Ἔς τε Λαζικὴν πρῶτα μὲν ξύλα παμπληθῆ ἐς νηῶν ποίησιν ἐπιτηδείως ἔχοντα ἔπεμψεν, οὐδενὶ φράσας ἐφ̓ ὅτῳ δὴ αὐτὰ πέμψειεν, ἀλλὰ τῷ λόγῳ μηχανὰς ἐν Πέτρας τῷ περιβόλῳ καταστησόμενος ταῦτα ἔστελλεν. [2] ἔπειτα δὲ Περσῶν μαχίμους τριακοσίους ἀπολεξάμενος, Φάβριζόν τε, οὗπερ ἀρτίως ἐπεμνήσθην, αὐτοῖς ἐπιστήσας ἐνταῦθα στέλλει, ᾧ δὴ ἐπήγγελλε Γουβάζην ὡς λαθραιότατα διαχρήσασθαι: τὸ γὰρ ἐνθένδε αὐτῷ μελήσειν. [3] τὰ μὲν οὖν ξύλα ταῦτα ἐπεὶ ἐς Λαζικὴν ἐκομίσθη, κεραυνόβλητα ἐξαπιναίως γενόμενα τετεφρῶσθαι ξυνέβη: Φάβριζος δὲ ξὺν τοῖς τριακοσίοις ἐς Λαζικὴν ἀφικόμενος ἔπρασσεν ὅπως δὴ ἀμφὶ Γουβάζῃ τὰ πρὸς τοῦ Χοσρόου ἐπηγγελμένα ὑποτελοίη. [4] ἐτύγχανε δὲ τῶν τις ἐν Κόλχοις λογίμων, Φαρσάνσης ὄνομα, τῷ Γουβάζῃ προσκεκρουκὼς ἐς μέγα τέ οἱ ἀπ̓ αὐτοῦ ἐμπεπτωκὼς ἔχθος καὶ ὡς ἥκιστα θαρσῶν τῷ βασιλεῖ ἐς ὄψιν ἥκειν. [5] ὅπερ ἐπεὶ ὁ Φάβριζος ἔγνω, τὸν Φαρσάνσην μεταπεμψάμενος ἐκοινολογεῖτό τε καὶ τὸν ἅπαντα λόγον ἐξενεγκὼν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅπη οἱ ἐπιχειρητέα ἐς τὴν πρᾶξιν εἴη. [6] ἔδοξε τοίνυν σφίσιν ἐπὶ κοινῆς βουλευσαμένοις Φάβριζον μὲν ἐν Πέτρᾳ τῇ πόλει γενέσθαι, μεταπέμψασθαι δὲ Γουβάζην ἐνταῦθα, ὅπως οἱ ἀγγέλλοι ὅσα δὴ βασιλεῖ ἀμφὶ τῷ ξυνοίσοντι Λαζοῖς δοκοῦντα εἴη. [7] ἀλλ̓ ὁ Φαρσάνσης κρύφα τῷ Γουβάζῃ ἐσήμηνε τὰ πρασσόμενα. διὸ δὴ Γουβάζης παρὰ μὲν Φάβριζον οὐδαμῆ ἦλθεν, ἐκ δὲ τοῦ ἐμφανοῦς ἐς ἀπόστασιν εἶδε. [8] Φάβριζος δὲ Πέρσαις μὲν τοῖς ἄλλοις τοῦ ἐν Πέτρᾳ φυλακτηρίου ἐπιμελεῖσθαι πάσῃ δυνάμει ἐπέστελλε καὶ τὰ ἐς πολιορκίαν ὡς ἀσφαλέστατα ἐξαρτύεσθαι, αὐτὸς δὲ ξὺν τοῖς τριακοσίοις ἐπ̓ οἴκου ἄπρακτος ἀνεχώρησε. [9] Γουβάζης δὲ ἀνενεγκὼν ἐς Ἰουστινιανὸν βασιλέα τὰ παρόντα σφίσι τῶν μὲν τὰ πρότερα πεπραγμένων Λαζοῖς ἐδεῖτο συγγνώμονα εἶναι, ἀμῦναι δὲ σφίσι δυνάμει τῇ πάσῃ ἀπαλλαξείουσι τῆς Μήδων ἀρχῆς. οὐ γὰρ κατὰ μόνας δυνήσεσθαι Κόλχους ἀποκρούσασθαι τὴν Περσῶν δύναμιν. [10] Ταῦτα ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, περιχαρὴς γενόμενος ἄνδρας ἑπτακισχιλίους καὶ Δαγισθαῖον ἄρχοντα καὶ Τζάνους χιλίους ἐς ἐπικουρίαν Λαζοῖς ἔπεμψεν. [11] οἳ δὴ ἐν γῇ τῇ Κολχίδι γενόμενοι ἅμα Λαζοῖς τε καὶ τῷ Γουβάζῃ ἐνστρατοπεδευσάμενοι ἀμφὶ τὸν Πέτρας περίβολον ἐς πολιορκίαν καθίσταντο. [12] Περσῶν δὲ τῶν ἐνταῦθα ὄντων καρτερώτατα ἐκ τοῦ περιβόλου ἀμυνομένων, χρόνον τῇ προσεδρείᾳ πολὺν τετρίφθαι ξυνέβη, ἐπεὶ καὶ τὰ ἐδώδιμα ἐναποθέμενοι σφίσιν οἱ Πέρσαι διαρκῶς ἔτυχον. [13] τούτοις δὲ ὁ Χοσρόης ξυνταραχθεὶς στρατιὰν πολλὴν ἱππέων τε καὶ πεζῶν ἐπ̓ αὐτοὺς ἔστελλεν, οἷς δὴ ἄρχοντα Μερμερόην ἐπέστησεν. ὧνπερ ὁ Γουβάζης αἰσθόμενος τῷ Δαγισθαίῳ ἐπίκοινα βουλευσάμενος ἐποίει τάδε. [14] Βόας ὁ ποταμὸς ἔξεισιν ἄγχιστά πη τῶν Τζανικῆς ὁρίων ἐν Ἀρμενίοις οἳ δὴ ἀμφὶ τὸ Φαράγγιον ᾤκηνται. καὶ τὰ μὲν πρῶτα ἐν δεξιᾷ ἐπὶ πλεῖστον χωρεῖ, βραχύς τε ἰὼν καὶ πόνῳ οὐδενὶ γινόμενος ἐσβατὸς ἅπασιν ἄχρι ἐς χῶρον οὗ δὴ ἐν δεξιᾷ μὲν Ἰβήρων τὰ ὅριά ἐστι, καταντικρὺ δὲ τελευτᾷ ὄρος ὁ Καύκασος. [15] ἐνταῦθα ἔθνη ἄλλα τε πολλὰ καὶ Ἀλανοί τε καὶ Ἀβασγοὶ ᾤκηνται Χριστιανοί τε καὶ Ῥωμαίοις φίλοι ἐκ παλαιοῦ ὄντες, Ζῆχοί τε καὶ μετ̓ αὐτοὺς Οὖννοι, [16] οἳ Σάβειροι ἐπικαλοῦνται. ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦ τε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζων τε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ̓ ἑκάτερα Λαζική ἐστιν. [17] ἀλλ̓ ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν Ἰβηρίας ὁρίων. [18] κῶμαί τε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίς τε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδα τε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά εἰσι Ῥοδόπολις καὶ Μοχήρησις. [19] τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρί, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν χώραν οἳ Ποντικοὶ ἐπικαλοῦνται. [20] ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς ὁ βασιλεὺς τὴν πόλιν ἐν τοῖς κατ̓ ἐμὲ χρόνοις ἐδείματο. [21] οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς ἀποστάσεως Λαζοῖς γέγονεν. [22] ἐκ δὲ Πέτρας πόλεως ἰόντι εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρία τε πολυάνθρωπα ἐνταῦθά ἐστι, τό τε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλα τε ἄττα μέχρι Τραπεζουντίων. [23] ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοί, Βόαν ποταμὸν διαβάντες τόν τε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀν
αγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι. [24] καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Φάσιδος. [25] σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ̓ ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται: κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας ὁδοὺς Ῥωμαῖοι καλοῦσιν. [26] ἀλλ̓ ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι. [27] Νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ Δαγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήν τε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα ἐξελεῖν δύνωνται. [28] αὐτὸς δὲ παντὶ τῷ Κόλχων στρατῷ ἐς τὰ Λαζικῆς ἔσχατα ἦλθεν, ὡς τὸν ἐνταῦθα στενωπὸν διαφυλάξων δυνάμει τῇ πάσῃ. [29] ἐτύγχανε δὲ πολλῷ πρότερον Ἀλανούς τε καὶ Σαβείρους ἐς ξυμμαχίαν ἐπαγόμενος, οἵπερ ὡμολόγησαν κεντηναρίων τριῶν οὐχ ὅσον ἀδῄωτον Λαζοῖς ξυμφυλάξειν τὴν γῆν, ἀλλὰ καὶ Ἰβηρίαν οὕτω καταστήσεσθαι ἀνδρῶν ἔρημον ὡς μηδὲ Πέρσαις ἐνθένδε τὸ λοιπὸν ἰέναι δυνατὰ ἔσεσθαι. ταῦτά τε σφίσι τὰ χρήματα βασιλέα Γουβάζης ὑπέσχετο δώσειν. [30] αὐτὸς μὲν οὖν ἀνενεγκὼν ἐς βασιλέα Ἰουστινιανὸν τὰ ξυγκείμενα τοῖς τε βαρβάροις τὰ χρήματα ταῦτα ἱκέτευε πέμπειν καὶ Λαζοῖς ἄγαν κεκακωμένοις παραψυχὴν προέσθαι τινά. [31] ἔφασκε δὲ καί οἱ αὐτῷ τὸ δημόσιον τὰς συντάξεις ὀφείλειν ἐνιαυτῶν δέκα, ἐπεὶ ἐν τοῖς σιλεντιαρίοις ἐν παλατίῳ τασσόμενος οὐδὲν κεκομισμένος ἐνθένδε εἴη, ἐξ οὗ δὴ ἐς γῆν τὴν Κολχίδα Χοσρόης ἦλθε. [32] βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπιτελέσειν μὲν διενοεῖτο τὴν αἴτησιν, ἐπιγενομένης δέ οἱ ἀσχολίας τινὸς οὐκ ἔπεμψε τῷ καθήκοντι χρόνῳ τὰ χρήματα. Γουβάζης μὲν οὖν ταῦτα ἐποίει. [33] Δαγισθαῖος δὲ ῾ἦν γάρ τις νεανίας πόλεμόν τε διενεγκεῖν Μηδικὸν οὐδαμῆ ἀξιόχρεως᾿ τοῖς παροῦσιν οὐκ ἐπιτηδείως ἐχρῆτο. [34] δέον οὖν ἀμέλει τὸ πλεῖστον τοῦ στρατοῦ ἐς τὸν στενωπὸν στεῖλαι, τάχα δ̓ ἄν που καὶ αὐτὸν τῷ ἔργῳ τούτῳ παραγενέσθαι, ἐς ἑκατὸν ἄνδρας, ὥσπερ τι πάρεργον διαχειρίζων, ἔπεμψε μόνους: αὐτὸς δὲ Πέτραν πολιορκῶν παντὶ τῷ στρατῷ οὐδὲν ἤνυσε, καίπερ τῶν πολεμίων ὀλίγων ὄντων. κατ̓ ἀρχὰς μὲν γὰρ οὐχ ἥσσους ἢ πεντακόσιοι καὶ χίλιοι ἦσαν, [35] πρὸς Ῥωμαίων δὲ καὶ Λαζῶν ἐν χρόνῳ πολλῷ τειχομαχούντων βαλλόμενοί τε καὶ ἀρετὴν ἐπιδεικνύμενοι μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν, θνήσκουσί τε πολλοὶ καὶ σφίσιν ἐς ὀλίγους κομιδῆ ἀποκεκρίσθαι ξυνέπεσε. [36] Πέρσαι μὲν οὖν ἐς ἀπόγνωσίν τε καὶ ἀπορίαν ἐμπεπτωκότες ἡσυχῆ ἔμενον, Ῥωμαῖοι δὲ ἀμφὶ τὸ τεῖχος διώρυχα ἐν χώρῳ ὀλίγῳ πεποίηνται, ὅ τε ταύτῃ περίβολος εὐθὺς ἔπεσεν. [37] ἀλλὰ ξυνέβη τούτου δὴ τοῦ χώρου ἐντὸς οἴκημα εἶναι οὐδὲν τοῦ περιβόλου διεστηκός, ὃ δὴ ἐξικνεῖτο ἐς τὸ πεπτωκὸς ἐφεξῆς ὅλον: [38] καὶ ἀντὶ τοῦ τείχους πολιορκουμένοις γενόμενον ἐν τῷ ἀσφαλεῖ οὐδέν τι ἧσσον αὐτοὺς καθίστη. [39] ὅπερ Ῥωμαίους ξυνταράξαι οὐδαμῆ ἔσχεν. εὖ γὰρ εἰδότες ὡς αὐτὸ δὴ τοῦτο ἑτέρωθι ἐργαζόμενοι τὴν πόλιν ῥᾷστα αἱρήσουσιν, εὐέλπιδες πολλῷ ἔτι μᾶλλον ἐγένοντο. [40] διὸ δὴ ὁ Δαγισθαῖος βασιλεῖ μὲν τὰ ξυνενεχθέντα ἐδήλου, ἆθλα δέ οἱ τῆς νίκης ἐν παρασκευῇ εἶναι προὐτείνετο, σημήνας ὅσοις δὴ αὐτόν τε καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ χρῆν βασιλέα δωρήσασθαι: Πέρσαν γὰρ αἱρήσειν οὐ πολλῷ ὕστερον. [41] Πέρσαι μὲν οὖν Ῥωμαίους τε καὶ Τζάνους καρτερώτατα τειχομαχοῦντας παρὰ δόξαν ὑφίσταντο, καίπερ ὀλίγοι ἀπολελειμμένοι ἐς ἄγαν. [42] ἐπεὶ δὲ Ῥωμαῖοι τειχομαχοῦντες οὐδὲν ἤνυον, ἐπὶ τὸ διορύσσειν αὖθις ἐτράποντο. ἐς τόσον τε τοῦ ἔργου τούτου ἀφίκοντο ὡς μηκέτι ἐπ̓ ἐδάφους τὰ τοῦ περιβόλου θεμέλια εἶναι, ἀλλ̓ ἐπὶ κενοῦ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑστάναι, πεσούμενα, ὡς τὸ εἰκός, αὐτίκα δὴ μάλα. [43] καὶ εἰ μὲν Δαγισθαῖος εὐθὺς ἤθελε πῦρ τοῖς θεμελίοις ἐνάψαι, οἶμαι εὐθυωρὸν σφίσι τὴν πόλιν ἁλῶναι: νῦν δὲ τὰς ἐκ βασιλέως καραδοκῶν ἐλπίδας μέλλων τε ἀεὶ καὶ τρίβων τὸν χρόνον ἡσυχῆ ἔμενε. ταῦτα μὲν οὖν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐπράσσετο τῇδε.
Delphi Complete Works of Procopius Page 155