Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 149
Delphi Complete Works of Procopius Page 149

by Procopius of Caesarea


  Ἅμα δὲ ἦρι ἀρχομένῳ Χοσρόης ὁ Καβάδου τὸ τρίτον στρατῷ μεγάλῳ ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλε, ποταμὸν Εὐφράτην ἐν δεξιᾷ ἔχων. [2] Κάνδιδος δέ, ὁ Σεργιουπόλεως ἱερεύς, ἐπειδὴ τὸν Μήδων στρατὸν ἄγχιστά που ἥκειν ἐπύθετο, δείσας περί τέ οἱ αὐτῷ καὶ τῇ πόλει, ἐπεὶ χρόνῳ τῷ ξυγκειμένῳ Χοσρόῃ τὰ ὡμολογημένα ὡς ἥκιστα ἐπετέλεσεν, ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ γενόμενος παρῃτεῖτο Χοσρόην μή οἱ διὰ ταῦτα χαλεπῶς ἔχειν. [3] χρήματα μὲν γὰρ οὐδεπώποτε αὐτῷ γεγονέναι, καὶ διὰ τοῦτο ἀρχὴν οὐδὲ βεβουλῆσθαι Σουρηνοὺς ῥύεσθαι, βασιλέα δὲ Ἰουστινιανὸν ὑπὲρ τούτων πολλὰ ἱκετεύσας ἀνόνητος αὐτοῦ γεγενῆσθαι. [4] Χοσρόης δὲ αὐτὸν ἐν φυλακῇ ἔσχε, καὶ τὸ σῶμα πικρότατα αἰκιζόμενος διπλάσια τὰ χρήματα, ᾗπερ ξυνέκειτο, πράττειν ἠξίου. [5] ὁ δὲ αὐτὸν ἐς Σεργιούπολίν τινας ἱκέτευε πέμψαι τὰ κειμήλια ξύμπαντα τοῦ ἐνταῦθα ἱεροῦ ληψομένους. [6] καὶ ἐπεὶ κατὰ ταῦτα ὁ Χοσρόης ἐποίει, τῶν οἱ ἑπομένων τινὰ ὁ Κάνδιδος ξὺν αὐτοῖς ἔπεμψεν. [7] οἱ μὲν οὖν Σεργιουπολῖται τοὺς παρὰ Χοσρόου σταλέντας τῇ πόλει δεξάμενοι τῶν κειμηλίων πολλὰ ἔδοσαν, ἄλλο οὐδὲν σφίσιν ἀπολελεῖφθαι ἰσχυριζόμενοι. [8] Χοσρόης δὲ ταῦτά οἱ ἀποχρῆν οὐδαμῆ ἔφη, ἀλλ̓ ἕτερα τούτων πλείω λαβεῖν ἐδικαίου. [9] πέμπει τοίνυν τινὰς τῷ μὲν λόγῳ διερευνησομένους ἐς τὸ ἀκριβὲς τὰ τῆς πόλεως χρήματα, ἔργῳ δὲ τὴν πόλιν καθέξοντας. [10] καὶ ἐπεὶ οὐκ ἔδει Σεργιούπολιν Πέρσαις ἁλῶναι, τῶν τις Σαρακηνῶν Χριστιανὸς μέν, ταττόμενος δὲ ὑπὸ Ἀλαμουνδάρῳ, Ἄμβρος ὄνομα, νύκτωρ παρὰ τῆς πόλεως τὸ τεῖχος ἥκων καὶ τὸν πάντα λόγον ἀγγείλας, ἐκέλευε Πέρσας τῇ πόλει μηδαμῆ δέξασθαι. [11] οὕτω τε οἱ παρὰ Χοσρόου σταλέντες ἄπρακτοι ἐς αὐτὸν ἐπανῆλθον, καὶ ὃς τῷ θυμῷ ζέων τὴν πόλιν ἐξελεῖν διενοεῖτο. [12] στράτευμα οὖν ἐς ἑξακισχιλίους στείλας ἐκέλευεν ἔς τε πολιορκίαν καθίστασθαι καὶ προσβολὰς τῷ περιβόλῳ ποιήσασθαι. [13] καὶ οἱ μὲν ἐνταῦθα γενόμενοι ἔργου εἴχοντο, Σεργιουπολῖται δὲ καρτερῶς μὲν τὰ πρῶτα ἠμύνοντο, ἔπειτα δὲ ἀπειπόντες τε καὶ κατωρρωδηκότες τὸν κίνδυνον ἐβουλεύοντο τοῖς πολεμίοις τὴν πόλιν ἐνδοῦναι. [14] στρατιώτας γὰρ οὐ πλέον ἢ διακοσίους ἔχοντες ἔτυχον. ἀλλὰ Ἄμβρος, αὖθις παρὰ τὸν περίβολον ἐς νύκτα ἥκων, δυοῖν ἡμέραιν τὴν πολιορκίαν διαλύσειν Πέρσας ἔφασκε, τοῦ ὕδατος αὐτοὺς παντάπασιν ἐπιλιπόντος. [15] διὸ δὴ αὐτοὶ μὲν ἐς λόγους τοῖς πολεμίοις οὐδαμῆ ἦλθον, οἱ δὲ βάρβαροι δίψει ἐχόμενοι ἐξανέστησάν τε καὶ παρὰ Χοσρόην ἀφίκοντο. Κάνδιδον μέντοι Χοσρόης οὐκέτι ἀφῆκε. [16] χρῆν γάρ, οἶμαι, αὐτὸν τὰ ὀμωμοσμένα ἠλογηκότα ἱερέα μηκέτι εἶναι. ταῦτα μὲν οὖν τῇδε ἐχώρησεν. [17] Ἐπεὶ δὲ εἰς τὴν Κομμαγηνῶν χώραν ὁ Χοσρόης ἀφίκετο, ἣν καλοῦσιν Εὐφρατησίαν, ἐς λείαν μὲν ἢ χωρίου του ἅλωσιν τρέπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ τὰ ἐν ποσὶ μέχρι ἐς Σύρους τὰ μὲν ἐξελών, τὰ δὲ ἀργυρολογήσας πρότερον ἔτυχεν, ὥσπερ ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται. [18] γνώμην δὲ εἶχεν εὐθὺ Παλαιστίνης ἄγειν τὸ στράτευμα, ὅπως τά τε ἄλλα καὶ τὰ ἐν Ἱεροσολύμοις κειμήλια πάντα ληίσηται. χώραν γὰρ ταύτην ἀγαθήν τε διαφερόντως καὶ πολυχρύσων οἰκητόρων εἶναι ἀκοῇ εἶχε. [19] Ῥωμαῖοι δὲ ἅπαντες, ἄρχοντές τε καὶ στρατιῶται, τοῖς μὲν πολεμίοις ὑπαντιάζειν ἢ τῇ παρόδῳ ἐμποδὼν ἵστασθαι τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες ὡς ἕκαστος ἠδύνατο, ἀποχρῆν ᾤοντο ταῦτά τε διαφυλάσσειν καὶ αὐτοὶ σώζεσθαι. [20] Γνοὺς δὲ τὴν Περσῶν ἔφοδον Ἰουστινιανὸς βασιλεὺς Βελισάριον αὖθις ἐπ̓ αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς δημοσίοις ὀχούμενος, οὓς δὴ βερέδους καλεῖν νενομίκασιν, ἅτε οὐ στράτευμα ξὺν αὑτῷ ἔχων, τάχει πολλῷ ἐς Εὐφρατησίαν ἀφίκετο, Ἰοῦστος δέ, ὁ βασιλέως ἀνεψιός, ἐν Ἱεραπόλει ξύν τε τῷ Βούξῃ καὶ ἑτέροις τισὶ καταφυγὼν ἔτυχεν. [21] οἳ δὴ Βελισάριον οὐ μακρὰν ἄποθεν ἥκειν ἀκούσαντες γράμματα πρὸς αὐτὸν ἔγραφον: [22] ἐδήλου δὲ ἡ γραφὴ τάδε ‘Καὶ νῦν ὁ Χοσρόης, ὥσπερ οἶσθά που καὶ αὐτός, ἐπὶ Ῥωμαίους ἐστράτευσε, στρατὸν μὲν πολλῷ πλείονα ἢ πρότερον ἄγων, ὅπη ποτὲ δὲ ἰέναι διανοούμενος οὔπω ἔνδηλος ὤν, πλήν γε δὴ ὅτι αὐτὸν ἄγχιστά πη ἀκούομεν εἶναι, χωρίῳ μὲν οὐδενὶ λυμηνάμενον, ὁδῷ δὲ ἀεὶ ἐπίπροσθεν ἰόντα. [23] ἀλλ̓ ἧκε παῤ ἡμᾶς ὅτι τάχιστα, εἴπερ οἷός τε εἶ λαθεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ὅπως δὴ σῶς τε αὐτὸς βασιλεῖ ἔσῃ καὶ Ἱεράπολιν [24] ἡμῖν ξυμφυλάξῃς.’ τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. Βελισάριος δὲ οὐκ ἐπαινέσας τὰ γεγραμμένα ἐς Εὐρωπὸν τὸ χωρίον ἀφίκετο, ὃ πρὸς Εὐφράτῃ ποταμῷ ἐστιν. [25] ἐνθένδε τε περιπέμπων πανταχόσε τὸν στρατὸν ἤγειρε καὶ αὐτοῦ τὸ στρατόπεδον κατεστήσατο, ἄρχοντάς τε τοὺς ἐν Ἱεραπόλει ἠμείβετο τοῖσδε, ‘Εἰ μὲν ἐφ̓ ἑτέρους ἀνθρώπων τινάς, ἀλλ̓ οὐ Ῥωμαίων κατηκόους ὁ Χοσρόης χωρεῖ, εὖ τε καὶ ὡς ἀσφαλέστατα ὑμῖν βεβούλευται ταῦτα: [26] οἷς γὰρ πάρεστιν ἡσυχῆ μένουσιν ἀπηλλάχθαι κακῶν, πολλὴ ἄνοια ἐς κίνδυνον οὐκ ἀναγκαῖόν τινα ἰέναι: εἰ δὲ νῦν ἐνθένδε ἀπαλλαγεὶς ὁ βάρβαρος οὗτος ἑτέρᾳ τινὶ ἐπισκήψει βασιλέως Ἰουστινιανοῦ χώρᾳ, καὶ ταύτῃ διαφερόντως μὲν ἀγαθῇ, φρου�
�ὰν δὲ οὐδαμῆ στρατιωτῶν ἐχούσῃ, εὖ ἴστε ὅτι τὸ ξὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ τῷ παντὶ ἄμεινον. [27] οὐ γὰρ ἂν σωτηρία τοῦτό γε, ἀλλὰ προδοσία δικαίως καλοῖτο. ἀλλ̓ ἥκετε ὅτι τάχιστα ἐς τὸν Εὐρωπόν, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον ὅσα ἂν ὁ θεὸς διδῷ [28] ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.’ ταῦτα ἐπεὶ ἀπενεχθέντα οἱ ἄρχοντες εἶδον, ἐθάρρησάν τε καὶ Ἰοῦστον μὲν ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔλιπον ἐφ̓ ᾧ τὴν Ἱεράπολιν φυλάξουσιν, οἱ δὲ λοιποὶ τῷ ἄλλῳ στρατῷ ἐς Εὐρωπὸν ἦλθον.

  Χοσρόης δὲ μαθὼν Βελισάριον παντὶ τῷ Ῥωμαίων στρατῷ ἐστρατοπεδεῦσθαι ἐν Εὐρωπῷ, πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, τῶν δὲ βασιλικῶν γραμματέων ἕνα, Ἀβανδάνην ὄνομα, δόξαν ἐπὶ ξυνέσει πολλὴν ἔχοντα, παρὰ Βελισάριον ἔπεμψε, τὸν στρατηγὸν ὁποῖός ποτε εἴη κατασκεψόμενον, τῷ δὲ λόγῳ μεμψόμενον ὅτι δὴ βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐς Πέρσας ἥκιστα πέμψειεν, ἐφ̓ ᾧ τὰ ἀμφὶ τῇ εἰρήνῃ κατὰ τὰ ξυγκείμενα πρυτανεύσωσιν. ὅπερ μαθὼν Βελισάριος ἐποίει τοιάδε. [2] αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς μάλιστα, μακράν που ἄποθεν τοῦ στρατοπέδου ὡς κυνηγετήσων ἐστάλη, Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδόλιον τὸν Ἀκακίου, ἄνδρα Ἀρμένιον γένος, βασιλεῖ μὲν ἀεὶ ἐν παλατίῳ τὰ ἐς τὴν ἡσυχίαν ὑπηρετοῦντα ῾σιλεντιαρίους Ῥωμαῖοι καλοῦσιν οἷς ἡ τιμὴ αὕτη ἐπίκειταἰ, τότε δὲ Ἀρμενίων τινῶν ἄρχοντα, τὸν ποταμὸν διαβάντας ξὺν ἱππεῦσι χιλίοις περιιέναι τὴν ἐκείνῃ ἠιόνα ἐκέλευε, δόκησιν ἀεὶ παρεχομένους τοῖς πολεμίοις ὡς, ἢν ἐθέλωσι τὸν Εὐφράτην διαβάντες ἐπὶ τὰ σφέτερα αὐτῶν ὁδῷ ἰέναι, οὐ μήποτε ἐπιτρέψουσι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. [3] Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἄγχιστά πη ἐπέπυστο εἶναι, καλύβην ἐκ παχειῶν τινῶν σινδόνων πηξάμενος, ἣν δὴ παπυλεῶνα καλεῖν νενομίκασιν, ἐκάθητο ἐκεῖ, ὥσπερ ἐν χωρίῳ ἐρήμῳ, παραδηλῶν ὅτι δὴ οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκοι. [4] τοὺς δὲ στρατιώτας διέταξεν ὧδε. τῆς μὲν καλύβης ἐφ̓ ἑκάτερα Θρᾷκές τε καὶ Ἰλλυριοὶ ἦσαν, Γότθοι δὲ μετ̓ αὐτούς, καὶ τούτων ἐχόμενοι Ἔρουλοι, μεθ̓ οὓς Βανδίλοι τε καὶ Μαυρούσιοι ἦσαν. [5] τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον. οὐ γὰρ ἑστῶτες ἐπὶ χώρας ἀεὶ τῆς αὐτῆς ἔμενον, ἀλλὰ διεστηκότες τε ἀπ̓ ἀλλήλων καὶ περιπάτους ποιούμενοι παρέργως τε καὶ ὡς ἥκιστα κατεσπουδασμένως ἐς τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον. [6] εἶχε δὲ αὐτῶν οὐδεὶς οὔτε χλαμύδα οὔτε ἄλλην ἐπωμίδα τινά, ἀλλὰ χιτῶνας μὲν λινοῦς καὶ ἀναξυρίδας ἀμπεχόμενοι, εἶτα διεζωσμένοι ἐβάδιζον. [7] εἶχε δὲ τὴν τοῦ ἵππου μάστιγα ἕκαστος, ὅπλον δὲ τῷ μὲν ξίφος ἦν, τῷ δὲ πέλεκυς, τῷ δὲ τόξα γυμνά. [8] δόκησίν τε παρείχοντο ἅπαντες ὅτι δὴ ἀφροντιστήσαντες τῶν ἄλλων ἁπάντων κυνηγετήσειν ἠπείγοντο. [9] ὁ μὲν οὖν Ἀβανδάνης Βελισαρίῳ ἐς ὄψιν ἥκων δεινὰ ποιεῖσθαι τὸν βασιλέα Χοσρόην ἔφη, ὅτι δὴ καθὰ ξυνέκειτο πρότερον οὐ πέμψειε παῤ αὐτὸν τοὺς πρέσβεις ὁ Καῖσαρ ῾οὕτω γὰρ τὸν Ῥωμαίων βασιλέα καλοῦσι Πέρσαἰ καὶ ἀπ̓ αὐτοῦ ὁ Χοσρόης ἠνάγκαστο ἐς γῆν τὴν Ῥωμαίων ἐν ὅπλοις ἥκειν. [10] Βελισάριος δὲ οὔτε κατορρωδήσας, ἅτε πη ἄγχιστα ἐστρατοπεδευμένων βαρβάρων τοσούτων τὸ πλῆθος, οὔτε τῷ λόγῳ ἐς ταραχήν τινα καταστάς, ἀλλὰ γελῶντί τε καὶ ἀνειμένῳ τῷ προσώπῳ ἀμείβεται ‘Οὐ ταύτῃ’ λέγων ‘ᾗ τῷ Χοσρόῃ τανῦν εἴργασται νενόμισται τοῖς ἀνθρώποις τὰ πράγματα. [11] οἱ μὲν γὰρ ἄλλοι, ἤν τι ἀντιλέγοιτο σφίσι τε καὶ τῶν πέλας τισί, πρεσβεύουσι μὲν ἐς αὐτοὺς πρότερον, ἐπειδὰν δὲ τῶν μετρίων μὴ τύχωσιν, οὕτω δὴ πολέμῳ ἐπ̓ αὐτοὺς ἴασιν. [12] ὁ δὲ γενόμενος ἐν μέσοις Ῥωμαίοις, εἶτα τοὺς ὑπὲρ τῆς εἰρήνης προτείνεται λόγους.’ ὁ μὲν τοσαῦτα εἰπὼν τὸν πρεσβευτὴν ἀπεπέμψατο. [13] Ὁ δὲ παρὰ Χοσρόην γενόμενος παρῄνει οἱ ὅτι τάχιστα ἀπαλλάσσεσθαι. [14] στρατηγῷ τε γὰρ ἐντυχεῖν ἔφη ἀνδρειοτάτῳ τε καὶ ξυνετωτάτῳ ἀνθρώπων ἁπάντων καὶ στρατιώταις οἵους ἄλλους αὐτὸς οὐ πώποτε εἶδεν, ὧν δὴ τὴν εὐκοσμίαν θαυμάσειε μάλιστα πάντων, εἶναί τε οὐκ ἐξ ἀντιπάλου τοῦ κινδύνου αὐτῷ τε καὶ Βελισαρίῳ τὴν ἀγωνίαν, διαφέρειν δέ, ὅτι νικήσας μὲν αὐτὸς τὸν Καίσαρος νικήσει δοῦλον, ἡσσηθεὶς δέ, ἂν οὕτω τύχοι, μέγα τι αἶσχος τῇ τε βασιλείᾳ πορίσεται καὶ τῷ Περσῶν γένει, καὶ Ῥωμαῖοι μὲν νενικημένοι ῥᾳδίως ἂν ἔν τε ὀχυρώμασι καὶ γῇ τῇ αὐτῶν διασώζοιντο, αὐτῶν δέ, ἤν γέ τι ἐναντίωμα ξυμβαίη, οὐδ̓ ἂν ἄγγελος διαφύγοι ἐς τὴν Περσῶν χώραν. [15] ταύτῃ ὁ Χοσρόης ἀναπεισθεὶς τῇ ὑποθήκῃ ἀναστρέφειν μὲν ἐς τὰ Περσῶν ἤθη ἐβούλετο, ἀμηχανίᾳ δὲ πολλῇ εἴχετο. [16] τήν τε γὰρ διάβασιν τοῦ ποταμοῦ πρὸς τῶν πολεμίων φυλάσσεσθαι ᾤετο καὶ ὁδῷ τῇ αὐτῇ, ἐρήμῳ ἀνθρώπων παντάπασιν οὔσῃ, ὀπίσω ἀπελαύνειν οὐχ οἶός τε ἦν, ἐπεὶ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἤδη ἐπιλελοίπει ἅπερ τὸ πρότερον ξὺν αὑτοῖς ἔχοντες ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλον. [17] τέλος δὲ πολλὰ λογισαμένῳ ξυμφορώτατόν οἱ ἔδοξεν εἶναι μάχῃ διακινδυνεύσαντι ἐς γῆν τε τὴν ἀντιπέρας ἥκειν καὶ διὰ χώρας πᾶσιν εὐθηνούσης τοῖς ἀγαθοῖς τὴν πορείαν ποιήσασθαι. [18] Βελισάριος δὲ εὖ μ
ὲν ἠπίστατο ὡς οὐδ̓ ἂν δέκα μυριάδες ἀνδρῶν τὴν διάβασιν Χοσρόῃ ἀναχαιτίζειν ποτὲ ἱκαναὶ εἶεν: ῾ὅ τε γὰρ ποταμὸς πολλαχῆ τῶν ταύτῃ χωρίων ναυσὶ διαβατὸς ὢν ἐπὶ πλεῖστον τυγχάνει, καὶ κρεῖσσον ἦν ἄλλως τὸ Περσῶν στράτευμα ἢ πρὸς πολεμίων ὀλίγων τινῶν τῆς διαβάσεως ἀποκεκλεῖσθαι:᾿ τοῖς δὲ ἀμφὶ Διογένην τε καὶ Ἀδόλιον σὺν τοῖς χιλίοις ἐπέστελλε τὰ πρῶτα περιιέναι τὴν ἐκείνῃ ἀκτήν, ὅπως δὴ ἐς ταραχὴν ἀφασίᾳ τινὶ τὸν βάρβαρον καταστήσονται. [19] ὅνπερ δεδιξάμενος, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα, ὥσπερ μοι ἐρρήθη, ἔδεισε μή τι αὐτῷ ἐμπόδισμα εἴη ἀπαλλάσσεσθαι ἐκ τῆς Ῥωμαίων γῆς. [20] λόγου τέ οἱ πολλοῦ ἄξιον ἐφαίνετο εἶναι ἐξελάσαι ἐνθένδε τὸν Χοσρόου στρατόν, οὐδεμιᾷ κινδυνεύσαντι μάχῃ πρὸς μυριάδας βαρβάρων πολλὰς ξὺν στρατιώταις λίαν τε ὀλίγοις οὖσι καὶ ἀτεχνῶς κατεπτηχόσι τὸν Μήδων στρατόν. διὸ δὴ ἐκέλευε Διογένην τε καὶ Ἀδόλιον ἡσυχῆ μένειν. [21] Ὁ γοῦν Χοσρόης γέφυραν σὺν πολλῷ τάχει πηξάμενος, ποταμὸν Εὐφράτην ἐκ τοῦ αἰφνιδίου διέβη παντὶ τῷ στρατῷ. [22] Πέρσαις γὰρ πόνῳ οὐδενὶ διαβατοί εἰσι ποταμοὶ ἅπαντες, ἐπεὶ αὐτοῖς ὁδῷ ἰοῦσιν ἀγκιστροειδῆ σιδήρια ἐν παρασκευῇ ἐστιν, οἶς δὴ ξύλα μακρὰ ἐς ἄλληλα ἐναρμόζοντες γέφυραν αὐτοσχεδιάζουσιν ἐκ τοῦ παραυτίκα ὅπη ἂν σφίσι βουλομένοις εἴη. [23] ἐπεὶ δὲ τάχιστα γέγονεν ἐν τῇ ἀντιπέρας ἠπείρῳ, πέμψας παρὰ Βελισάριον αὐτὸς μὲν Ῥωμαίοις κεχαρίσθαι τοῦ Μήδων στρατοῦ τὴν ἀναχώρησιν ἔφασκε, προσδέχεσθαι δὲ τοὺς παῤ αὐτῶν πρέσβεις, οὓς σφίσι παρέσεσθαι οὐκ ἐς μακρὰν ἄξιον εἶναι. [24] Βελισάριος δὲ παντὶ καὶ αὐτὸς τῷ Ῥωμαίων στρατῷ τὸν Εὐφράτην ποταμὸν διαβὰς παρὰ Χοσρόην εὐθὺς ἔπεμψεν. [25] οἵ, ἐπεὶ παῤ αὐτὸν ἵκοντο, πολλὰ τῆς ἀναχωρήσεως ἐπαινέσαντες, πρέσβεις ἐς αὐτὸν ἥξειν παρὰ βασιλέως αὐτίκα δὴ μάλα ὑπέσχοντο, οἳ δὴ τὰ ἀμφὶ τῇ εἰρήνῃ ξυγκείμενα πρότερον ἔργῳ ἐπιτελῆ πρὸς αὐτὸν θήσονται. [26] ἠξίουν τε διὰ Ῥωμαίων ἅτε φίλων αὐτῷ τῇ πορείᾳ χρῆσθαι. ὁ δὲ καὶ ταῦτα ὑπεδέχετο ἐπιτελέσειν, εἴ τινά οἱ δοῖεν τῶν δοκίμων ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ, ἐφ̓ ᾧ τὰ ξυγκείμενα πράξουσιν. [27] οἱ μὲν οὖν πρέσβεις παρὰ Βελισάριον ἐπανήκοντες τοὺς Χοσρόου λόγους ἀπήγγελλον, ὁ δὲ εἰς τὴν Ἔδεσσαν ἀφικόμενος Ἰωάννην τὸν Βασιλείου παῖδα, γένει τε καὶ πλούτῳ πάντων τῶν Ἐδεσσηνῶν διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ οὔτι ἑκούσιον εὐθὺς ἔπεμψε. [28] Ῥωμαῖοι δὲ Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλόν τε σφίσιν ὁ ἀνὴρ ἐν τούτῳ εὐδοκιμῆσαι τῷ ἔργῳ ἐδόκει ἢ ὅτε Γελίμερα δορυάλωτον ἢ τὸν Οὐίττιγιν ἐς Βυζάντιον ἤνεγκεν. [29] ἦν γὰρ ὡς ἀληθῶς λόγου καὶ ἐπαίνου πολλοῦ ἄξιον, πεφοβημένων μὲν κἀν τοῖς ὀχυρώμασι κρυπτομένων Ῥωμαίων ἁπάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῃ γεγονότος Ῥωμαίων ἀρχῇ, ἄνδρα στρατηγὸν ξὺν ὀλίγοις τισὶ δρόμῳ ὀξεῖ ἐκ Βυζαντίου μεταξὺ ἥκοντα ἀπ̓ ἐναντίας τοῦ Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου, ἢ τὴν τύχην ἢ τὴν ἀρετὴν τοῦ ἀνδρὸς δείσαντα ἢ καί τισιν ἐξαπατηθέντα σοφίσμασιν, ἐπίπροσθεν μηκέτι χωρῆσαι, ἀλλὰ τῷ μὲν ἔργῳ φυγεῖν, λόγῳ δὲ τῆς εἰρήνης ἐφίεσθαι. [30] Ἐν τούτῳ δὲ Χοσρόης ἀλογήσας τὰ ὡμολογημένα Καλλίνικον πόλιν οὐδενὸς τὸ παράπαν ἀμυνομένου εἶλε. ταύτης γὰρ τὸν περίβολον ὁρῶντες Ῥωμαῖοι σαθρόν τε καὶ εὐάλωτον παντάπασιν ὄντα, μοῖραν αὐτοῦ ἀεὶ καθαιροῦντές τινα, νέᾳ τινὶ ἀνενεοῦντο οἰκοδομίᾳ. [31] τότε γοῦν μέρος τι αὐτοῦ καθελόντες, οὔπω δὲ τὸ λειπόμενον τοῦτο δειμάμενοι, ἐπειδὴ τοὺς πολεμίους ἄγχιστά πη ἐπύθοντο εἶναι, τῶν χρημάτων ὑπεξαγαγόντες τὰ τιμιώτατα, οἱ μὲν εὐδαίμονες αὐτῆς τῶν οἰκητόρων ἐς ἕτερα ἄττα ὀχυρώματα ἀπεχώρησαν, οἱ δὲ λοιποὶ στρατιωτῶν χωρὶς αὐτοῦ ἔμειναν. [32] καὶ γεωργῶν πάμπολύ τι χρῆμα ἐνταῦθα ξυνειλέχθαι συνέβη. οὓς ὁ Χοσρόης ἀνδραποδίσας ἅπαν ἐς ἔδαφος καθεῖλεν. [33] ὀλίγῳ τε ὕστερον τὸν ὅμηρον Ἰωάννην δεξάμενος, ἀπεχώρησεν ἐς τὰ πάτρια ἤθη. [34] Ἀρμένιοί τε οἱ τῷ Χοσρόῃ προσκεχωρηκότες, τὰ πιστὰ πρὸς ῾Ρωμαίων λαβόντες, ξὺν τῷ Βασσάκῃ ἐς Βυζάντιον ἦλθον. ταῦτα μὲν ἐν τῇ τρίτῃ Χοσρόου ἐσβολῇ Ῥωμαίοις γενέσθαι ξυνέβη, καὶ ὁ Βελισάριος βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος: ἦλθεν, ἐφ̓ ᾧ ἐς Ἰταλίαν αὖθις σταλήσεται, πονηρῶν ἤδη παντάπασι τῶν ἐκείνῃ πραγμάτων Ῥωμαίοις ὄντων.

 

‹ Prev