Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ̓ ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης: ὀπτίωνα τοῦτον καλοῦσι Ῥωμαῖοι. [2] ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον ἢ κατὰ εἴκοσι σταδίους διέχοντα, καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαράσκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο. [3] τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις ἢ καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι: αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων ἐβάδιζεν. [4] ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς ἠιόνος πορευομένοις. [5] τοῖς δὲ ναύταις ἐπήγγελλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι, ἀλλ̓ ἐπιφόρου μὲν γινομένου τοῦ πνεύματος χαλάσαντας τὰ μεγάλα ἱστία τοῖς μικροῖς, ἃ δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι, λωφήσαντος δὲ παντελῶς τοῦ ἀνέμου βιάζεσθαι ὅσον οἷοί τε ὦσιν ἐρέσσοντας. [6] Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἀπὸ τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ᾗ βούλοιντο ὑπηρετούντων. [7] ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, ἢ κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἢ ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι. [8] οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον. [9] ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν. [10] ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα: ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε. [11] Γελίμερ δέ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐτοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι. [12] Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν. [13] Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, [14] ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ ᾗ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους. [15] ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαί, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι. [16] Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν. [17] ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.
Ἐν δὲ δὴ τῇ ἡμέρᾳ ταύτῃ Γελίμερ τὸν ἀνεψιὸν Γιβαμοῦνδον ἐκέλευεν ἅμα Βανδίλων δισχιλίοις φθάνοντα τὸ ἄλλο στράτευμα κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀμμάτας μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ αὐτὸς ὄπισθεν, Γιβαμοῦνδος δὲ ἐκ τῶν ἐν ἀριστερᾷ χωρίων ἐς ταὐτὸ ξυνιόντες ῥᾷον δὴ καὶ ἀπονώτερον τὴν κύκλωσιν τῶν πολεμίων ποιήσονται. [2] ἐμοὶ δὲ τά τε θεῖα καὶ τὰ ἀνθρώπεια ἐν τῷ πόνῳ τούτῳ ἐπῆλθε θαυμάσαι, ὅπως ὁ μὲν θεός, πόρρωθεν ὁρῶν τὰ ἐσόμενα, ὑπογράφει ὅπη ποτὲ αὐτῷ τὰ πράγματα δοκεῖ ἀποβήσεσθαι, οἱ δὲ ἄνθρωποι ἢ σφαλλόμενοι ἢ τὰ δέοντα βουλευόμενοι οὐκ ἴσασιν ὅτι ἔπταισάν τι, ἂν οὕτω τύχοι, ἢ ὀρθῶς ἔδρασαν, ἵνα γένηται τῇ τύχῃ τρίβος, φέρουσα πάντως ἐπὶ τὰ πρότερον δεδογμένα. [3] εἰ μὴ γὰρ Βελισάριος οὕτω διῳκήσατο τὴν παράταξιν, τοὺς μὲν ἀμφὶ τὸν Ἰωάννην προτερῆσαι κελεύσας, τοὺς δὲ Μασσαγ
έτας ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι, οὐκ ἄν ποτε διαφυγεῖν τοὺς Βανδίλους ἰσχύσαμεν. [4] καὶ τούτων δὲ οὕτω Βελισαρίῳ βεβουλευμένων, εἰ τὸν καιρὸν Ἀμμάτας διεφύ λαξε καὶ μὴ τοῦτον τεταρτημορίῳ τῆς ἡμέρα μάλιστα ἔφθασεν, οὐκ ἄν ποτε οὕτω Βανδίλοι διεφθάρη τὰ πράγματα: [5] νῦν δὲ Ἀμμάτας πρὁ̣̣̓ τερήσας ἀμφὶ μέσην ἡμέραν ἐς Δέκιμον ἧκε, μακ̣̣̔̓ ρὰν ἀπολελειμμένων ἡμῶν τε καὶ τοῦ Βανδίλὡ̣̣̓ στρατεύματος, οὐ τοῦτο μόνον ἁμαρτήσας, ὅτι οὐ̣̣̔̓ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ Βανδίλὡ̣̣̓ πλῆθος ἐν Καρχηδόνι ἀπολιπών, ἀπαγγείλας τε ὡς τάχιστα ἐς τὸ Δέκιμον ἥκειν, αὐτὸς ξὓ̣̣̓ ὀλίγοις καὶ οὐδὲ ἀριστίνδην ξυνειλεγμένοις τοῖς ἀμφὶ τὸν Ἰωάννην ἐς χεῖρας ἦλθε. [6] καὶ κτείνἑ̣̣̓ μὲν τῶν ἀρίστων δώδεκα ἐν τοῖς πρώτοις ἀγὡ̣̣̓ νιζομένους, πίπτει δὲ καὶ αὐτός, ἀνὴρ ἀγαθὃ̣̣̓ ἐν τῷ ἔργῳ τούτῳ γενόμενος. [7] καὶ ἡ μὲν τροπή ἐπεὶ Ἀμμάτας ἔπεσε, λαμπρὰ ἐγεγόνει, φεύγον̣̣̔̓ τες δὲ κατὰ κράτος οἱ Βανδίλοι ἀνεσόβουν ἅπαν̣̣̔̓ τας τοὺς ἐκ Καρχηδόνος ἐς Δέκιμον ἰόντας. [8] ἐπὁ̣̣̓ ρεύοντο γὰρ οὐδενὶ κόσμῳ οὐδὲ ὡς ἐς μάχἡ̣̣̓ ξυντεταγμένοι, ἀλλὰ κατὰ συμμορίας, καὶ ταύτἁ̣̣̓ βραχείας: κατὰ τριάκοντα γὰρ ἢ εἴκοσιν ᾔεσαν [9] ὁρῶντες δὲ Βανδίλους τοὺς ἀμφὶ τὸν Ἀμμάταν φεύγοντας, καὶ οἰόμενοι τοὺς διώκοντας παμπλἡ̣̣̓ θεῖς εἶναι, τρέψαντες τὰ νῶτα συνέφευγον. [10] Ἰωάν̣̣̔̓ νης δὲ καὶ οἱ ξὺν αὐτῷ οἷς ἂν ἐντύχοιεν κτείνοντἑ̣̣̓ ἄχρι ἐς τὰς Καρχηδόνος πύλας ἀφίκοντο. [11] κα γέγονε φόνος Βανδίλων ἐν τοῖς ἑβδομήκοντα στἁ̣̣̓ δίοις τοσοῦτος ὥστε εἰκάζειν τοὺς θεωμένους δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. [12] Κατὰ δὲ τὸν αὐτὸν χρόνον Γιβαμοῦνδός τ̣̣̔̓ καὶ οἱ δισχίλιοι ἧκον ἐς Πεδίον Ἁλῶν, ὅπερ τεσσαράκοντα μὲν σταδίοις τοῦ Δεκίμου ἀπέχἑ̣̣̓ ἐν ἀριστερᾷ εἰς Καρχηδόνα ἰόντι, ἀνθρώπων δ̣̣̔̓ καὶ δένδρων καὶ ἄλλου ὁτουοῦν ἔρημόν ἐστι, τῆς τοῦ ὕδατος ἅλμης ἄλλο οὐδὲν ἐνταῦθα πλὴν τοὺς ἅλας ἐώσης γίγνεσθαι: ἔνθα δὴ τοῖς Οὔννοις περιπεπτωκότες ἀπώλοντο πάντες. [13] ἦν δέ τις ἐν τοῖς Μασσαγέταις ἀνήρ, ἀνδρίας μὲν κἁ̣̣̓ ἰσχύος εὖ ἥκων, ὀλίγων δὲ ἡγούμενος ἀνδρῶν οὗτος εἶχε γέρας ἐκ πατέρων τε καὶ προγόνων ἐν πᾶσι τοῖς Οὐννικοῖς στρατεύμασι πρῶτος εἰς τοὺς πολεμίους εἰσβάλλειν. [14] οὐ γὰρ ἦν θεμιτὸν ἀνδρὶ Μασσαγέτῃ προτύψαντι ἐν μάχῃ τῶν τινα πολεμίων λαβεῖν, πρίν γε δή τινα ἐκ ταύτης τῆς οἰκίας ἐς τοὺς πολεμίους τῶν χειρῶν ἄρξαι. [15] οὗτος ἀνήρ, ἐπεὶ τὰ στρατεύματα οὐ πόρρω ἀπ̓ ἀλλήλων ἐγένετο, ἐξελάσας τὸν ἵππον, τοῦ τῶν Βανδίλων στρατοπέδου μόνος ὡς ἐγγυτάτω ἔστη. [16] οἱ δὲ Βανδίλοι, ἢ τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καταπλαγέντες ἢ καί τι τοὺς πολεμίους ὑποτοπήσαντες ἐς αὐτοὺς μηχανᾶσθαι, οὔτε κινεῖσθαι οὔτε τὸν ἄνδρα βαλεῖν ἔγνωσαν. [17] οἶμαι δὲ αὐτοὺς οὐπώποτε Μασσαγετῶν μάχην ἐν πείρᾳ ἔχοντας, ἀκούοντας δὲ κομιδῆ μάχιμον τὸ ἔθνος εἶναι, οὕτω δὴ κατορρωδῆσαι τὸν κίνδυνον. [18] ἀναστρέψας δὲ ἐς τοὺς ὁμοφύλους ὁ ἄνθρωπος ἔλεξεν ὡς ὁ θεὸς σφίσιν ἕτοιμον βρῶσιν τοὺς ξένους τούσδε πέμψειεν. [19] οὕτω δὴ ὁρμωμένους αὐτοὺς οἱ Βανδίλοι οὐχ ὑπέμειναν, ἀλλὰ λύσαντες τὴν τάξιν καὶ ἥκιστα ἐς ἀλκὴν ἰδόντες ἅπαντες αἰσχρῶς διεφθάρησαν.
Delphi Complete Works of Procopius Page 166