Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 176
Delphi Complete Works of Procopius Page 176

by Procopius of Caesarea


  οἱ δὲ βάρβαροι χρώμενοι θυμῷ πανδημεὶ ἐπὶ Ῥωμαίους αὖθις, οὐδένα σφῶν ἀπολιπόντες, ἐστράτευσαν, καὶ καταθεῖν τὰ ἐν Βυζακίῳ χωρία ἤρξαντο, οὐδεμιᾶς ἡλικίας τῶν σφίσι παραπιπτόντων φειδόμενοι. [2] ἄρτι τε Σολόμωνι ἐς Καρχηδόνα ἐληλακότι βάρβαροι πλήθει μεγάλῳ ἐς Βυζάκιον ἐληλυθέναι καὶ ληίζεσθαι πάντα τὰ ἐκείνῃ ἠγγέλλοντο. ἄρας οὖν κατὰ τάχος παντὶ τῷ στρατῷ ἐπ̓ αὐτοὺς ᾔει. [3] γενόμενος δὲ ἐν Βουργάωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, ἡμέρας μέν τινας ἀντεκάθητο, ὅπως, ἐπειδὰν τάχιστα ἐν τῷ ὁμαλεῖ γένωνται οἱ Μαυρούσιοι, τῆς ξυμβολῆς ἄρχοι. [4] ὡς δὲ ἐκεῖνοι ἐν τῷ ὄρει ἔμενον, διεῖπέ τε ὡς ἐς μάχην καὶ διεκόσμει τὸ στράτευμα, οἱ δὲ Μαυρούσιοι ἐς μὲν τὸ πεδίον ἥκιστα Ῥωμαίοις τὸ λοιπὸν ἐς μάχην ἰέναι διενοοῦντο ῾ἤδη γὰρ αὐτοὺς ἄμαχόν τι δέος ἐσῄεἰ, ἐν δὲ τῷ ὄρει ἤλπιζον ῥᾷον αὐτῶν περιέσεσθαι τῷ πολέμῳ. [5] ἔστι δὲ τὸ ὄρος ὁ Βουργάων ἐπὶ πλεῖστον μὲν ἀπότομον καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον δεινῶς ἄβατον, τὰ δὲ πρὸς ἑσπέραν εὐέφοδόν τε καὶ ὑπτίως ἔχον. [6] καὶ σκοπέλω ὑψηλὼ δύο ἀνέχετον νάπην τινὰ ἐν μέσῳ σφῶν ἐργαζομένω, στενὴν μὲν κομιδῆ, ἐς βάθος δέ τι ἄφατον κατατείνουσαν. [7] οἱ δὲ βάρβαροι τὴν μὲν ἄκραν τοῦ ὄρους ἀπέλιπον ἀνδρῶν ἔρημον, οὐδὲν ἐνθένδε πολέμιον οἰόμενοι σφίσιν ἔσεσθαι: ὁμοίως δὲ καὶ τὸν ἀμφὶ τὸν πρόποδα χῶρον ἔλιπον οὗ δὴ εὐπρόσοδος ὁ Βουργάων ἦν. [8] κατὰ δὲ τὰ μέσα στρατοπεδευσάμενοι ἔμενον, ὅπως, ἢν οἱ πολέμιοι ἐπὶ σφᾶς ἀνιόντες μάχης ἄρξωσιν, αὐτοὶ ἤδη ὕπερθεν ἐκείνων γενόμενοι κατὰ κορυφὴν βάλλωσιν. [9] ἦσαν δὲ αὐτοῖς ἐν τῷ ὄρει καὶ ἵπποι πολλοὶ ἢ ἐς φυγὴν παρεσκευασμένοι, ἢ ἐς τὴν δίωξιν, ἢν τῆς μάχης κρατήσωσι. [10] Σολόμων δέ, ἐπεὶ εἶδε τοὺς Μαυρουσίους οὐκέτι ἐν τῷ ὁμαλεῖ ἐθέλοντας διαμάχεσθαι, καὶ ἅμα τῇ προσεδρείᾳ τὸ Ῥωμαίων στράτευμα ἐν χωρίῳ ἐρήμῳ ἤχθετο, ἐς χεῖρας ἐλθεῖν τοῖς πολεμίοις ἐν Βουργάωνι ἠπείγετο. [11] ἰδὼν δὲ τοὺς στρατιώτας καταπεπληγμένους τῷ τῶν ἐναντίων ὁμίλῳ πολυπλασίῳ ἢ ἐν τῇ προτέρᾳ μάχῃ γεγενημένῳ, ξυγκαλέσας τὸ πλῆθος ἔλεξε τοιάδε: [12] ‘Τὸ μὲν δέος ᾧ πρὸς ὑμᾶς οἱ πολέμιοι χρῶνται, οὐχ ἑτέρου του κατηγόρου δεῖται, ἀλλ̓ αὐτεπάγγελτον ἐξελήλεγκται τὴν οἴκοθεν ἐπαγόμενον μαρτυρίαν [13] ὁρᾶτε γὰρ δή που τοὺς ἐναντίους εἰς τόσας μὲν καὶ τόσας μυριάδας συνειλεγμένους, οὐ τολμῶντας δὲ ἡμῖν εἰς τὸ πεδίον καταβαίνοντας ξυμβαλεῖν, οὐδὲ πιστεύειν ἐπὶ σφίσιν αὐτοῖς ἔχοντας ἀλλ̓ εἰς τὴν τοῦ χωρίου τούτου δυσκολίαν καταφυγόντας. [14] ὥστε ὑμῖν οὐδέ τι ἐγκελεύεσθαι ἔν γε τῷ παρόντι ἐπάναγκες. οἷς γὰρ τὰ πράγματα καὶ ἡ τῶν πολεμίων ἀσθένεια τὸ θαρσεῖν δίδωσιν, οὐδὲν οἶμαι τῆς ἐκ τῶν λόγων ὠφελείας προσδεῖ. [15] τοσοῦτον δὲ ὑπομνῆσαι ὑμᾶς δεήσἑ̣̣̓ ὡς, ἢν μετὰ εὐψυχίας καὶ τήνδε τὴν ξυμβολὴν διενέγκωμεν, λελείψεται ἡμῖν, Βανδίλων τε νενικημένων καὶ Μαυρουσίων εἰς ταὐτὸ τύχης ἐληλακότων, τῶν Λιβύης ἀγαθῶν ἀπόνασθαι πάντων, οὐδὲν ὅ τι καὶ πολέμιον ἐννοεῖν ἔχουσιν [16] ὅπως δὲ μὴ κατὰ κορυφὴν ὑμᾶς οἱ πολέμιο βάλλωσι, μηδέ τι ἐκ τοῦ χωρίου ἡμῖν γίγνοιτο βλάβος, ἐγὼ προνοήσω.’ [17] Τοσαῦτα παρακελευσάμενος Σολόμων, Θεόδωρον ἐκέλευεν, ὃς τῶν ἐξκουβιτώρων ἡγεῖτ̣̣̔̓ ῾οὕτω γὰρ τοὺς φύλακας Ῥωμαῖοι καλοῦσἰ, πεζοὺς χιλίους ἐπαγαγόμενον ἀμφὶ δείλην ὀψίαν ἔχοντά τε καὶ τῶν σημείων τινὰ ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον τοῦ Βουργάωνος λάθρα ἀναβῆναι, οὗ μάλιστα δύσοδόν τε τὸ ὄρος καὶ σχεδόν τι ἀπόρευτον ἦν, ἐπιστείλας ὥστε, ἐπειδὰν ἄγχι ἐς τὸν τοῦ ὄρους κολωνὸν ἵκωνται, ἐνταῦθα ἡσυχάζοντας τὸ λοιπὸν διανυκτερεύειν, ἅμα τε ἡλίῳ ἀνίσχοντι καθύπερθεν φαινομένους τῶν πολεμίων καὶ τὰ σημεῖα ἐνδεικνυμένους βάλλειν. [18] ὁ δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπεὶ πόρρω ἦν τῶν νυκτῶν, διὰ τοῦ κρημνώδους ἐγγὺς τοῦ σκοπέλου ἀφικόμενοι μὴ ὅτι Μαυρουσίους, ἀλλὰ καὶ Ῥωμαίους ἅπαντας ἔλαθον: [19] ἐς προφυλακὴν γὰρ τῷ λόγῳ ἐστέλλοντο, μή τις ἔξωθεν ἐς τὸ στρατόπεδον κακουργήσων ἴοι. ὄρθρου δὲ βαθέος Σολόμων παντὶ τῷ στρατῷ κατὰ τοῦ Βουργάωνος τὰ ἔσχατα ἐπὶ τοὺς πολεμίους ἀνέβαινε. [20] καὶ ἐπειδὴ πρωῒ ἐγεγόνει ἐγγύς τε οἱ πολέμιοι καθεωρῶντο, οὐκέτι γυμνήν, ὥσπερ τὸ πρότερον, οἱ στρατιῶται τὴν τοῦ ὄρους ὑπερβολὴν ὁρῶντες, ἀλλὰ ἀνδρῶν τε ἀνάπλεων καὶ σημεῖα Ῥωμαϊκὰ ἐνδεικνυμένων ῾ἤδη γὰρ καὶ ὑπέφαινέ τι ἡμέρας᾿ διηποροῦντο. [21] ἐπεὶ δὲ τῶν χειρῶν οἱ ἐν τῇ ἄκρᾳ ἦρχον, οἵ τε Ῥωμαῖοι τὸ στράτευμα οἰκεῖον εἶναι καὶ οἱ βάρβαροι ἐν μέσῳ τῶν πολεμίων γεγονέναι ᾐσθάνοντο, βαλλόμενοι δὲ ἑκατέρωθεν, καὶ οὐ παρὸν σφίσι τοὺς πολεμίους ἀμύνεσθαι, ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, ἐς φυγὴν δὲ αὐτίκα ξύμπαντες ὥρμηντο. [22] οὔτε δὲ ἐς τοῦ Βουργάωνος τὴν ὑπερβολὴν ἀναδραμεῖν ἔχοντες, πρὸς τῶν πολεμίων κατεχομένην, οὔτε ἐς τὸ ὁμαλὲς διὰ τοῦ πρόποδός πη ἰέναι, ἐνθένδε σφίσιν ἐπικειμένων τῶν ἐναντίων, ἔς τε τὴν νάπην καὶ ἐς τῶν σκοπέλων τὸν ἕτερον δρόμῳ πολλῷ ᾔεσαν, οἱ μὲν αὐτοῖς ἵπποις, οἱ δὲ καὶ πεζῇ. [23] ἅτε δὲ ὅμιλος πολὺς ἐν φόβῳ καὶ θορύβῳ μεγάλῳ φεύγοντες, σφᾶς τε αὐτοὺς �
�κτεινον καὶ ἐς τὴν νάπην βαθεῖαν κομιδῆ οὖσαν ἐσπίπτοντες ἀεὶ οἱ πρῶτοι ἔθνησκον, τοῖς μέντοι ὄπισθεν ἰοῦσιν οὐ παρείχοντο τοῦ κακοῦ αἴσθησιν. [24] ἐπεὶ δὲ τῶν τεθνεώτων ἵππων τε καὶ ἀνθρώπων ἡ νάπη ἔμπλεως γενομένη διάβασιν ἐκ τοῦ Βουργάωνος ἐς ὄρος ἐποίει τὸ ἕτερον, ἐνταῦθα ἐσώζοντο οἱ ὑπολειπόμενοι, διὰ τῶν σωμάτων τὴν πορείαν ποιούμενοι. [25] ἀπέθανον δὲ ἐν τούτῳ τῷ πόνῳ Μαυρουσίων μὲν μυριάδες πέντε, ὡς αὐτῶν ἰσχυρίζοντο οἱ περιόντες, Ῥωμαίων δὲ τὸ παράπαν οὐδείς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν ἢ πρὸς τῶν πολεμίων ἢ τύχης αὐτῷ ξυμβάσης τινός, ἀλλ̓ ἀκραιφνεῖς πάντες τῆς νίκης ἀπώναντο ταύτης. [26] διέφυγον δὲ καὶ οἱ τῶν βαρβάρων ἡγούμενοι πάντες, πλήν γε δὴ ὅτι Ἐσδιλάσας πίστεις λαβὼν Ῥωμαίοις αὑτὸν ἐνεχείρισε. [27] γυναικῶν μέντοι καὶ παίδων λείαν τοσαύτην τὸ πλῆθος Ῥωμαῖοι εἷλον ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον τοῖς ὠνεῖσθαι βουλομένοις ἀπέδοντο. [28] καὶ τότε Μαυρουσίων τοὺς ὑπολειπομένους γυναικῶν τῶν σφετέρων τὸ λόγιον ἐσῄει, ὡς ἄρα τὸ γένος αὐτοῖς πρὸς ἀνδρὸς ἀγενείου ὀλεῖται. [29] Τὸ μὲν οὖν Ῥωμαίων στράτευμα ξύν τε τῇ λείᾳ καὶ τῷ Ἐσδιλάσᾳ ἐς Καρχηδόνα ἐσήλαυνον τῶν δὲ βαρβάρων ὅσοις μὴ ἀπολωλέναι ξυμβέβηκεν, ἐν Βυζακίῳ μὲν ἱδρῦσθαι ἀδύνατα ἐδόκει εἶναι, ὅπως μὴ ὀλίγοι ὄντες πρὸς Λιβύων τῶν σφίσιν ὁμόρων βιάζωνται, ξὺν δὲ ἄρχουσι τοῖς σφετέροις εἰς Νουμιδίαν ἀφικόμενοι ἱκέται γίνονται Ἰαύδα, ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε. [30] μόνοι δὲ Μαυρουσίων ἐν Βυζακίῳ διέμειναν ὧν ἡγεῖτο Ἀντάλας, ὃς δὴ ἐν τούτῳ τῷ χρόνῳ τὴν ἐς Ῥωμαίους πίστιν φυλάξας κακῶν ἀπαθὴς ξὺν τοῖς ὑπηκόοις τοῖς αὑτοῦ ἔμεινεν.

  Ἐν ᾧ δὲ ταῦτα ἐν Βυζακίῳ ἐγένετο, ἐν τούτῳ Ἰαύδας ὃς τῶν ἐν Αὐρασίῳ Μαυρουσίων ἦρχε, πλέον ἢ τρισμυρίους ἄνδρας μαχίμους ἐπαγόμενος ἐληίζετο τὰ ἐπὶ Νουμιδίας χωρία, ἠνδραπόδιζέ τε τῶν Λιβύων πολλούς. [2] ἐτύγχανε δὲ Ἀλθίας ἐν Κεντουρίαις τῶν ἐκείνῃ φρουρίων φυλακὴν ἔχων: ὃς τῶν αἰχμαλώτων τινὰς ἀφελέσθαι τοὺς πολεμίους ἐν σπουδῇ ἔχων ξὺν Οὔννοις τοῖς αὐτῷ ἑπομένοις, ἑβδομήκοντα μάλιστα οὖσιν, ἔξω τοῦ φρουρίου ἐγένετο. [3] λογισάμενός τε ὡς οὐχ οἷός τέ ἐστι πλήθει Μαυρουσίων τοσούτῳ ξὺν ἀνδράσιν ἑβδομήκοντα ἐς χεῖρας ἰέναι, στενοχωρίαν καταλαβεῖν τινα ἤθελεν, ὅπως ἂν δἰ αὐτῆς ὁδῷ ἰόντων τῶν πολεμίων τῶν τινας αἰχμαλώτων ἀναρπάσαι δυνατὸς εἴη. [4] καὶ ῾οὐ γάρ ἐστι τοιαύτη τις ἐνταῦθα ὁδός, ἐπεὶ πεδία ὕπτια πανταχῆ τῶν ἐκείνῃ χωρίων ἐστὶν̓ ἐπενόει τάδε. [5] Πόλις ἔστι που πλησίον Τίγισις ὄνομα, τότε μὲν ἀτείχιστος οὖσα, κρήνην δὲ μεγάλην τινὰ ἐν στενοχωρίᾳ πολλῇ ἔχουσα. [6] ταύτην Ἀλθίας τὴν κρήνην καταλαβεῖν ἔγνω, λογισάμενος ὡς δίψῃ ἀναγκαζόμενοι ἐνταῦθα πάντως ἀφίξονται οἱ πολέμιοι: ἄλλο γὰρ ὕδωρ ἄγχιστά πη ὡς ἥκιστά ἐστι. [7] πᾶσι μὲν οὖν τὸ τοῦ πλήθους ἐκλογιζομένοις παράλογον ἔδοξε μανιώδης αὐτοῦ ἡ ἔννοια εἶναι. [8] οἱ δὲ Μαυρούσιοι κόπῳ τε πολλῷ καὶ πνίγει μεγάλῳ θέρους ὥρᾳ ὡμιληκότες, δίψῃ τε, ὡς τὸ εἰκός, ἀπ̓ αὐτοῦ μεγίστῃ ἐχόμενοι, παρὰ τὴν κρήνην δρόμῳ πολλῷ ἦλθον, οὐδὲν ἐναντίωμα ἐν νῷ ἔχοντες. [9] ἐπειδὴ δὲ τὸ ὕδωρ πρὸς τῶν πολεμίων ἐχόμενον εὗρον, ἀπορούμενοι ξύμπαντες ἔστησαν, τοῦ πλείστου τῆς ἰσχύος ἤδη δαπανηθέντος σφίσι τῇ τοῦ ὕδατος ἐπιθυμίᾳ. [10] διὸ δὴ Ἰαύδας τῷ Ἀλθίᾳ εἰς λόγους ἥκων τὸ τριτημόριόν οἱ δώσειν ὡμολόγει τῆς λείας, ἐφ̓ ᾧ δὴ Μαυρούσιοι πίωσιν ἅπαντες. [11] ὁ δὲ τὸν μὲν λόγον ἐνδέχεσθαι οὐδαμῇ ἤθελε, μονομαχεῖν δὲ πρὸς αὐτὸν ὑπὲρ τούτων ἠξίου. [12] τοῦ δὲ Ἰαύδα ταύτην δὴ δεξαμένου τὴν πρόκλησιν, ξυνέκειτο ἡσσηθέντος, ἂν οὕτω τύχῃ, τοῦ Ἀλθία Μαυρουσίους πιεῖν. [13] ἔχαιρέ τε ἅπας ὁ τῶν Μαυρουσίων στρατός, εὐέλπιδες ὄντες, ἐπεὶ Ἀλθίας μὲν ἰσχνός τε ἦν καὶ οὐ μέγας τὸ σῶμα, Ἰαύδας δὲ κάλλιστός τε ἦν καὶ μαχιμώτατος Μαυρουσίων ἁπάντων. [14] ἄμφω μὲν οὖν ἱππεῖς ἐτύγχανον ὄντες. ὁ δὲ Ἰαύδας τὸ δοράτιον ἠκόντισε πρῶτος, οὗπερ Ἀλθίας ἐπ̓ αὐτὸν ἰόντος χειρὶ λαβέσθαι τῇ δεξιᾷ παρὰ δόξαν ἰσχύσας Ἰαύδαν τε καὶ τοὺς πολεμίους κατέπληξε. [15] τῇ δὲ λαιᾷ χειρὶ τὸ τόξον ἐντείνας αὐτίκα, ἐπεὶ ἀμφιδέξιος ἦν, τὸν Ἰαύδα ἵππον βαλὼν ἔκτεινε. [16] πεσόντος τε αὐτοῦ ἵππον ἕτερον τῷ ἄρχοντι Μαυρούσιοι ἦγον, ἐφ̓ ὃν ἀναθορὼν Ἰαύδας εὐθὺς ἔφυγε: καί οἱ κόσμῳ οὐδενὶ ὁ τῶν Μαυρουσίων στρατὸς εἵπετο. [17] ὅ τε Ἀλθίας τούς τε αἰχμαλώτους καὶ τὴν λείαν ἀφελόμενος ξύμπασαν ὄνομα μέγα ἐκ τοῦ ἔργου τούτου ἀνὰ πᾶσαν Λιβύην ἔσχε. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. [18] Σολόμων δὲ ἐν Καρχηδόνι ὀλίγον τινὰ διατρίψας χρόνον, ἐπί τε ὄρος τὸ Αὐράσιον καὶ Ἰαύδαν ἐπῆγε τὸ στράτευμα, ἐπενεγκὼν αὐτῷ ὅτι, ἡνίκα ὁ Ῥωμαίων στρατὸς τὴν ἐν Βυζακίῳ ἀσχολίαν εἶχε, πολλὰ ἐληίσατο τῶν ἐν Νουμιδίᾳ χωρίων. καὶ ἦν δὲ οὕτως. [19] ὥρμων δὲ Σολόμωνα ἐπὶ τὸν Ἰαύδαν Μαυρουσίων ἄρχοντες ἕτεροι, Μασσωνᾶς τε καὶ Ὀρταΐας, τῆς σφετέρας ἔχθρας ἕνεκα: Μασσωνᾶς μέν, ὅτι οἱ τὸν πατέρα Μεφανίαν κηδεστὴς ὢν Ἰαύδας δόλῳ ἔκτεινεν, ὁ δὲ ἕτερος, ὅτι ξὺν τῷ Μαστίνᾳ, ὃς τῶν ἐν Μαυριτανίᾳ Βαρβάρων ἡγεῖτο, ἐξελάσαι αὐτό�
� τε καὶ Μαυρουσίους ὧν ἦρχεν ἐκ τῆς χώρας ἐβούλευσεν, ἔνθα δὴ ἐκ παλαιοῦ ᾤκηντο. [20] ὁ μὲν οὖν Ῥωμαίων στρατός, ἡγουμένου αὐτοῖς Σολόμωνος, καὶ Μαυρουσίων ὅσοι σφίσιν ἐς ξυμμαχίαν ἦλθον, ἐστρατοπεδεύσαντο ἐς ποταμὸν Ἀβίγαν, ὃς τὸ Αὐράσιον παραρρέων ἀρδεύει τὰ ἐκείνῃ χωρία. [21] τῷ δὲ Ἰαύδᾳ ἐς μὲν τὸ πεδίον τοῖς πολεμίοις ἀντιτάξασθαι ἀξύμφορον εἶναι ἐφαίνετο, τὰ δὲ ἐν Αὐρασίῳ ἐξηρτύετο ὅπη οἱ ἐδόκει τοῖς ἐπιοῦσιν ὡς δυσκολώτατα ἔσεσθαι. [22] τοῦτο δὲ τὸ ὄρος ἡμερῶν μὲν ὁδῷ δέκα καὶ τριῶν μάλιστα Καρχηδόνος διέχει, μέγιστον δὲ ἁπάντων ἐστὶν ὧν ἡμεῖς ἴσμεν. [23] ἡμερῶν γὰρ τριῶν ἐνταῦθα εὐζώνῳ ἀνδρὶ περίοδός ἐστι. καὶ τῷ μὲν ἐς αὐτὸ ἰέναι βουλομένῳ δύσοδόν τέ ἐστι καὶ δεινῶς ἄγριον, ἄνω δὲ ἥκοντι καὶ ἐν τῷ ὁμαλεῖ γενομένῳ πεδία τε φαίνεται καὶ κρῆναι πολλαὶ ποταμούς τε ποιοῦσαι καὶ παραδείσων πολύ τι χρῆμα θαυμάσιον οἷον. [24] καὶ ὅ τε σῖτος ὃς ἐνταῦθα φύεται ἥ τε ὀπώρα ἑκάστη διπλασία τὸ μέγεθός ἐστιν ἢ ἐν τῇ ἄλλῃ ἁπάσῃ Λιβύῃ γίνεσθαι πέφυκεν. [25] ἔστι δὲ καὶ φρούρια ἐνταῦθά πη ἀπημελημένα, τῷ μὴ δοκεῖν ἀναγκαῖα τοῖς ταύτῃ ᾠκημένοις εἶναι. [26] ἐξ ὅτου γὰρ τὸ Αὐράσιον Μαυρούσιοι Βανδίλους ἀφείλοντο, οὐδείς πω ἐς αὐτὸ πολέμιος ἦλθεν οὐδὲ ἐς δέος τοὺς βαρβάρους κατέστησεν, ἀλλὰ καὶ πόλιν Ταμούγαδιν, ἣ πρὸς τῷ ὄρει ἐν ἀρχῇ τοῦ πεδίου πρὸς ἀνίσχοντα ἥλιον πολυάνθρωπος οὖσα ᾤκητο, ἔρημον ἀνθρώπων οἱ Μαυρούσιοι ποιησάμενοι ἐς ἔδαφος καθεῖλον, ὅπως μὴ ἐνταῦθα ᾖ δυνατὰ ἐνστρατοπεδεύσασθαι τοῖς πολεμίοις, ἀλλὰ μηδὲ κατὰ πρόφασιν τῆς πόλεως ἄγχι ἐς τὸ ὄρος ἰέναι. [27] εἶχον δὲ οἱ ταύτῃ Μαυρούσιοι καὶ τὴν πρὸς ἑσπέραν τοῦ Αὐρασίου χώραν, [28] πολλήν τε καὶ ἀγαθὴν οὖσαν. καὶ τούτων ἐπέκεινα Μαυρουσίων ἔθνη ἕτερα ᾤκηντο, ὧν ἦρχεν Ὀρταΐας, ὃς Σολόμωνί τε καὶ Ῥωμαίοις, [29] ὡς ἔμπροσθεν ἐρρήθη, ξύμμαχος ἦλθε. τούτου τοῦ ἀνθρώπου ἐγὼ λέγοντος ἤκουσα ὡς ὑπὲρ τὴν χώραν ἧς αὐτὸς ἄρχοι, οὐδένες ἀνθρώπων οἰκοῦσιν, ἀλλὰ γῆ ἔρημος ἐπὶ πλεῖστον διήκει, ταύτης τε ἐπέκεινα ἄνθρωποί εἰσιν οὐχ ὥσπερ οἱ Μαυρούσιοι μελανόχροοι, ἀλλὰ λευκοί τε λίαν τὰ σώματα καὶ τὰς κόμας ξανθοί. ταῦτα μὲν δὴ ὧδέ πη ἔχει. [30] Σολόμων δὲ Μαυρουσίων τε τοὺς ξυμμάχους δωρησάμενος χρήμασι μεγάλοις καὶ πολλὰ παρακελευσάμενος παντὶ τῷ στρατῷ ἐς ὄρος τὸ Αὐράσιον ὡς ἐς μάχην διατεταγμένος ἀνέβαινεν, οἰόμενος ἐκείνῃ τῇ ἡμέρᾳ τοῖς τε πολεμίοις διὰ μάχης ἰέναι καὶ ἀπ̓ αὐτῶν διακρίνεσθαι, ὅπη ἂν ᾖ βουλομένῃ τῇ τύχῃ. [31] οὐ γὰρ οὖν οὐδὲ τροφάς, ὅτι μὴ ὀλίγας, σφίσι τε καὶ τοῖς ἵπποις τοῖς σφετέροις οἱ στρατιῶται ἐπήγοντο. [32] πορευθέντες δὲ ἐν δυσχωρίᾳ πολλῇ πεντήκοντα μάλιστα σταδίους ηὐλίσαντο. [33] τοσαύτην τε ὁδὸν ἐς ἡμέραν ἑκάστην ἀνύοντες ἑβδομαῖοι ἀφικνοῦνται ἐς χῶρον ἔνθα φρούριόν τε παλαιὸν ἦν καὶ ποταμός τις ἀένναος. Ὄρος Ἀσπίδος τῇ σφετέρᾳ γλώσσῃ καλοῦσι Λατῖνοι τὸν χῶρον. [34] ἐνταῦθα σφίσι στρατοπεδεύεσθαι ἠγγέλλοντο οἱ πολέμιοι, καὶ ἐπειδὴ ἐν τῷ χωρίῳ τούτῳ ἐγένοντο πολέμιόν τε οὐδὲν ἀπήντα, στρατοπεδευσάμενοι καὶ ὡς ἐς μάχην παρασκευασάμενοι αὐτοῦ ἔμενον, ἡμερῶν τε αὐτοῖς ἐνταῦθα τριῶν χρόνος ἐτρίβη. [35] ὡς δὲ οἵ τε πολέμιοι τὸ παράπαν σφίσιν ἐκποδὼν ἵσταντο καὶ τὰ ἐπιτήδεια ἐπελελοίπει, ἐνθύμιον Σολόμωνἰ τε καὶ τῇ στρατιᾷ πάσῃ ἐγένετο, ὡς ἄρα τις πρὸς Μαυρουσίων τῶν ξυμμάχων ἐπιβουλὴ ἐς αὐτοὺς γίνοιτο: [36] οἵ γε, καίπερ οὐκ ἀμελετήτως τῆς ἐν Αὐρασίῳ πορείας ἔχοντες, ἐπιστάμενοί τε, ὡς τὸ εἰκός, ὅσα τοῖς πολεμίοις βεβουλευμένα ἐτύγχανεν, ἐς ἑκάστην μὲν αὐτοῖς ἡμέραν λάθρα ἐπειγόμενοι, ὥσπερ ἐλέγετο, πολλάκις δὲ καὶ κατασκοπῆς ἕνεκα ἐς αὐτοὺς πρὸς Ῥωμαίων σταλέντες, οὐδὲν ἀγγεῖλαι ὑγιὲς ἔγνωσαν, ὅπως δὴ μὴ προμαθόντες τροφάς τε σφίσιν ἐς χρόνον πλείω ἔχοντες ἐς ὄρος τὸ Αὐράσιον ἀναβαίνοιεν καὶ τὰ ἄλλα παρασκευάσαιντο ὅπη ἄριστα ἔσεσθαι ἔμελλεν. [37] ὅλως δὲ ἐνέδραν σφίσι πρὸς ἀνδρῶν ξυμμάχων γεγενῆσθαι ὑποτοπήσαντες ἐς δέος ἦλθον, λογιζόμενοι ὡς ἄπιστοι λέγονται εἶναι Μαυρούσιοι φύσει, ἄλλως τε ἡνίκα Ῥωμαίοις ἢ ἄλλοις τισὶ ξυμμαχοῦντες ἐπὶ Μαυρουσίους στρατεύονται. [38] ὧν δὴ ἐνθυμηθέντες, ἅμα δὲ καὶ λιμῷ πιεζόμενοι, ἐνθένδε τε κατὰ τάχος ἀναχωροῦσιν ἄπρακτοι καὶ ἐς τὸ πεδίον ἀφικόμενοι χαράκωμα ἐποιήσαντο. [39] Μετὰ δὲ Σολόμων τοῦ στρατοῦ μοῖράν τινα φυλακῆς ἕνεκα ἐν Νουμιδίᾳ καταστησάμενος ῾χειμὼν γὰρ ἤδη ἦν̓ ξὺν τοῖς ἐπιλοίποις ἐς Καρχηδόνα ᾔει. [40] ἔνθα δὴ ἕκαστα διεῖπέ τε καὶ διεκόσμει, ὅπως ἅμα ἦρι ἀρχομένῳ πλείονι παρασκευῇ καί, ἢν δύνηται, ξυμμάχων Μαυρουσίων ἐκτὸς ἐπὶ τὸ Αὐράσιον αὖθις στρατεύοι. [41] ἅμα δὲ καὶ στρατηγούς τε καὶ στρατιὰν ἄλλην καὶ νηῶν στόλον ἐπὶ Μαυρουσίους ἐξηρτύετο οἳ ἐν Σαρδοῖ τῇ νήσῳ ἵδρυνται: [42] αὕτη γὰρ ἡ νῆσος μεγάλη μέν ἐστι καὶ ἄλλως εὐδαίμων, ἐς τὰς δύο μάλιστα τῆς Σικελίας κατατείνουσα μοίρας ῾ἡμερῶν γὰρ ὁδὸν εἴκοσιν εὐζώνῳ ἀνδρὶ τὸ τῆς γῆς περίμετρον ἔχεἰ, Ῥωμης τε καὶ Καρχηδόνος ἐν μέσῳ κειμένη πρὸς Μαυρουσίων τῶν ταύτῃ ᾠκημένων πιέζεται. [43] Βανδίλοι γὰρ τὸ παλαιὸν
ἐς τούτους τοὺς βαρβάρους ὀργῇ χρώμενοι ὀλίγους δή τινας σὺν ταῖς γυναιξὶν ἐς Σαρδὼ πέμψαντες ἐνταῦθα εἷρξαν. [44] χρόνου δὲ προϊόντος τὰ ὄρη καταλαμβάνουσιν ἃ Καρανάλεως ἐγγύς πού ἐστι, τὰ μὲν πρῶτα λῃστείας ἐκ τοῦ ἀφανοῦς ἐς τοὺς περιοίκους ποιούμενοι, ἐπεὶ δὲ οὐχ ἧσσον ἐγένοντο ἢ τρισχίλιοι, καὶ ἐς τοὐμφανὲς καταθέοντες, λανθάνειν τε ἥκιστα ἀξιοῦντες ἅπαντα ἐληίζοντο τὰ ἐκείνῃ χωρία, Βαρβαρικῖνοι πρὸς τῶν ἐπιχωρίων καλούμενοι. [45] ἐπὶ τούτους δὴ τοὺς Μαυρουσίους ὁ Σολόμων ἐν τούτῳ τῷ χειμῶνι τὸν στόλον ἡτοίμαζε. ταῦτα μὲν οὖν ἐν Λιβύῃ ἐφέρετο τῇδε.

 

‹ Prev