξαντας ἀδῄωτον τὴν χώραν ἧς ἦρχον, καὶ δἰ αὐτὸ συνεισβάλλειν τῷ ἄλλῳ στρατῷ οὐδαμῆ ἤθελον. [18] Βελισάριος δὲ τὼ ἄνδρε τούτω ὡς ἥκιστα ἀληθῆ οἴεσθαι ἔλεγε. τοῦ γὰρ καιροῦ τροπὰς θερινὰς εἶναι. ταύτης δὲ τῆς ὥρας δύο μάλιστα μῆνας ἀνάθημα τῷ σφετέρῳ θεῷ Σαρακηνοὺς ἐς ἀεὶ φέροντας ἐν ταύτῃ ἐπιδρομῇ τινι οὔποτε χρῆσθαι ἐς γῆν ἀλλοτρίαν. [19] διὸ δὴ ἑξήκοντα ἡμερῶν ὁμολογήσας ξὺν τοῖς ἑπομένοις ἄμφω ἀφήσειν, ἐκέλευε καὶ αὐτοὺς ξὺν τῷ ἄλλῳ στρατῷ ἕπεσθαι. Βελισάριος μὲν οὖν τὰ ἐς τὴν ἐσβολὴν σπουδῇ πολλῇ ἐξηρτύετο.
Χοσρόης δὲ καὶ ὁ Μήδων στρατός, ἐπειδὴ τὴν Ἰβηρίαν ἀμείψαντες ἐν τοῖς τῆς Λαζικῆς ὁρίοις, τῶν πρέσβεων σφίσιν ἡγουμένων, ἐγένοντο, τὰ δένδρα οὐδενὸς ἀντιστατοῦντος ἐκτέμνοντες, ἅπερ ἐνταῦθα συχνά τε καὶ δεινῶς ἀμφιλαφῆ τε καὶ ὑψηλὰ ἐν χωρίοις κρημνώδεσιν ὄντα παντάπασιν ἄβατον τῇ στρατιᾷ τὴν χώραν ἐποίει, ταῦτά τε ἐς τὰς δυσχωρίας ἐρρίπτουν καὶ ὅλως εὐπετῆ τὴν ὁδὸν ἀπειργάζοντο. [2] ἀφικομένοις τε αὐτοῖς ἐς μέσην Κολχίδα ῾οὗ δὴ τά τε ἀμφὶ Μήδειαν καὶ Ἰάσονα οἱ ποιηταὶ γεγενῆσθαι μυθολογοῦσιν̓ ἐλθὼν Γουβάζης, ὁ Λαζῶν βασιλεύς, προσεκύνησεν ἅτε δεσπότην Χοσρόην τὸν Καβάδου, αὑτόν τέ οἱ ξὺν τοῖς βασιλείοις καὶ Λαζικὴν ἐνδιδοὺς ἅπασαν. [3] Ἔστι δὲ Πέτρα πόλις ἐπιθαλασσία ἐν Κόλχοις, πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἣν δὴ φαῦλόν τι χωρίον τὰ πρότερα οὖσαν Ἰουστινιανὸς βασιλεὺς τῷ τε περιβόλῳ καὶ τῇ ἄλλῃ κατασκευῇ ἐχυράν τε καὶ ἄλλως ἐπιφανῆ κατεστήσατο. [4] ἐνταῦθα τὸ Ῥωμαίων στράτευμα εἶναι ξὺν τῷ Ἰωάννῃ μαθὼν ὁ Χοσρόης στρατιάν τε καὶ στρατηγὸν Ἀνιαβέδην ὡς αὐτοβοεὶ ἐξελοῦντας ἐπ̓ αὐτοὺς ἔπεμψε. [5] γνοὺς δὲ Ἰωάννης τὴν ἔφοδον οὔτε τοῦ περιβόλου τινὰ ἔξω γενέσθαι οὔτε ἀπὸ τῶν ἐπάλξεων φανῆναι τοῖς πολεμίοις ἐκέλευσεν, ἀλλὰ πᾶν ἐξοπλίσας τὸ στράτευμα πλησί
ον που τῶν πυλῶν ἔστησεν, ἐπιστείλας σιγῇ ἔχεσθαι, μήτε ἦχον μήτε φωνὴν ἀφιέντας τινά. [6] οἱ γοῦν Πέρσαι ἄγχιστά που τοῦ περιβόλου γενόμενοι, ἐπεὶ οὐδὲν σφίσι πολέμιον οὔτε καθεωρᾶτο οὔτ̓ ἠκούετο, ἔρημον ἀνδρῶν εἶναι τὴν πόλιν, Ῥωμαίων αὐτὴν ἐκλελοιπότων, ἐνόμιζον. [7] διὸ δὴ ἔτι μᾶλλον ἀμφὶ τὸν περίβολον ἦλθον, ὡς κλίμακας εὐθύς, ἅτε οὐδενὸς ἀμυνομένου, [8] ἐπιθήσοντες. πολέμιόν τε οὐδὲν οὔτε ὁρῶντες οὔτε ἀκούοντες, πέμψαντες παρὰ Χοσροην τὰ παρόντα σφίσιν ἐδήλουν. [9] καὶ ὃς τὸ μὲν πλεῖστον τοῦ στρατοῦ πέμψας πανταχόθεν ἀποπειρᾶσθαι τοῦ περιβόλου ἐκέλευε, κριῷ τε τῇ μηχανῇ ἀμφὶ τᾶς πύλας χρῆσθαι τῶν τινι ἀρχόντων ἐπέστελλεν, ἐν δὲ τῷ λόφῳ καθήμενος ὃς δὴ τῇ πολει ὡς ἀγχοτάτω ἐπίκειται, θεατὴς τῶν πρασσομένων ἐγίνετο. [10] αὐτίκα δὲ Ῥωμαῖοι τάς τε πύλας ἀνέκλινον ἐκ τοῦ αἰφνιδίου καὶ ἀπροσδόκητοι ἐπιπεσόντες πλείστους τῶν πολεμίων διέφθειραν, καὶ μάλιστα τοὺς ἀμφὶ τὸν κριὸν τεταγμένους: οἱ δὲ λοιποὶ μόλις ξὺν τῷ στρατηγῷ διαφυγόντες ἐσώθησαν. [11] θυμῷ τε ὁ Χοσρόης ἐχόμενος Ἀνιαβέδην ἀνεσκολόπισεν, ἅτε καταστρατηγηθέντα πρὸς τοῦ Ἰωάννου, καπήλου τε καὶ ἀπολέμου τὸ παράπαν ἀνδρός. [12] τινὲς δὲ οὐκ Ἀνιαβέδην, ἀλλὰ τὸν ἄρχοντα ὃς δὴ ἐφειστήκει τοῖς τὸν κριὸν ἐνεργοῦσιν, ἀνασκολοπισθῆναί φασιν. [13] αὐτὸς δὲ ἄρας παντὶ τῷ στρατῷ ἄγχιστά τε τοῦ Πέτρας περιβόλου ἀφίκετο καὶ στρατοπεδευσάμενος ἐς πολιορκίαν καθίστατο. [14] τῇ δὲ ὑστεραίᾳ κύκλῳ περιιὼν τὸν περίβολον, ἐπεὶ οὐ λίαν ἀξιόμαχον αὐτὸν ὑπώπτευσεν εἶναι, τειχομαχεῖν ἔγνω. τό τε στράτευμα ὅλον ἐνταῦθα ἐπαγαγὼν ἔργου εἴχετο, καὶ τοξεύειν ἅπαντας ἐπὶ τὰς ἐπάλξεις ἐκέλευε. [15] Ῥωμαῖοι δὲ ἀμυνόμενοι ταῖς τε μηχαναῖς καὶ πᾶσιν ἐχρῶντο τοξεύμασι. τὰ μὲν οὖν πρῶτα Πέρσαι, καίπερ συχνὰ κομιδῆ βάλλοντες, ὀλίγα τε Ῥωμαίους ἐλύπουν καὶ πολλὰ πρὸς ἐκείνων, ἅτε ἀφ̓ ὑψηλοῦ βαλλόμενοι, [16] κακὰ ἔπασχον. ἔπειτα δέ ῾καὶ γὰρ ἔδει Πέτραν Χοσρόῃ ἁλῶναἰ βληθεὶς Ἰωάννης τύχῃ τινὶ ἐς τὸν τράχηλον θνήσκει, καὶ ἀπ̓ αὐτοῦ οἱ ἄλλοι Ῥωμαῖοι ἐς ὀλιγωρίαν ἁπάντων κατέστησαν. [17] τότε μὲν οὖν οἱ βάρβαροι ἐς τὸ στρατόπεδον ἀνεχώρησαν: ἤδη γὰρ καὶ ξυνεσκόταζε: τῇ δὲ ὑστεραίᾳ διώρυχα ἐπὶ τὸν περίβολον ἐπενόουν τρόπῳ τοιῷδε. [18] Πέτρα ἡ πόλις πὴ μὲν ἐκ θαλάσσης ἀπρόσοδός ἐστι, πὴ δὲ ἐκ πετρῶν ἀποτόμων, αἳ ταύτῃ πανταχόθεν ἀνέχουσιν: ἀφ̓ οὗ δὴ καὶ τὴν προσηγορίαν ἔλαχε ταύτην. [19] μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει, καὶ ταύτην οὐ λίαν εὐρεῖαν: κρημνοὶ γὰρ αὐτῆς ἐφ̓ ἑκάτερα ἐξαίσιοι ἀποκρέμανται. [20] ἐνταῦθα προορώμενοι τὰ πρότερα οἱ τὴν πόλιν δειμάμενοι μὴ σφίσι τὸ ἐκείνῃ τοῦ περιβόλου μέρος ἐπίμαχον εἴη, τείχη μακρὰ παρὰ τὸν κρημνὸν ἑκάτερον τῆς εἰσόδου ἐπὶ πλεῖστον πεποίηνται. [21] τούτων τε τῶν τειχῶν ἑκατέρωθι πύργους ἐτεκτήναντο δύο, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ τρόπῳ ἑτέρῳ. [22] κενὸν γὰρ τὸ ἐν μέσῳ τῆς οἰκοδομίας χωρίον οὐδαμῆ εἴασαν, ἀλλ̓ ὅλους ἐκ γῆς ἄχρι ἐς ὕψος μέγα τοὺς πύργους λίθοις παμμεγέθεσιν ἀλλήλων ἐχομένοις εἰργάσαντο, ὅπως δὴ κριῷ ἢ μηχανῇ ἄλλῃ ὡς ἥκιστα κατασείοιντο. τὰ μὲν οὖν Πέτρας τοῦ περιβόλου ταύτῃ πη ἔχει. [23] Πέρσαι δὲ λάθρα ἐς τὴν γῆν κατώρυχα ποιησάμενοι ἔνερθεν θατέρου τῶν πύργων ἐγένοντο, τῶν τε λίθων ἐνθένδε πολλοὺς ἐκφοροῦντες, ξύλα ἐς τὴν ἐκείνων ἐτίθεντο χώραν, ἅπερ ὀλίγῳ ὕστερον ἔκαυσαν. [24] ἥ τε φλὸξ κατὰ βραχὺ αἰρομένη, διέθρυψε μὲν τὴν τῶν λίθων ἰσχύν, ὅλον δὲ τὸν πύργον κατασείσασα ἐκ τοῦ αἰφνιδίου ἐς τὸ ἔδαφος καθεῖλεν αὐτίκα. [25] Ῥωμαῖοι δὲ οἳ ἐν τῷ πύργῳ ἦσαν τοσοῦτον τῶν ποιουμένων ᾔσθοντο πρότερον, ὅσον αὐτῷ μὴ ξυμπεσεῖν ἐς τὸ ἔδαφος, ἀλλὰ φυγόντες ἐντὸς τοῦ τῆς πόλεως περιβόλου γενέσθαι. [26] παρῆν τε ἤδη τοῖς πολεμίοις ἐν τῷ ὁμαλεῖ τειχομαχοῦσι πόνῳ ἐν οὐδενὶ τὴν πόλιν κατὰ κράτος ἑλεῖν. [27] διὸ δὴ κατωρρωδηκότες Ῥωμαῖοι τοῖς βαρβάροις ἐς λόγους ἦλθον, καὶ τὰ πιστὰ ὑπέρ τε τῶν σωμάτων καὶ τῶν χρημάτων πρὸς Χοσρόου λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν. οὕτω μὲν Πέτραν Χοσρόης εἷλε. [28] καὶ τὰ μὲν Ἰωάννου χρήματα λίαν ἁδρὰ εὑρὼν αὐτὸς ἔλαβε, τῶν δὲ ἄλλων οὐδενὸς οὔτε αὐτὸς οὔτε τις τῶν Περσῶν ἥψατο, ἀλλὰ Ῥωμαῖοι τὰ σφέτερα αὐτῶν ἔχοντες τῷ Μήδων στρατῷ ἀνεμίγνυντο.
Ἐν τούτῳ δὲ Βελισάριός τε καὶ ὁ Ῥωμαίων στρατός, οὐδέν τι πεπυσμένοι ὧν ταύτῃ ἐπράσσετο, κόσμῳ πολλῷ ἐκ Δάρας πόλεως ἐπὶ Νίσιβιν ᾔεισαν. [2] ἐπειδὴ δὲ τῆς ὁδοῦ κατὰ μέσον ἐγένοντο, Βελισάριος μὲν ἐν δεξιᾷ τὸ στράτευμα ἦγεν, οὗ δὴ πηγαί τε ὑδάτων διαρκεῖς ἦσαν καὶ πεδίον ἅπασιν ἐνστρατοπεδεύσασθαι ἱκανῶς ἔχον. [3] ἐνταῦθά τε στρατόπεδον ἐκέλευε ποιεῖσθαι ὅσον ἀπὸ σταδίων δύο καὶ τεσσαράκοντα Νισίβιδος πόλεως. [4] οἱ δὲ ἄλλοι ξύμπαντες ἐν θαύματι μεγάλῳ ἐποιοῦντο, ὅτι δὴ οὐκ ἄγχιστά πη ἐθέλοι τοῦ περιβόλου στρατοπεδεύεσθαι, τινὲς δὲ ὡς ἥκιστά οἱ ἕπεσθαι ἤθελον. [5] διὸ δὴ Βελισάριος τῶν ἀρχόντων τοῖς ἀμφ̓ αὐτὸν οὖσιν ἔλεξεν ὧδε ‘Ἐμοὶ μὲν οὐκ ἦν βουλομένῳ ἐς ἅπαντας ὅσα γινώσκω ἐξενεγκεῖν. λόγος γὰρ ἐν στρατοπέδῳ περιφ�
�ρόμενος οὐκ οἶδε τηρεῖν τὰ ἀπόρρητα, ἐπεὶ κατὰ βραχὺ προϊὼν μέχρι καὶ ἐς τοὺς πολεμίους ἐκφέρεται. [6] ὁρῶν δὲ τούς τε πολλοὺς ὑμῶν ἀταξίᾳ πολλῇ εἴκοντας καὶ αὐτὸν ἕκαστον αὐτοκράτορα τοῦ πολέμου ἐθέλοντα εἶναι, λέξω τανῦν ἐν ὑμῖν ὅσα χρῆν σιωπᾶν, ἐκεῖνο μέντοι πρότερον ὑπειπών, ὡς πολλῶν ἐν στρατιᾷ γνώμῃ αὐτονόμῳ χρωμένων γενέσθαι τι τῶν δεόντων ἀδύνατον. [7] οἶμαι τοίνυν Χοσρόην ἐφ̓ ἑτέρους ἰόντα βαρβάρους ὡς ἥκιστα φυλακῆς τινος αὐτάρκους χωρὶς τὴν οἰκείαν ἀπολιπεῖν γῆν, ἄλλως τε καὶ τήνδε τὴν πόλιν, ἣ πρώτη τε τυγχάνει οὖσα καὶ πάσης τῆς ἐκείνου γῆς προβεβλημένη. [8] ἐν ᾗ στρατιώτας εὖ οἶδα ὅτι τοσούτους τε τὸ πλῆθος καὶ τοιούτους τὴν ἀρετὴν κατεστήσατο ὥστε ἱκανοὺς εἶναι ταῖς παῤ ἡμῶν ἐφόδοις ἐμποδὼν στήσεσθαι. καὶ τὸ παράδειγμα ἐγγύθεν ὑμῖν. [9] Ναβέδην γὰρ στρατηγὸν τούτοις ἐπέστησεν, ὃς δὴ μετά γε τὸν Χοσρόην αὐτὸν δόξῃ τε καὶ τῷ ἄλλῳ ἀξιώματι πρῶτος ἐν Πέρσαις εἶναι δοκεῖ. [10] ὃν ἔγωγε οἶμαι καὶ ἀποπειράσεσθαι τῆς ἡμετέρας δυνάμεως καὶ τὴν πάροδον ἡμῖν οὐδενὶ ἄλλῳ τρόπῳ ἢ μάχῃ τινὶ πρὸς ἡμῶν ἡσσηθέντα ἐνδώσειν. [11] εἰ μὲν οὖν ἄγχιστά που τῆς πόλεως ἡ ξυμβολὴ εἴη, οὐκ ἐκ τοῦ ἀντιπάλου ἡμῖν τε καὶ Πέρσαις ὁ ἀγὼν ἔσται. [12] αὐτοὶ γὰρ ἐκ τοῦ ἐχυροῦ ἐπεξιόντες εὐημερήσαντές τε, ἂν οὕτω τύχῃ, ἐπὶ πλεῖστον θαρρήσουσιν ἐπιθήσεσθαι, καὶ ἡσσηθέντες εὐπετῶς διαφεύξονται τὴν ἡμετέραν ἐπίθεσιν. [13] δἰ ὀλίγου γὰρ ἡμῖν ἡ δίωξις ἔσται καὶ τῇ πόλει ἐνθένδε οὐδὲν γενήσεται βλάβος, ἣν τοῖς τειχομαχοῦσιν ἀνάλωτον οὖσαν στρατιωτῶν αὐτῆς ἀμυνομένων ὁρᾶτε δήπου. [14] ἢν δέ γε τῶν πολεμίων ἐνταῦθα ἡμῖν ἐς χεῖρας ἰόντων κρατήσωμεν, τὴν πόλιν ἐξελεῖν πολλήν τινα, ὦ ξυνάρχοντες, ἐλπίδα ἔχω. [15] φεύγουσι γὰρ τοῖς ἐναντίοις πολύν τινα δρόμον ἢ ἀναμιχθέντες εἴσω πυλῶν, ὡς τὸ εἰκός, ξυνεισπεσούμεθα, ἢ προτερήσαντες αὐτοὺς μὲν ἐφ̓ ἑτέρας τινὸς ἀναγκάσομεν τετράφθαι τε καὶ διαφυγεῖν χώρας, ἡμῖν δὲ αὐτοῖς Νίσιβιν τῶν ἀμυνομένων χωρὶς εὐάλωτον καταστήσομεν.’ [16] Ταῦτα Βελισαρίου εἰπόντος οἱ μὲν ἄλλοι πάντες ἐπείθοντό τε καὶ ξὺν αὐτῷ στρατοπεδευσάμενοι ἔμενον. Πέτρος δὲ Ἰωάννην ἑταιρισάμενος, ὃς τῶν ἐν Μεσοποταμίᾳ καταλόγων ἄρχων μοῖραν οὐ φαύλην τινὰ τοῦ στρατοῦ εἶχεν, οὐκ ἄποθεν τοῦ περιβόλου, ἀλλ̓ ὅσον ἀπὸ σταδίων δέκα ἐλθὼν ἡσυχῆ ἔμενε. [17] Βελισάριος δὲ τούς τε ξὺν αὑτῷ ὡς εἰς παράταξιν ἔστησε καὶ τοῖς ἀμφὶ τὸν Πέτρον ἐπέστελλεν ὡς ἐπὶ ξυμβολῇ παρατάσσεσθαι μέχρι αὐτὸς σημήνῃ, εὖ τε εἰδέναι ὡς οἱ βάρβαροι περὶ μεσημβρίαν ἐπιθήσονται σφίσιν, ἐκεῖνο δηλονότι ἐν νῷ ἔχοντες, ὅτι δὴ αὐτοὶ μὲν τροφῆς ἐς δείλην ὀψίαν μεταλαγχάνειν εἰώθασι, Ῥωμαῖοι δὲ ἀμφὶ μεσημβρίαν. [18] Βελισάριος μὲν ταῦτα παρῄνει: οἱ δὲ ξὺν τῷ Πέτρῳ ἐν οὐδενὶ τὰς ἐντολὰς ποιησάμενοι ἀμφί τε ἡμέραν μέσην τῷ ἡλίῳ ἀχθόμενοι ῾ἔστι γὰρ τὸ χωρίον ἐπιεικῶς αὐχμῶδες᾿ τά τε ὅπλα κατέθεντο καὶ τῶν πολεμίων ἀφροντιστήσαντες σικύους ἐνταῦθά πη φυομένους κόσμῳ οὐδενὶ περιιόντες κατήσθιον. [19] ὅπερ κατιδὼν ὁ Ναβέδης δρόμῳ πολλῷ ἐπῆγεν ἐπ̓ αὐτοὺς τὸ Περσῶν στράτευμα. [20] Ῥωμαῖοι δὲ ῾οὐ γὰρ ἔλαθον αὐτοὺς ἐκ τοῦ περιβόλου ἐξιόντες οἱ βάρβαροι, ἐπεὶ καθεωρῶντο λαμπρῶς ἅτε ἐν πεδίῳ ὑπτίῳ ἰόντες᾿ παρά τε Βελισάριον ἔπεμπον, ἀμύνειν σφίσι παρακαλοῦντες, καὶ αὐτοὶ τὰ μὲν ὅπλα ἀνελόμενοι, [21] ἀκοσμίᾳ δὲ καὶ θορύβῳ ἐχόμενοι ὑπηντίαζον. οἱ δὲ ἀμφὶ Βελισάριον, οὔπω παρὰ σφᾶς τοῦ ἀγγέλου ἀφικομένου γνόντες διὰ τοῦ κονιορτοῦ τὴν Περσῶν ἔφοδον, ἐβοήθουν δρόμῳ. [22] ἐπελθόντες τε Πέρσαι Ῥωμαίους οὐχ ὑποστάντας τὴν ἔφοδον πόνῳ οὐδενὶ ἐς φυγὴν ἔτρεψαν, ἐπισπόμενοι δὲ πεντήκοντά τε διέφθειραν καὶ τὸ τοῦ Πέτρου σημεῖον ἁρπάσαντες ἔσχον. [23] ἅπαντάς τε ἂν ἐν ταύτῃ δὴ τῇ διώξει ἔκτειναν ἐς οὐδεμίαν ἀλκὴν ὁρῶντας, εἰ μὴ Βελισάριός τε καὶ ὁ ξὺν αὐτῷ στρατὸς καταλαβὼν διεκώλυσε. [24] πρώτους γὰρ ἁπάντων ξὺν δόρασι μακροῖς τε καὶ συχνοῖς Γότθους ἐπιόντας Πέρσαι οὐχ ὑπομείναντες ἐς φυγὴν ὥρμηντο. [25] ἐπισπόμενοί τε Ῥωμαῖοι ξὺν Γότθοις πεντήκοντα καὶ ἑκατὸν ἔκτειναν. δἰ ὀλίγου γὰρ τῆς διώξεως γενομένης οἱ λοιποὶ κατὰ τάχος ἐντὸς τοῦ περιβόλου ἐγένοντο. [26] τότε μὲν οὖν Ῥωμαῖοι ξύμπαντες ἐς τὸ Βελισαρίου στρατόπεδον ἀπεχώρησαν, οἱ δὲ Πέρσαι τῇ ἐπιγινομένῃ ἡμέρᾳ ἐν πύργῳ τινὶ ἔστησαν ἀντὶ τροπαίου τὸ Πέτρου σημεῖον, ἀλλᾶντάς τε αὐτοῦ ἀποκρεμάσαντες τοῖς πολεμίοις ξὺν γέλωτι ἐπετώθαζον, ἐπεξιέναι μέντοι οὐκέτι ἐτόλμων, ἀλλὰ τὴν πόλιν ἐν τῷ ἀσφαλεῖ διεφύλασσον.
Delphi Complete Works of Procopius Page 147