Ἐλθόντες δὲ ἐς Τοῦμαρ τὸν χῶρον, οὗ δὴ καθείρξαντες σφᾶς αὐτοὺς ἡσύχαζον οἱ πολέμιοι, ἄγχι που ἐστρατοπεδεύσαντο ἐν δυσχωρίᾳ, ἔνθα οὔτε ὕδατος ὄτι μὴ ὀλίγου οὔτε ἀλλου του ἀναγκαίου ἐν εὐπορίᾳ ἔσεσθαι ἔμελλον. [2] χρόνου δὲ τριβομένου συχνοῦ τῶν τε βαρβάρων οὐδαμῶς σφίσιν ἐπεξιόντων, αὐτοὶ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, τῇ προσεδρείᾳ πιεζόμενοι ἤσχαλλον. [3] μάλιστα δὲ πάντων τῇ τοῦ ὕδατος ἀπορίᾳ ἤχθοντο, ὃ δὴ αὐτὸς Σολόμων ἐφύλασσε, καὶ ἄλλο οὐδὲν ἐς ἡμέραν ἐδίδου, πλήν γε δὴ ὅτι κύλικα μίαν ἀνδρὶ ἑκάστῳ. [4] ὡς δὲ αὐτοὺς εἶδε δυσανασχετοῦντάς τε ἐκ τοῦ ἐμφανοῦς καὶ τὰ παρόντα δυσχερῆ φέρειν οὐκέτι οἵους τε ὄντας, ἀποπειρᾶσθαί τε τοῦ χωρίου, καίπερ δυσπροσόδου ὄντος, διενοεῖτο καὶ ξυγκαλέσας ἅπαντας παρεκελεύσατο ὧδε: [5] ‘Ἐπειδὴ δέδωκεν ὁ θεὸς Ῥωμαίοις ἐν Αὐρασίῳ Μαυρουσίους πολιορκεῖν, πρᾶγμα πρότερόν τε κρεῖσσον ἐλπίδος καὶ νῦν τοῖς γε οὐχ ὁρῶσι τὰ δρώμενα παντελῶς ἄπιστον, ἀναγκαῖον καὶ ἡμᾶς τῇ ἄνωθεν ὑπουργοῦντας ἐπικουρίᾳ ταύτην δὴ μὴ καταπροδιδόναι τὴν χάριν, ἀλλ̓ ὑφισταμένους σὺν προθυμίᾳ τὸν κίνδυνον τῶν ἐκ τοῦ κατορθώσειν εὐτυχημάτων ἐφίεσθαι. [6] ὡς πᾶσα μὲν τῶν ἀνθρωπείων πραγμάτων ῥοπὴ ἐς τοῦ καιροῦ τὴν ἀκμὴν περιίσταται: ἢν δέ τις ἐθελοκακήσας προδιδοίη τὴν τύχην, οὐκ ἂν αὐτὴν αἰτιῷτο δικαίως, αὐτὸς ἐφ̓ ἑαυτῷ τὴν αἰτίαν πεποιημένος. [7] Μαυρουσίων μὲν τὴν ἀσθένειαν ὁρᾶτε δήπου καὶ τὸ χωρίον οὗ δὴ πάντων ἀπολελειμμένοι τῶν ἀναγκαίων καθείρξαντες αὑτοὺς τηροῦσιν. [8] ὑμᾶς δὲ δυοῖν ἀνάγκη τὸ ἕτερον, ἢ τῇ προσεδρείᾳ μηδαμῶς ἀχθομένους τὴν τῶν πολεμίων ὁμολογίαν προσδέχεσθαι, ἢ πρὸς ταύτην ὀλιγωροῦντας τὴν μετὰ τοῦ κινδύνου προσίεσθαι νίκην. [9] μᾶλλον δὲ καὶ τὸ πολεμεῖν πρὸς τούσδε ἡμῖν τοὺς βαρβάρους ἀκίνδυνον ἔσται, οὓς δὴ τῷ λιμῷ μαχομένους ἤδη οὔποτε ἡμῖν οὐδὲ εἰς χεῖρας ἀφίξεσθαι οἶμαι. ἅπερ ἐν τῷ παρόντι ὑμᾶς ἐν νῷ ἔχοντας ἅπαντα προσήκει προθύμως τὰ παραγγελλόμενα ἐκτελεῖν.’ [10] Τοσαῦτα Σολόμων παρακελευσάμενος διεσκοπεῖτο ὅθεν ἂν σφίσι τοῦ χωρίου πειράσασθαι ἄμεινον εἴη, ἀπορουμένῳ τε ἐπὶ πλεῖστον ἐῴκει. [11] λίαν γάρ οἱ ἄμαχός τις ἡ δυσχωρία ἐφαίνετο. ἐν ᾦ δὲ Σολόμων ταῦτα ἐν νῷ ἐποιεῖτο, ἡ τύχη ὁδόν τινα τοῖς πράγμασιν ἐπορίσατο τήνδε. [12] Γέζων ἦν τις ἐν τοῖς στρατιώταις πεζός, τοῦ καταλόγου ὀπτίων εἰς ὃν αὐτὸς ἀνεγέγραπτο: οὕτω γὰρ τὸν τῶν συντάξεων χορηγὸν καλοῦσι Ῥωμαῖοι. [13] οὗτος ὁ Γέζων, εἴτε παίζων εἴτε θυμῷ χρώμενος, ἢ καί τι αὐτὸν θεῖον ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἰέναι δοκῶν ἀνέβαινε μόνος καὶ αὐτοῦ μικρὸν ἄποθεν τῶν τινες ξυστρατιωτῶν ᾔεσαν, ἐν θαύματι πολλῷ ποιούμενοι τὰ γινόμενα. [14] ὑποτοπήσαντες δὲ Μαυρουσίων τρεῖς οἳ ἐς τὸ φυλάσσειν τὴν εἴσοδον ἐτετάχατο ἐπὶ σφᾶς ἰέναι τὸν ἄνθρωπον, ἀπήντων δρόμῳ. [15] ἅτε δὲ ἐν στενοχωρίᾳ οὐ ξυντεταγμένοι ἐβάδιζον, ἀλλὰ χωρὶς ἕκαστος ᾔει. [16] παίσας δὲ τὸν πρῶτόν οἱ ἐντυχόντα ὁ Γέζων ἔκτεινεν, οὕτω δὲ καὶ τῶν ἄλλων ἑκάτερον διειργάσατο. [17] ὃ δὴ κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. [18] ὡς δὲ τὰ δρώμενα ἤκουσέ τε καὶ εἶδεν ἡ Ῥωμαίων στρατιὰ ξύμπασα, οὔτε τὸν στρατηγὸν ἀναμείναντες τῆς πορείας σφίσιν ἡγήσασθαι οὔτε τὰς σάλπιγγας τὴν ξυμβολὴν σημῆναι, καθάπερ εἴθιστο, οὐ μὴν οὐδὲ τὴν τάξιν φυλάσσοντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλοις ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. [19] ἐνταῦθα Ῥουφῖνός τε καὶ Λεόντιος, οἱ Ζαύνα τοῦ Φαρεσμάνου, ἔργα ἐπεδείξαντο ἐς τοὺς πολεμίους ἀρετῆς ἄξια. [20] οἷς δὴ οἱ Μαυρούσιοι καταπεπληγμένοι, ἐπειδὴ καὶ τοὺς φύλακας σφῶν ἀνῃρῆσθαι ἔμαθον, αὐτίκα ἐς φυγὴν ὅπη ἕκαστος ἐδύνατο ᾔεσαν, καὶ αὐτῶν οἱ πλεῖστοι ἐν ταῖς δυσχωρίαις καταλαμβανόμενοι ἔθνησκον. [21] Ἰαύδας τε αὐτὸς ἀκοντίῳ πληγεὶς τὸν μηρὸν ὅμως διέφυγέ τε καὶ ἐς Μαυριτανοὺς ἀπεχώρησε. [22] Ῥωμαῖοι δὲ διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ἐκλείπειν ἔγνωσαν, ἀλλὰ Σολόμωνος ἐνταῦθα φρούρια οἰκοδομησαμένου φυλάσσειν, ὅπως μὴ αὖθις τοῦτο δὴ τὸ ὄρος Μαυρουσίοις ἐσβατὸν ἔσται. [23] Ἔστι δέ τις ἐν Αὐρασίῳ πέτρα ἀπότομος κρημνῶν ἐς μέσον ἀνέχουσα: πέτραν αὐτὴν Γεμινιανοῦ καλοῦσιν οἱ ἐπιχώριοι: οὗ δὴ πύργον οἱ πάλαι ἄνθρωποι βραχὺν κομιδῆ ποιησάμενοι καταφυγήν τινα ἰσχυράν τε καὶ ἀμήχανον τῆς τοῦ χωρίου φύσεως σφίσι ξυλλαμβανούσης ἐδείμαντο. [24] ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα καὶ τὰς γυναῖκας ἡμέραις πρότερον ὀλίγαις ἐναποθέμενος, ἕνα τε γέροντα Μαυρούσιον φύλακα τῶν χρημάτων καταστησάμενος. [25] οὐ γὰρ ἄν ποτε ὑπετόπασεν οὔτε τοὺς πολεμίους ἐς τόνδε τὸν χῶρον ἀφίξεσθαι οὔτ̓ ἂν βίᾳ ἐς τὸν ἅπαντα αἰῶνα τὸν πύργον ἑλεῖν. [26] ἀλλὰ Ῥωμαῖοι τότε τοῦ Αὐρασίου τὰς δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον, καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον ξὺν γέλωτι ἐνεχείρησεν: αἱ δὲ γυναῖκες ἐτώθαζον, ἅτε δὴ τῶν ἀμηχάνων ἐφιεμένου καταγελῶσαι: [27] τοῦτο δὲ καὶ ὁ πρεσβύτης ἀπὸ τοῦ πύργου διακύψας ἐποίει. ὁ δὲ Ῥωμαῖος
στρατιώτης ἐπειδὴ χερσί τε καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος ἡσυχῆ τὸ ξίφος ἐξήλατό τε ὡς εἶχε τάχους καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν παίει, τεμεῖν τε αὐτὸν διαμπὰξ ἴσχυσεν. [28] ἥ τε κεφαλὴ ἐξέπεσεν εἰς τὸ ἔδαφος, καὶ οἱ στρατιῶται θαρσοῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον, καὶ τάς τε γυναῖκας τά τε χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐνθένδε ἐξεῖλον. [29] ἀφ̓ ὧν δὴ Σολόμων πολλὰς τῶν ἐν Λιβύῃ πόλεων περιέβαλε τείχεσι. [30] Καὶ ἐπειδὴ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, ὥσπερ ἐρρήθη, Ζάβην τε τὴν χώραν, ἣ ὑπὲρ ὄρος τὸ Αὐράσιόν ἐστι Μαυριτανία τε ἡ πρώτη καλεῖται μητρόπολιν Σίτιφιν ἔχουσα, τῇ Ῥωμαίων ἀρχῇ ἐς φόρου ἀπαγωγὴν προσεποίησε: [31] Μαυριτανίας γὰρ τῆς ἑτέρας πρώτη Καισάρεια τυγχάνει οὖσα, οὗ δὴ ὁ Μαστίγας ξὺν Μαυρουσίοις τοῖς αὑτοῦ ἵδρυτο, ξύμπαντα τὰ ἐκείνῃ χωρία κατήκοά τε καὶ φόρου ὑποτελῆ πλήν γε δὴ πόλεως Καισαρείας ἔχων. [32] ταύτην γὰρ Ῥωμαίοις Βελισάριος τὸ πρότερον ἀνεσώσατο, ὥσπερ ἐν τοῖς ἔμπροσθέν μοι δεδήλωται λόγοις: ἐς ἣν Ῥωμαῖοι ναυσὶ μὲν εἰς ἀεὶ στέλλονται, πεζῇ δὲ ἰέναι οὐκ εἰσὶ δυνατοὶ Μαυρουσίων ἐν ταύτῃ ᾠκημένων τῇ χώρᾳ. [33] καὶ ἀπ̓ αὐτοῦ Λίβυες ἅπαντες, οἳ Ῥωμαίων κατήκοοι ἦσαν, εἰρήνης ἀσφαλοῦς τυχόντες καὶ τῆς Σολόμωνος ἀρχῆς σώφρονός τε καὶ λίαν μετρίας, ἔς τε τὸ λοιπὸν πολέμιον ἐν νῷ οὐδὲν ἔχοντες, ἔδοξαν εὐδαιμονέστατοι εἶναι ἀνθρώπων ἁπάντων.
Τετάρτῳ δὲ ὕστερον ἐνιαυτῷ ἅπαντα σφίσιν ἀγαθὰ ἐς τοὐναντίον γενέσθαι ξυνέπεσεν. ἔτος γὰρ ἕβδομόν τε καὶ δέκατον Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου τοῦ Σολόμωνος ἀδελφοῦ παῖδες, πόλεων τῶν ἐν Λιβύῃ πρὸς βασιλέως ἄρχειν ἔλαχον, Πενταπόλεως μὲν Κῦρος ὁ πρεσβύτερος, [2] Τριπόλεως δὲ Σέργιος. Μαυρούσιοι δὲ οἱ Λευάθαι καλούμενοι στρατῷ μεγάλῳ ἐς Λεπτίμαγναν πόλιν παῤ αὐτὸν ἵκοντο, ἐπιθρυλλοῦντες ὅτι δὴ τούτου ἕνεκα ἥκοιεν, ὅπως ὁ Σέργιος δῶρά τε καὶ ξύμβολα σφίσι τὰ νομιζόμενα δοὺς τὴν εἰρήνην κρατύνηται. [3] Σέργιος δὲ Πουδεντίῳ ἀναπεισθείς, Τριπολίτῃ ἀνδρί, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε κατ̓ ἀρχὰς τοῦ Βανδιλικοῦ πολέμου Ἰουστινιανῷ βασιλεῖ ἐπὶ Βανδίλους ὑπηρετήσαντος, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς μάλιστα δοκίμους τῇ πόλει ἐδέξατο, ἅπαντα ἐπιτελέσειν ὑποσχόμενος τὰ αἰτούμενα, τοὺς δὲ ἄλλους ἐν τῷ προαστείῳ μένειν ἐκέλευσε. [4] τούτοις δὴ τοῖς ὀγδοήκοντα πίστεις ἀμφὶ τῇ εἰρήνῃ παρασχόμενος, οὕτω δὴ αὐτοὺς ἐπὶ θοίνην ἐκάλεσε. τούτους δὲ λέγουσι τοὺς βαρβάρους νῷ δολερῷ ἐν τῇ πόλει γενέσθαι, ὅπως Σέργιον ἐνεδρεύσαντες κτείνωσιν. [5] ἐπειδή τε αὐτῷ ἐς λόγους ἦλθον, ἄλλα τε Ῥωμαίοις ἐπεκάλουν ἐγκλήματα καὶ τὰ λήια σφίσιν οὐ δέον δηϊῶσαι. [6] ἅπερ ὁ Σέργιος ἐν ἀλογίᾳ πεποιημένος, ἐκ τοῦ βάθρου ἐξαναστὰς ἐφ̓ οὗπερ καθῆστο, ἐβούλετο ἀπαλλάσσεσθαι. [7] καί τις αὐτοῦ τῶν βαρβάρων τῆς ἐπωμίδος λαβόμενος ἐνεχείρει οἱ ἐμπόδιος εἶναι. [8] ἔς τε θόρυβον ἐνθένδε καταστάντες οἱ ἄλλοι ἀμφ̓ αὐτὸν ἤδη ξυνέρρεον. [9] τῶν δέ τις Σεργίου δορυφόρων τὸ ξίφος σπασάμενος τοῦτον δὴ τὸν Μαυρούσιον διεχρήσατο. [10] καὶ ἀπ̓ αὐτοῦ ταραχῆς, ὡς τὸ εἰκός, γενομένης ἐν τῷ δωματίῳ μεγάλης, οἱ Σεργίου δορυφόροι τοὺς βαρβάρους ἅπαντας ἔκτειναν. [11] καὶ αὐτῶν εἷς, ἐπειδὴ κτεινομένου τοὺς ἄλλους εἶδε, τοῦ τε οἰκήματος ἵνα δὴ ταῦτ̣̣̔̓ ἐπράσσετο ἐκπεπήδηκε, λαθὼν ἅπαντας, ἔς τ̣̣̔̓ τοὺς ὁμοφύλους ἀφικόμενος τὰ σφίσι ξυμπεσόντ̣̣̔̓ ἐδήλου. [12] οἱ δὲ ταῦτα ἀκούσαντες ἔς τε τὸ οἰκεῖὁ̣̣̓ στρατόπεδον κομίζονται δρόμῳ καὶ ξὺν τὁ̣̣̓ ἄλλοις ἅπασιν ἐν ὅπλοις ἐπὶ Ῥωμαίους ἐγένοντο [13] οἷς δὴ ἀμφὶ πόλιν Λεπτίμαγναν ἀφικομένοἱ̣̣̓ Σέργιός τε καὶ Πουδέντιος παντὶ τῷ στρατῷ ὑπηντίαζον. [14] τῆς τε μάχης ἐκ χειρὸς γινομένἡ̣̣̓ τὰ μὲν πρῶτα ἐνίκων Ῥωμαῖοι καὶ τῶν πολεμίὡ̣̣̓ πολλοὺς ἔκτειναν, καὶ αὐτῶν τὸ στρατόπεδὁ̣̣̓ ληισάμενοι τῶν τε χρημάτων ἐκράτησαν κα γυναικῶν τε καὶ παίδων ἐξηνδραπόδισαν μέγα τ̣̣̔̓ χρῆμα. [15] ὕστερον δὲ Πουδέντιος θράσει ἀπερισκέπτῳ ἐχόμενος θνήσκει. Σέργιος δὲ σὺν τ̣̣̔̓ Ῥωμαίων στρατῷ, ἤδη γὰρ καὶ συνεσκόταζεν, ἐ̣̣̔̓ Λεπτίμαγναν ἐσήλασε. [16] Χρόνῳ δὲ ὕστερον οἱ μὲν βάρβαροι μείζον παρασκευῇ ἐπὶ Ῥωμαίους ἐστράτευσαν. Σέργιο δὲ παρὰ Σολόμωνα τὸν θεῖον ἐστάλη, ἐφ̓ ᾧ κα αὐτὸς μείζονι στρατῷ ἐπὶ τοὺς πολεμίους ἴοι: ὁ̣̣̓ δὴ καὶ Κῦρον τὸν ἀδελφὸν εὗρεν. [17] οἵ τε βάρβαρο ἐς Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆ ἐληίσαντο τῶν ἐκείνῃ χωρίων: Ἀντάλας δ̣̣̔̓ ῾οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτ̣̣̔̓ Ῥωμαίοις πιστοῦ διαμεμενηκότος καὶ δἰ αὐτ̣̣̔̓ μόνου ἐν Βυζακίῳ Μαυρουσίων ἄρχοντος᾿ ἤδη Σολόμωνι ἐκπεπολεμωμένος ἐτύγχανεν, ὅτι τε τἃ̣̣̓ σιτήσεις αἷς αὐτὸν βασιλεὺς ἐτετιμήκει Σολόμων ἀφείλετο καὶ τὸν ἀδελφὸν τὸν αὐτοῦ ἔκτεινε ταραχήν τινα αὐτῷ ἐς Βυζακηνοὺς γινομένἡ̣̣̓ ἐπενεγκών. [18] τότε οὖν τούτους Ἀντάλας τοὺ βαρβάρους ἄσμενός τε εἶδε καὶ ὁμαιχμίαν ποιησάμενος ἐπὶ Σολόμωνά τε καὶ Καρχηδόνα σφίσι ἡγήσατο. [19] Σολόμων δέ, ἐ�
�εὶ ταῦτα ἤκουσε, παντὶ τ̣̣̔̓ στρατῷ ἄρας ἐπ̓ αὐτοὺς ᾔει, καὶ καταλαβὼ ἀμφὶ πόλιν Τεβέστην, ἓξ ἡμερῶν ὁδῷ Καρχηδόνο διέχουσαν, ἐστρατοπεδεύσατο αὐτός τε καὶ ὁ̣̣̓ Βάκχου τοῦ ἀδελφοῦ παῖδες Κῦρός τε καὶ Σέργιο καὶ Σολόμων ὁ νεώτατος. [20] δείσας τε τὸ τὧ̣̣̓ βαρβάρων πλῆθος ἔπεμψε παρὰ τῶν Λευαθὧ̣̣̓ τοὺς ἄρχοντας, μεμφόμενος μὲν ὅτι δὴ ἔνσπονδὁ̣̣̓ Ῥωμαίων ὄντες εἶτα ἐν ὅπλοις γενόμενοι ἐπ̣̣̔̓ αὐτοὺς ἥκουσι, τὴν δὲ εἰρήνην ἀξιῶν ἐν σφίς῾̣̣̓ κρατύνασθαι, ὅρκους τε ὀμεῖσθαι τοὺς δεινοτάτου ὑπέσχετο, ἦ μὴν ἀμνηστίᾳ τῶν πεπραγμένων ἐ̣̣̔̓ αὐτοὺς χρήσεσθαι. [21] χλευάζοντες δὲ τὰ εἰρημέν̣̣̔̓ οἱ βάρβαροι πάντως αὐτὸν ὀμεῖσθαι τὰ Χριστιανῶν λόγια ἔφασαν, ἅπερ καλεῖν εὐαγγέλἱ̣̣̓ νενομίκασιν. [22] οὐκοῦν ἐπειδὴ Σέργιος ταῦτα ὀμόσα εἶτα τοὺς πιστεύσαντας ἔκτεινε, βουλομένοι σφίσιν αὐτοῖς εἴη ἐς μάχην ἰοῦσι τούτων δὴ τῶ λογίων ἀποπειρᾶσθαι, ὁποίαν τινὰ πρὸς τοὺ ἐπιόρκους δύναμιν ἔχουσιν, ὅπως αὐτοῖς βεβαιὅ̣̣̓ τατα πιστεύσαντες οὕτω δὴ ἐπὶ τὰς ξυνθήκἁ̣̣̓ καθιστῶνται. ταῦτα Σολόμων ἀκούσας τὰ ἐ̣̣̔̓ τὴν ξυμβολὴν ἐξηρτύετο. [23] Τῇ δὲ ὑστεραίᾳ μοίρᾳ τινὶ τῶν πολεμίων λείἁ̣̣̓ ὅτι πλείστην ἀγούσῃ ξυμβαλὼν καὶ μάχῃ νικήσας ἀφελών τε τὴν λείαν ἐφύλασσε πᾶσαν. [24] δυσανασχετοῦσι δὲ τοῖς στρατιώταις καὶ δεινὰ ποιουμένοις, ὅτι δὴ αὐτοῖς οὐκ ἐδίδου τὰ λάφυρα, ἔφασκεν ἀναμένειν τὸ τοῦ πολέμου πέρας, ὅπως δὴ ἅπαντα τηνικαῦτα διανείμωνται, καθάπερ ἂν ἐς τὴν ἀξίαν ἐπιβάλλον ἑκάστῳ φαίνηται. [25] ἐπεὶ δὲ αὖθις οἱ βάρβαροι πάσῃ τῇ στρατιᾷ ἐς ξυμβολὴν ὥρμηντο, ἐνταῦθα Ῥωμαίων τέ τινες ἀπελείποντο καὶ οἱ ἄλλοι οὐ ξὺν προθυμίᾳ ἐς τὴν παράταξιν ᾔεσαν. [26] πρῶτα μὲν οὖν ἀγχώμαλος ἐγεγόνει ἡ μάχη, ὕστερον δὲ πλήθει πολλῷ ὑπερβαλλομένων τῶν Μαυρουσίων, Ῥωμαίων μὲν ὁ̣̣̓ πολλοὶ ἔφευγον, Σολόμων δὲ καὶ ἀμφ̓ αὐτόν τινες χρόνον μέν τινα βαλλόμενοι ἀντεῖχον, ὕστερον δὲ ὑπερβιαζομένων τῶν πολεμίων σπουδῇ ἔφευγον ἔς τε ῥύακος ἐκείνῃ ῥέοντος χαράδραν ἀφίκοντο [27] ἔνθα δὴ ὀκλάσαντός οἱ τοῦ ἵππου Σολόμων ἐκπίπτει ἐς ἔδαφος, καὶ αὐτὸν κατὰ τάχος ταῖς χερσὶν οἱ δορυφόροι ἀράμενοι ἐπὶ τοῦ ἵππου καθίζουσι. [28] περιώδυνον δὲ γεγονότα καὶ ἀδύνατον ἔτι τοῦ χαλινοῦ ἔχεσθαι καταλαβόντες οἱ βάρβαροι αὐτόν τε κτείνουσι καὶ τῶν δορυφόρων πολλούς. αὕτη τε τοῦ βίου τελευτὴ Σολόμων̣̣̔̓ ἐγένετο.
Delphi Complete Works of Procopius Page 181