Book Read Free

Delphi Complete Works of Procopius

Page 170

by Procopius of Caesarea


  BOOK IV.

  ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ

  Γελίμερ δέ, ἐπεὶ Βανδίλους ἅπαντας ἐς ταὐτὸ εἶδεν ἀγηγερμένους, ἐπῆγεν ἐς Καρχηδόνα τ̣̣̔̓ στράτευμα. [2] γενόμενοί τε αὐτῆς ἄγχιστα τόν τ̣̣̔̓ ὀχετὸν ἀξιοθέατον ὄντα διεῖλον, ὃς ἐς τὴν πόλἱ̣̣̓ ἐσῆγε τὸ ὕδωρ, καὶ χρόνον τινὰ ἐνστρατοπεδευσἅ̣̣̓ μενοι ὑπεχώρησαν, ὡς οὐδεὶς σφίσιν ἐπεξῄει τὧ̣̣̓ πολεμίων. [3] περιιόντες δὲ τὰ ἐκείνῃ χωρία τἅ̣̣̓ τε ὁδοὺς ἐν φυλακῇ ἐποιοῦντο καὶ Καρχηδόν̣̣̔̓ πολιορκεῖν ταύτῃ ᾤοντο, οὐ μὴν οὔτε ἐληίζοντ̣̣̔̓ οὐδὲν οὔτε τὴν γῆν ἐδῄουν, ἀλλ̓ ὡς οἰκείας μετἑ̣̣̓ ποιοῦντο. [4] ἅμα δὲ καὶ προδοσίαν τινὰ ἔσεσθἁ̣̣̓ σφίσιν ἐν ἐλπίδι εἶχον Καρχηδονίων τε αὐτῶν καὶ Ῥωμαίων στρατιωτῶν ὅσοις ἡ τοῦ Ἀρείὁ̣̣̓ δόξα ἤσκητο. [5] πέμψαντες δὲ καὶ ἐς τῶν Οὔννων τοὺς ἄρχοντας, καὶ πολλὰ ἔσεσθαι αὐτοῖς ἀγαθ̣̣̔̓ πρὸς Βανδίλων ὑποσχόμενοι, ἐδέοντο φίλους τ̣̣̔̓ καὶ ξυμμάχους γενέσθαι σφίσιν. [6] οἱ δὲ οὐδ̣̣̔̓ πρότερον εὐνοϊκῶς ἐς τὰ Ῥωμαίων πράγματ̣̣̔̓ ἔχοντες ἅτε οὐδὲ ξύμμαχοι αὐτοῖς ἑκούσιοι ἥκοντἑ̣̣̓ ῾ἔφασκον γὰρ τὸν Ῥωμαίων στρατηγὸν Πέτρον ὀμωμοκότα τε καὶ τὰ ὀμωμοσμένα ἠλογηκότ̣̣̔̓ οὕτω δὴ σφᾶς ἀπαγαγεῖν ἐς τὸ Βυζάντιον̓, λόγους τε τοὺς Βανδίλων ἐνεδέχοντο καὶ ὡμολόγουν, ἐπειδὰν ἐν αὐτῷ τῷ ἔργῳ γένωνται, ξὺν αὐτοῖς ἐπὶ τὸ Ῥωμαίων στράτευμα τρέψεσθαι. [7] ταῦτα δὲ ἅπαντα Βελισάριος ἐν ὑποψίᾳ ἔχων ῾ἠκηκόει γὰρ πρὸς τῶν αὐτομόλων, ἅμα δὲ καὶ ὁ περίβολος οὔπω ἐτετέλεστο ἅπας᾿ ἐξιτητὰ μὲν σφίσιν ἐπὶ τοὺς πολεμίους ἐν τῷ παρόντι οὐκ ᾤετο εἶναι, τὰ δὲ ἔνδον ὡς ἄριστα ἐξηρτύετο. [8] καὶ Καρχηδόνιον μέν τινα, ὄνομα Λαῦρον, ἐπὶ προδοσίᾳ τε ἡλωκότα καὶ πρὸς τοῦ οἰκείου γραμματέως ἐληλεγμένον ἀνεσκολόπισεν ἐν λόφῳ τινὶ πρὸ τῆς πόλεως, καὶ ἀπ̓ αὐτοῦ ἐς δέος τι ἄμαχον οἱ ἄλλοι καταστάντες τῆς ἐς τὴν προδοσίαν πείρας ἀπέσχοντο. [9] τοὺς δὲ Μασσαγέτας δώροις τε καὶ τραπέζῃ καὶ τῇ ἄλλῃ θωπείᾳ μετιὼν ἡμέρᾳ ἑκάστῃ ἐξενεγκεῖν εἰς αὐτὸν ἔπεισεν ὅσα αὐτοῖς ὁ Γελίμερ ὑποσχόμενος εἴη, [10] ἐφ̓ ᾧ ἐν τῇ ξυμβολῇ κακοὶ γένωνται. ἔφασκον δὲ οἱ βάρβαροι οὗτοι οὐδεμίαν σφίσι προθυμίαν ἐς τὸ μάχεσθαι εἶναι: δεδιέναι γὰρ μὴ Βανδίλων ἡσσημένων οὐκ ἀποπέμψονται Ῥωμαῖοι σφᾶς ἐς τὰ πάτρια ἤθη, ἀλλ̓ αὐτοῦ ἀναγκάζοιντο ἐν Λιβύῃ γηράσκοντες θνήσκειν: καὶ μὴν καὶ περὶ τῇ λείᾳ, μὴ ἀφαιρεθῶσιν αὐτήν, ἐν φροντίδι εἶναι. [11] τότε δὴ οὖν αὐτοῖς Βελισάριος πιστὰ ἔδωκεν ὡς, ἢν κατὰ κράτος Βανδίλοι ἡσσηθεῖεν, αὐτίκα δὴ μάλα ἐς τὰ οἰκεῖα ξὺν πᾶσι λαφύροις σταλήσονται, οὕτω τε αὐτοὺς ὅρκοις καταλαμβάνει ἦ μὴν πάσῃ προθυμίᾳ ξυνδιενεγκεῖν σφίσι τὸν πόλεμον. [12] Ἐπειδή τε ἅπαντά οἱ ὡς ἄριστα παρεσκεύαστο καὶ ὁ περίβολος ἤδη ἀπείργαστο, ξυγκαλέσας ἅπαν τὸ στράτευμα ἔλεξε τοιάδε: [13] ‘Παραίνεσιν μέν, ἄνδρες Ῥωμαῖοι, οὐκ οἶδα ὅτι δεῖ ποιεῖσθαι πρὸς ὑμᾶς, οἵ γε οὕτω τοὺς πολεμίους ἔναγχος νενικήκατε ὥστε Καρχηδών τε ἥδε καὶ Λιβύη ξύμπασα κτῆμα τῆς ὑμετέρας ἀρετῆς ἐστι, καὶ δἰ αὐτὸ ξυμβουλῆς οὐδεμιᾶς ὑμῖν ἐς εὐτολμίαν ὁρμώσης δεήσει. τῶν γὰρ νενικηκότων ἥκιστα ἐλασσοῦσθαι φιλοῦσιν αἱ γνῶμαι. [14] ἐκεῖνο δὲ μόνον ὑπομνῆσαι ὑμᾶς οὐκ ἀπὸ καιροῦ οἴομαι εἶναι, ὡς, ἢν ὁμοίως ὑμῖν αὐτοῖς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, αὐτίκα δὴ μάλα τὸ πέρας ἕξει τοῖς μὲν Βανδίλοις τὰ τῆς ἐλπίδος, ὑμῖν δὲ ἡ μάχη. [15] ὥστε ὑμᾶς ὡς προθυμότατα εἰκὸς ἐς ξυμβολὴν τήνδε καθίστασθαι. ἡδὺς γὰρ ἀεὶ τοῖς ἀνθρώποις ἀπολήγων τε καὶ εἰς καταστροφὴν βαδίζων ὁ πόνος. τὸν μὲν οὖν τῶν Βανδίλων ὅμιλον ὑμῶν διαλογιζέσθω μηδείς. [16] οὐ γὰρ ἀνθρώπων πλήθει οὐδὲ σωμάτων μέτρῳ, ἀλλὰ ψυχῶν ἀρετῇ φιλεῖ ὁ πόλεμος διακρίνεσθαι. εἰσίτω δὲ ὑμᾶς τὸ πάντων ἰσχυρότατον τῶν ἐν ἀνθρώποις, ἡ ἐπὶ τοῖς πρασσομένοις αἰδώς. [17] αἰσχύνη γὰρ τοῖς γε νοῦν ἔχουσι τὸ σφῶν αὐτῶν ἡσσᾶσθαι καὶ τῆς οἰκείας ἀρετῆς ἐλάσσους ὀφθῆναι. τοὺς γὰρ πολεμίους εὖ οἶδα ὅτι ὀρρωδία τε καὶ κακῶν μνήμη περιλαβοῦσαι ἀναγκάζουσι κακίους γενέσθαι, ἡ μὲν τοῖς φθάσασι δεδιττομένη, ἡ δὲ ἀνασοβοῦσα τὴν τοῦ κατορθώσειν ἐλπίδα. [18] τύχη γὰρ εὐθὺς μοχθηρὰ ὀφθεῖσα δουλοῖ τῶν αὐτῇ περιπεπτωκότων τὸ φρόνημα. ὡς δὲ νῦν ἡμῖν ἢ πρότερον ὑπὲρ μειζόνων ὁ ἀγών ἐστιν ἐγὼ δηλώσω. [19] ἐν μὲν γὰρ τῇ προτέρᾳ μάχῃ τῶν πραγμάτων ἡμῖν οὐκ εὖ προϊόντων ἐν τῷ μὴ τὴν ἀλλοτρίαν λαβεῖν ὁ κίνδυνος ἦν, νῦν δέ, ἢν μὴ τῶν ἀγώνων κρατήσωμεν, τὴν ἡμετέραν ἀποβαλοῦμεν. [20] ὅσῳ τοίνυν τὸ κεκτῆσθαι μηδὲν τοῦ τῶν ὑπαρχόντων ἐστερῆσθαι κουφότερον, τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον ἐν τοῖς ἀναγκαιοτάτοις ῾̣̣̓ φόβος. [21] καίτοι πρότερον τῶν πεζῶν ἡμῖν ἀπολελειμμένων τὴν νίκην ἀνελέσθαι τετύχηκε, νῦν δὲ ἵλεῴ τε τῷ θεῷ καὶ τῷ παντὶ στρατῷ ἐς τὴν ξυμβολὴν καθιστάμενος κρατήσειν τοῦ στρατοπέδου τῶν πολεμίων αὐτοῖς ἀνδράσιν ἐλπίδα ἔχω. [22] πρόχειρον οὖν ἔχοντες τὸ τοῦ πολέμου πέρας μή τινι ὀλιγωρίᾳ ἐς ἄλλον αὐτὸ ἀπόθησθε χρόνον, μὴ παραδραμόντα τὸν καιρὸν ἐπιζητεῖν ἀναγκάζησθε. [23] ἀναβαλλομένη γὰρ ἡ τοῦ πολέμου τύχη οὐχ ὁμοίως τοῖς καθεστῶσι χωρεῖν πέφυ
κεν, ἄλλως τε ἢν καὶ γνώμῃ τῶν αὐτὸν διαφερόντων μηκύνηται. [24] τοῖς γὰρ τὴν ὑπάρχουσαν εὐημερίαν προϊεμένοις τὸ δαιμόνιον ἀεὶ νεμεσᾶν εἴωθεν. εἰ δέ τις ἐννοεῖ τοὺς πολεμίους, παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς ἡμετέραις ὁρῶντας χερσί, τολμήσειν μὲν παρὰ γνώμην, κινδυνεύσειν δὲ παρὰ τὴν ὑπάρχουσαν αὐτοῖς δύναμιν, οὐκ ὀρθῶς οἴεται. [25] θυμὸς γὰρ ὑπεράγαν ἐν ταῖς ψυχαῖς ὑπὲρ τῶν τιμιωτάτων φυόμενος τήν τε οὖσαν ἰσχὺν καθαιρεῖν εἴωθε καὶ τοῖς καθεστῶσιν οὐκ ἐᾷ χρῆσθαι: ἃ δὴ πάντα λογιζομένους ὑμᾶς πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἰένἁ̣̣̓ προσήκει.’

  Τοσαῦτα Βελισάριος παρακελευσάμενος ἱππέἁ̣̣̓ μὲν ἅπαντας, πλὴν πεντακοσίων, ἡμέρᾳ τῇ αὐτ̣̣̔̓ ἔστειλε, τούς τε ὑπασπιστὰς καὶ τὸ σημεῖον, ὃ δ̣̣̔̓ βάνδον καλοῦσι Ῥωμαῖοι, Ἰωάννῃ ἐπιτρέψας τ̣̣̔̓ Ἀρμενίῳ καὶ ἀκροβολίσασθαι ἐπιστείλας, ἠ̣̣̔̀̓ καιρὸς γένηται. [2] αὐτὸς δὲ τῇ ὑστεραίᾳ ξὺν τ̣̣̔̓ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσἱ̣̣̓ εἵπετο. [3] τοῖς δὲ Μασσαγέταις, βουλευσαμένὁ̣̣̓ ἐν σφίσιν αὐτοῖς, ἔδοξεν, ὅπως δὴ εὐσυνθετεἷ̣̣̓ πρός τε Γελίμερα καὶ Βελισάριον δόξωσι, μήτ̣̣̔̓ μάχης ὑπὲρ Ῥωμαίων ἄρξαι μήτε πρὸ τοῦ ἔργὁ̣̣̓ ἐς Βανδίλους ἰέναι, ἀλλ̓ ἐπειδὰν ὁποτέρας στρἁ̣̣̓ τιᾶς τὰ πράγματα πονηρὰ εἴη, τηνικαῦτα ξὺ τοῖς νικῶσι τὴν δίωξιν ἐπὶ τοὺς ἡσσωμένου ποιήσασθαι. ταῦτα μὲν οὖν τοῖς βαρβάροἱ̣̣̓ ἐδέδοκτο τῇδε. [4] ὁ δὲ Ῥωμαίων στρατὸς κατέλαβ̣̣̔̓ τοὺς Βανδίλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαν̣̣̔̓ τας, τεσσαράκοντα καὶ ἑκατὸν σταδίους Καρχἡ̣̣̓ δόνος ἀπέχοντι. [5] ἔνθα δὴ μακράν που ἀπ̓ ἀλλἥ̣̣̓ λων ηὐλίσαντο ἑκάτεροι. ἐπειδὴ δὲ πόρρω ἦ τῶν νυκτῶν, τέρας ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγεγόνει τοιόνδε. [6] τῶν δοράτων αὐτοῖς τὰ ἄκῥ̣̣̓ πυρὶ πολλῷ κατελάμπετο καὶ αὐτῶν αἱ αἰχμ̣̣̔̓ καίεσθαι ἐπὶ πλεῖστον σφίσιν ἐδόκουν. τοῦτο ὁ̣̣̓ πολλοῖς μὲν φανερὸν γέγονεν, ὀλίγους δὲ τοὺ θεασαμένους κατέπληξεν, οὐκ εἰδότας ὅπη ἐκβ̣̣̔̓ σεται. [7] ξυνέπεσε δὲ Ῥωμαίοις τοῦτο καὶ αὖθι ἐν Ἰταλίᾳ χρόνῳ πολλῷ ὕστερον. ὅτε δὴ αὐτ̣̣̔̓ καὶ νίκης ξύμβολον ἅτε πείρᾳ εἰδότες ἐπίστευὁ̣̣̓ εἶναι. τότε δέ, ὥσπερ εἴρηται, ἐπεὶ πρῶτον ἐγἑ̣̣̓ γόνει, κατεπλάγησάν τε καὶ ξὺν δέει πολλ̣̣̔̓ ἐνυκτέρευσαν. [8] Τῇ δὲ ὑστεραίᾳ Γελίμερ Βανδίλους ἐκέλευ παῖδάς τε καὶ γυναῖκας καὶ πάντα χρήματα ἐ̣̣̔̓ μέσῳ καταθέσθαι τῷ χαρακώματι, καίπερ ὀχὕ̣̣̓ ρωμα οὐδὲν ἔχοντι, καὶ ξυγκαλέσας ἅπαντας ἔλεξ̣̣̔̓ τοιάδε: [9] ‘Οὐχ ὑπὲρ δόξης ἡμῖν, ἄνδρες Βανδίλὁ̣̣̓ οὐδὲ ἀρχῆς στερήσεως μόνον ὁ ἀγών ἐστιν, ὥστ̣̣̔̓ κἂν ἐθελοκακήσασι καὶ ταῦτα προεμένοις δυνατὃ̣̣̓ εἶναι βιοῦν, οἴκοι τε καθημένοις καὶ τὰ ἡμέτεῥ̣̣̓ αὐτῶν ἔχουσιν: [10] ἀλλ̓ ὁρᾶτε δήπουθεν ὡς ἐς τοῦτ̣̣̔̓ ἡμῖν περιέστηκε τύχης τὰ πράγματα ὥστε, ἢν μὴ τῶν πολεμίων κρατήσωμεν, τελευτῶντες μἓ̣̣̓ κυρίους αὐτοὺς καταλείψομεν παίδων τῶνδε κἁ̣̣̓ γυναικῶν καὶ χώρας καὶ πάντων χρημάτων περιοῦσι δὲ ἡμῖν προσέσται τὸ δούλοις τε εἶνἁ̣̣̓ καὶ ταῦτα ἐπιδεῖν ἅπαντα: [11] ἢν δέ γε περιεσώμεθ̣̣̔̓ τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ ζῶντες ἐν πᾶσιν ἀγαθοῖς βιοτεύσομεν καὶ μετὰ τὴν εὐπρεπῆ τὁ̣̣̓ βίου καταστροφὴν παισὶ μὲν καὶ γυναιξὶ τὰ τἧ̣̣̓ εὐδαιμονίας ἀπολελείψεται, τῷ δὲ τῶν Βανδίλὡ̣̣̓ ὀνόματι τὸ περιεῖναί τε καὶ τὴν ἀρχὴν διασὥ̣̣̓ σασθαι. [12] εἰ γάρ τισι καὶ ἄλλοις πώποτε ὑπἓ̣̣̓ τῶν ὅλων τετύχηκεν ἀγωνίζεσθαι, καὶ αὐτοὶ νὗ̣̣̓ μάλιστα πάντων γινώσκομεν ὡς τὰς ὑπὲρ ἁπάν̣̣̔̓ των ἐλπίδας ἐφ̓ ἡμῖν αὐτοῖς φέροντες ἐς τἣ̣̣̓ παράταξιν καθιστάμεθα. [13] οὐκ ἐπὶ τοῖς σώμας῾̣̣̓ τοίνυν τοῖς ἡμετέροις ὁ φόβος οὐδ̓ ἐπὶ τ̣̣̔̓ θνήσκειν ὁ κίνδυνος, ἀλλ̓ ὥστε μὴ τῶν πολεμίὡ̣̣̓ ἡσσῆσθαι. τῆς γὰρ νίκης ἀπολελειμμένοις τ̣̣̔̓ τεθνάναι ξυνοίσει. [14] ὅτε τοίνυν ταῦτα οὕτως ἔχἑ̣̣̓ μαλακιζέσθω Βανδίλων μηδείς, ἀλλὰ τῷ μἓ̣̣̓ φρονήματι προϊέσθω τὸ σῶμα, αἰσχύνῃ δὲ τῶ μετὰ τὴν ἧτταν κακῶν ζηλούτω τὴν τοῦ βίὁ̣̣̓ καταστροφήν. [15] τῷ γὰρ τὰ αἰσχρὰ αἰσχυνομέν̣̣̔̓ πάρεστιν ἀεὶ τὸ μὴ δεδιέναι τὸν κίνδυνον. μάχη δὲ τῆς πρότερον γεγενημένης μηδεμία ὑμᾶς εἰσίτ̣̣̔̓ μνήμη. [16] οὐ γὰρ κακίᾳ ἡμετέρᾳ ἡσσήθημεν, ἀλλ̣̣̔̓ τύχης ἐναντιώμασι προσεπταικότες ἐσφάλημεν ταύτης δὲ τὸ ῥεῦμα οὐκ ἀεὶ κατὰ ταὐτὰ φέρεσθ̣̣̔̓ πέφυκεν, ἀλλ̓ ἐν ἡμέρᾳ ἑκάστῃ ὡς τὰ πολλ̣̣̔̓ μεταπίπτειν φιλεῖ. [17] τῷ δὲ ἀνδρείῳ τοὺς πολἑ̣̣̓ μίους ὑπεραίρειν αὐχοῦμεν καὶ πλήθει παρὰ πολ̣̣̔̓ ὑπερβάλλεσθαι: [18] μέτρῳ γὰρ αὐτῶν περιεῖναι οὐ̣̣̔̓ ἧσσον ἢ δεκαπλασίῳ οἰόμεθα. καὶ τί προσθής῾̣̣̓ πολλά τε καὶ μεγάλα εἶναι τὰ νῦν μάλιστα ἡμἇ̣̣̓ ἐς ἀρετὴν ὁρμῶντα, τήν τε τῶν προγόνων δόξα καὶ τὴν παραδοθεῖσαν ἡμῖν ὑπ̓ ἐκείνων ἀρχήν [19] ἡ μὲν γὰρ ἐφ̓ ἡμῖν τῷ ἀνομοίῳ τοῦ ξυγγενοῦ ἐγκαλύπτεται, ἡ δὲ ὡς ἀναξίους ἡμᾶς ἀποφυγεἷ̣̣̓ ἰσχυρίζεται. [20] καὶ σιωπῶ τούτων τῶν γυναίὡ̣̣̓ τὰς οἰμωγὰς καὶ τῶν παίδων τῶν ἡμετέρων τ̣̣̔̓ δάκρυα, οἷς νῦν, ὡς ὁρᾶτε, περιαλγήσας μηκῦναι τὸν λόγον οὐ δύναμαι. [21] ἀλλ̓ ἐκεῖνο μόνον εἰπὼν παύσομαι, ὡς ἐπάνοδος ἡμῖν εἰς τὰ φίλτατα ταῦτα οὐκ ἔσται μὴ τῶν πολεμίων κρατήσασιν. [22] ὧν �
�νθυμηθέντες ἄνδρες τε ἀγαθοὶ γίγνεσθε καὶ μὴ καταισχύνητε τὴν Γιζερίχου δόξαν.’ [23] Τοσαῦτα εἰπὼν Γελίμερ Τζάζωνα τὸν ἀδελφὸν ἐκέλευσε Βανδίλοις τοῖς μετ̓ αὐτοῦ ἐκ Σαρδοῦς ἥκουσι παραίνεσιν ἰδίᾳ ποιεῖσθαι. [24] ὁ δὲ αὐτοὺς ξυναγείρας μικρὸν ἄποθεν τοῦ στρατοπέδου ἔλεξε τοιάδε: ‘Βανδίλοις μὲν ἅπασιν, ἄνδρες συστρατιῶται, ὑπὲρ τούτων ὁ ἀγών ἐστιν ὧν δὴ ἀρτίως λέγοντος τοῦ βασιλέως ἠκούσατε, ὑμῖν δὲ πρὸς τοῖς ἄλλοις ἅπασι καὶ πρὸς ὑμᾶς αὐτοὺς ἁμιλλᾶσθαι ξυμβαίνει. [25] νενικήκατε γὰρ ἔναγχος ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι καὶ τὴν νῆσον ἀνεκτήσασθε τῇ Βανδίλων ἀρχῇ: ὑμᾶς οὖν μείζω ποιεῖσθαι εἰκὸς τῆς ἀρετῆς τὴν ἐπίδειξιν. [26] οἷς γὰρ ὑπὲρ τῶν μεγίστων ὁ κίνδυνος, μεγίστην εἶναι καὶ τὴν ἐς τὸ πολεμεῖν προθυμίαν ἀνάγκη. οἱ μὲν γὰρ ὑπὲρ τῆς ἡγεμονίας ἀγωνιζόμενοι ἡσσηθέντες, ἂν οὕτω τύχῃ, οὐκ ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν: [27] οἷς δὲ ὑπὲρ τῶν ὅλων ἡ μάχη, πάντως ὁ βίος πρὸς τὸ τοῦ πολέμου ῥυθμίζεται πέρας. ἄλλως τε, ἢν μὲν ἄνδρες ἀγαθοὶ ἐν τῷ παρόντι γένησθε, βεβαιοῦτε ὑμῖν αὐτοῖς ἀρετῆς ἔργον τὴν τοῦ τυράννου Γώδα γεγονέναι καθαίρεσιν: μαλακισθέντες δὲ νῦν καὶ τῆς ἐπ̓ ἐκείνοις εὐδοξίας ὡς οὐδὲν προσηκούσης στερήσεσθε. [28] καίτοι καὶ ἄλλως ὑμᾶς γε εἰκὸς τῶν λοιπῶν Βανδίλων ἐν ταύτῃ πλεονεκτεῖν τῇ μάχῃ. [29] τοὺς μὲν γὰρ σφαλέντας ἡ προλαβοῦσα τύχη ἐκπλήσσει, οἱ δὲ οὐδὲν ἐπταικότες μετ̓ ἀκραιφνοῦς τοῦ θάρσους ἐς τὸν ἀγῶνα καθίστανται. [30] κἀκεῖνο δὲ οἶμαι οὐκ ἀπὸ τρόπου εἰρήσεται, ὡς ἢν τῶν πολεμίων κρατήσωμεν, τὸ πλεῖστον τῆς νίκης ὑμεῖς ἀναδήσεσθε μέρος, σωτῆράς τε ὑμᾶς ἅπαντες τοῦ τῶν Βανδίλων καλέσουσιν ἔθνους. [31] οἱ γὰρ σὺν τοῖς πρότερον ἠτυχηκόσιν εὐδοκιμοῦντες εἰκότως αὐτοὶ τὴν ἀμείνω σφετερίζονται τύχην. [32] ταῦτα τοίνυν ἅπαντα λογιζομένους ὑμᾶς φημι χρῆναι παῖδάς τε καὶ γυναῖκας ἀπολοφυρομένους κελεύειν θαρσεῖν τε ἤδη καὶ τὸν θεὸν ἐς ξυμμαχίαν παρακαλεῖν, καὶ θυμῷ μὲν ἐπὶ τοὺς πολεμίους ἰέναι τοῖς δὲ ὁμοφύλοις ἐς ταύτην ἡγεῖσθαι τὴν μάχην.’

 

‹ Prev