Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 190
Delphi Complete Works of Procopius Page 190

by Procopius of Caesarea


  Βελισάριος δὲ φύλακας ἔν τε Συρακούσῃ καὶ Πανόρμῳ ἀπολιπὼν τῷ ἄλλῳ στρατῷ ἐκ Μεσήνης διέβη ἐς Ῥήγιον ῾ἔνθα δὴ οἱ ποιηταὶ τήν τε Σκύλλαν γεγονέναι μυθοποιοῦσι καὶ Χάρυβδιν̓, καὶ αὐτῷ προσεχώρουν ὁσημέραι οἱ ταύτῃ ἄνθρωποι. [2] τῶν τε γὰρ χωρίων ἀτειχίστων σφίσιν ἐκ παλαιοῦ ὄντων, φυλακὴν αὐτῶν οὐδαμῆ εἶχον καὶ κατὰ ἔχθος τὸ Γότθων μάλιστα τῇ παρούσῃ ἀρχῇ, ὡς τὸ εἰκός, ἤχθοντο. [3] ἐκ δὲ Γότθων αὐτόμολος παρὰ Βελισάριον Ἐβρίμους ξὺν πᾶσι τοῖς ἑπομένοις ἦλθεν, ὁ Θευδάτου γαμβρός, ὃς τῇ ἐκείνου θυγατρὶ Θευδενάνθῃ ξυνῴκει. αὐτίκα τε παρὰ βασιλέα σταλείς, γερῶν τε ἄλλων ἔτυχε καὶ ἐς τὸ πατρικίων ἀξίωμα ἦλθε. [4] τὸ δὲ στράτευμα ἐκ Ῥηγίου πεζῇ διὰ Βριττίων τε καὶ Λευκανῶν ᾔει, παρηκολούθει τε ἄγχιστα τῆς ἠπείρου ὁ τῶν νηῶν στόλος. [5] ἐπεὶ δὲ ἐς Καμπανίαν ἀφίκοντο, πόλει ἐνέτυχον ἐπιθαλασσίᾳ, Νεαπόλει ὄνομα, χωρίου τε φύσει ἐχυρᾷ καὶ Γότθων πολλῶν φρουρὰν ἐχούσῃ. [6] καὶ τὰς μὲν ναῦς Βελισάριος ἐκέλευεν ἐν τῷ λιμένι ἔξω βελῶν ὄντι ὁρμίζεσθαι, αὐτὸς δὲ τῆς πόλεως ἐγγὺς στρατόπεδον ποιησάμενος πρῶτον μὲν τὸ φρούριον ὃ ἐν τῷ προαστείῳ ἐστὶν ὁμολογίᾳ εἷλεν, ἔπειτα δὲ καὶ τοῖς ἐν τῇ πόλει δεομένοις ἐπέτρεπε τῶν τινας λογίμων ἐς τὸ στρατόπεδον πέμψαι, ἐφ̓ ᾦ ἐπείπωσί τε ὅσα αὐτοῖς βουλομένοις ἐστὶ καὶ τοὺς λόγους ἀκούσαντες τοὺς αὐτοῦ ἐς τὸ πᾶν ἀγγείλωσιν. [7] αὐτίκα οὖν οἱ Νεαπολῖται Στέφανον πέμπουσιν. ὃς ἐπεὶ παρὰ Βελισάριον ἧκεν, ἔλεξε τοιάδε: ‘Οὐ δίκαια ποιεῖς, ὦ στρατηγέ, ἐπ̓ ἄνδρας Ῥωμαίους τε καὶ οὐδὲν ἀδικοῦντας στρατεύων, οἳ πόλιν τε μικρὰν οἰκοῦμεν καὶ βαρβάρων δεσποτῶν φρουρὰν ἔχομεν, ὥστε οὐδ̓ ἀντιπρᾶξαι, [8] ἢν ἐθέλωμεν, ἐφ̓ ἡμῖν εἶναι. ἀλλὰ καὶ φρουροῖς τοῖσδε ξυμβαίνει παῖδάς τε καὶ γυναῖκας καὶ τὰ τιμιώτατα ὑπὸ ταῖς Θευδάτου χερσὶν ἀπολιποῦσιν ἐπὶ τῇ ἡμετέρᾳ φυλακῇ ἥκειν. [9] οὐκοῦν, ἤν τι ἐς ὑμᾶς πράξωσιν, οὐ τὴν πόλιν, ἀλλὰ σφᾶς αὐτοὺς καταπροδιδόντες φανήσονται. [10] εἰ δὲ δεῖ τἀληθὲς οὐδὲν ὑποστειλάμενον εἰπεῖν, οὐδὲ τὰ ξύμφορα ὑμῖν αὐτοῖς βουλευσάμενοι ἐφ̓ ἡμᾶς ἥκετε. Ῥώμην μὲν γὰρ ἑλοῦσιν ὑμῖν καὶ Νεάπολις οὐδενὶ πόνῳ ὑποχειρία ἔσται, ἐκείνης δέ, ὡς τὸ εἰκός, ἀποκρουσθέντες οὐδὲ ταύτην ἀσφαλῶς ἕξετε. [11] ὥστε τηνάλλως ὁ χρόνος ὑμῖν ἐν τῇ προσεδρείᾳ τετρίψεται ταύτῃ.’ Τοσαῦτα μὲν Στέφανος εἶπε. Βελισάριος δὲ ἀμείβεται ὧδε: [12] ‘Τὸ μὲν εὖ ἢ ἄλλως ἡμᾶς βουλευσαμένους ἐνθάδε ἥκειν οὐ Νεαπολίταις σκοπεῖν δώσομεν. ἃ δέ ἐστι τῆς ὑμετέρας βουλῆς ἄξια, βουλόμεθα σκοπουμένους ὑμᾶς οὕτω δὴ πράσσειν ὅσα ἂν ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλῃ. [13] δέξασθε τοίνυν τῇ πόλει τὸν βασιλέως στρατὸν ἐπὶ τῇ ἐλευθερίᾳ ὑμῶν τε καὶ τῶν ἄλλων Ἰταλιωτῶν ἥκοντα, καὶ μὴ τὰ πάντων ἀνιαρότατα ἐφ̓ ὑμῖν ἕλησθε. [14] ὅσοι μὲν γὰρ δουλείαν ἢ ἄλλο τι ἀναδυόμενοι τῶν αἰσχρῶν ἐς πόλεμον χωροῦσιν, οὗτοι δὴ ἔν γε τῷ ἀγῶνι εὐημεροῦντες εὐτυχήματα διπλᾶ ἔχουσι, ξὺν τῇ νίκῃ καὶ τὴν τῶν κακῶν ἐλευθερίαν κτησάμενοι, καὶ ἡσσώμενοι φέρονταί τι αὑτοῖς παραμύθιον, τὸ μὴ ἑκόντες τῇ χείρονι ἕπεσθαι τύχῃ. [15] οἷς δὲ παρὸν ἀμαχητὶ ἐλευθέροις εἶναι, οἱ δὲ ὅπως τὴν δουλείαν βέβαιον ἕξουσιν ἐς ἀγῶνα καθιστῶνται, οὗτοι δὴ καὶ νενικηκότες, ἂν οὕτω τύχοι, ἐν τοῖς ἀναγκαιοτάτοις ἐσφάλησαν, καὶ κατὰ τὴν μάχην ἐλασσόνως ἢ ἐβούλοντο ἀπαλλάξαντες ξὺν τῇ ἄλλῃ κακοδαιμονίᾳ καὶ τὴν ἀπὸ τῆς ἥσσης ξυμφορὰν ἕξουσι. πρὸς μὲν οὖν Νεαπολίτας ἡμῖν τοσαῦτα εἰρήσθω. [16] Γότθοις δὲ τοῖσδε τοῖς παροῦσιν αἵρεσιν δίδομεν, ἢ ξὺν ἡμῖν τοῦ λοιποῦ ὑπὸ βασιλεῖ τῷ μεγάλῳ τετάχθαι, ἢ κακῶν ἀπαθέσιν τὸ παράπαν οἴκαδε ἰέναι. [17] ὡς, ἢν τούτων ἁπάντων αὐτοί τε καὶ ὑμεῖς ἀμελήσαντες ὅπλα ἡμῖν ἀνταίρειν τολμήσητε, ἀνάγκη καὶ ἡμᾶς, ἢν θεὸς θέλῃ, τῷ προστυχόντι ὡς πολεμίῳ χρῆσθαι. [18] εἰ μέντοι βουλομένοις ᾖ Νεαπολίταις τά τε βασιλέως ἑλέσθαι καὶ δουλείας οὕτω χαλεπῆς ἀπηλλάχθαι, ἐκεῖνα ὑμῖν ἀναδέχομαι τὰ πιστὰ διδοὺς ἔσεσθαι πρὸς ἡμῶν ἃ Σικελιῶται πρώην ἐλπίσαντες ψευδορκίους ἡμᾶς οὐκ ἔσχον εἰπεῖν.’ [19] Ταῦτα μὲν Στέφανον Βελισάριος ἐς τὸν δῆμον ἀπαγγέλλειν ἐκέλευεν. ἰδίᾳ δέ οἱ μεγάλα ὑπέσχετο ἀγαθὰ ἔσεσθαι, Νεαπολίτας ἐς εὔνοιαν τὴν βασιλέως ὁρμήσοντι. [20] Στέφανος δὲ ἐς τὴν πόλιν ἥκων τούς τε Βελισαρίου λόγους ἀπήγγελλε καὶ γνώμην αὐτὸς ἀπεφαίνετο βασιλεῖ μάχεσθαι ἀξύμφορον εἶναι. [21] καί οἱ ξυνέπρασσεν Ἀντίοχος, Σύρος μὲν ἀνήρ, ἐκ παλαιοῦ δὲ ᾠκημένος ἐν Νεαπόλει ἐπὶ τῇ κατὰ θάλασσαν ἐργασίᾳ καὶ δόξαν πολλὴν ἐπί τε ξυνέσει καὶ δικαιοσύνῃ ἐνταῦθα ἔχων. [22] Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος ῥήτορε μὲν ἤστην καὶ λίαν ἔν γε Νεαπολίταις λογίμω, Γότθοις δὲ φίλω ἐς τὰ μάλιστα, καὶ τὰ παρόντα ὡς ἥκιστα βουλομένω μεταβάλλεσθαι. [23] τούτω τὼ ἄνδρε βουλευσαμένω ὅπως τὰ πρασσόμενα ἐν κωλύμῃ ἔσται, πολλά τε καὶ μεγάλα τὸ πλῆθος ἐνηγέτην προΐσχεσθαι καὶ Βελισάριον ὅρκοις καταλαμβάνειν ὅτι δὴ τούτων αὐτίκα μάλα πρὸς αὐτοῦ τεύξονται. [24] ἐν βιβλιδίῳ δὲ ἅπαντα γράψαντε ὅσα Βελισάριον οὐκ ἄν τις ἐνδέξασθαι ὑπετόπησε Στεφάνῳ ἔδοσαν. [25] ὅς, ἐπεὶ ἐ
ς τὸ βασιλέως στρατόπεδον αὖθις ἀφίκετο, τῷ στρατηγῷ ἐπιδείξας τὸ γραμματεῖον ἐπυνθάνετο εἴ οἱ πάντα τε ἐπιτελέσαι ὅσα Νεαπολῖται προτείνονται καὶ περὶ τούτων ὀμεῖσθαι βουλομένῳ εἴη. ὁ δὲ αὐτόν, ἅπαντα σφίσιν ἐπιτελῆ ἔσεσθαι ὑποσχόμενος, ἀπεπέμψατο. [26] ταῦτα Νεαπολῖται ἀκούσαντες τούς τε λόγους ἐνεδέχοντο ἤδη καὶ κατὰ τάχος ἐκέλευον τῇ πόλει τὸ βασιλέως στράτευμα δέχεσθαι. [27] ἀπαντήσειν γὰρ σφίσιν αὐτοῖς ἰσχυρίζετο οὐδὲν ἄχαρι, εἴ τῳ ἱκανοὶ Σικελιῶται τεκμηριῶσαι, οἷς δὴ τετύχηκεν ἔναγχος βαρβάρων τυράννων τὴν Ἰουστινιανοῦ βασιλείαν ἀλλαξαμένοις, ἐλευθέροις τε εἶναι καὶ ἀπαθέσι δυσκόλων ἁπάντων. [28] καὶ πολλῷ θορύβῳ ἐχόμενοι ἐπὶ τὰς πύλας ὡς δὴ αὐτὰς ἀνακλινοῦντες ᾔεσαν. Γότθοις δὲ οὐκ ἦν ἐν ἡδονῇ τὰ πρασσόμενα, κωλύειν μέντοι οὐχ οἷοί τε ὄντες ἐκποδὼν ἵσταντο. [29] Πάστωρ δὲ καὶ Ἀσκληπιόδοτος τόν τε δῆμον καὶ Γότθους ἅπαντας ἐς ἕνα συγκαλέσαντες χῶρον ἔλεξαν τοιάδε: ‘Πόλεως μὲν πλῆθος ἑαυτούς τε καὶ τὴν ἑαυτῶν σωτηρίαν προΐεσθαι οὐδὲν ἀπεικός, ἄλλως τε ἢν καὶ μηδενὶ τῶν δοκίμων κοινώσαντες εἶτα αὐτόνομον τὴν περὶ τῶν ὅλων ποιήσωνται γνῶσιν. [30] ἡμᾶς δὲ ἀνάγκη ξὺν ὑμῖν ὅσον οὔπω ἀπολουμένους ὕστατον ἔρανον τῇ: πατρίδι τήνδε παρέχεσθαι τὴν παραίνεσιν. [31] ὁρῶμεν τοίνυν ὑμᾶς, ἄνδρες πολῖται, καταπροδιδόναι Βελισαρίῳ ὑμᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐπειγομένους, πολλά τε ὑμᾶς ἀγαθὰ ἐπαγγελλομένῳ ἐργάζεσθαι καὶ ὅρκους δεινοτάτους ὑπὲρ τούτων ὀμεῖσθαι. [32] εἰ μὲν οὖν καὶ τοῦτο ὑμῖν ἀναδέχεσθαι οἷός τέ ἐστιν ὡς ἐς αὐτὸν ἥξει τὸ τοῦ πολέμου κράτος, οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ταῦτα ὑμῖν ξύμφορα εἶναι. [33] τῷ γὰρ κυρίῳ γενησομένῳ μὴ οὐχὶ πάντα χαρίζεσθαι πολλὴ ἄνοια. εἰ δὲ τοῦτο μὲν ἐν ἀδήλῳ κεῖται, ἀνθρώπων δὲ οὐδεὶς ἀξιόχρεώς ἐστι τὴν τῆς τύχης ἀναδέχεσθαι γνώμην, σκέψασθε ὑπὲρ οἵων ὑμῖν συμφορῶν ἡ σπουδὴ γίγνεται. [34] ἢν γὰρ τῷ πολέμῳ Γότθοι τῶν δυσμενῶν περιέσονται, ὡς πολεμίους ὑμᾶς καὶ τὰ δεινότατα σφᾶς αὐτοὺς εἰργασμένους κολάσουσιν. [35] οὐ γὰρ ἀνάγκῃ βιαζόμενοι, ἀλλὰ γνώμῃ ἐθελοκακοῦντες ἐς τὴν προδοσίαν καθίστασθε. ὥστε καὶ Βελισαρίῳ κρατήσαντι τῶν πολεμίων ἴσως ἄπιστοί τε φανούμεθα καὶ τῶν ἡγουμένων προδόται, καὶ ἅτε δραπέται γεγενημένοι, ἐς πάντα τὸν αἰῶνα φρουρὰν πρὸς βασιλέως κατὰ τὸ εἰκὸς ἕξομεν. [36] ὁ γάρ του προδότου τετυχηκὼς τῇ μὲν χάριτι ἐς τὸ παραυτίκα νικήσας ἥσθη, ὑποψίᾳ δὲ ὕστερον τῇ ἐκ τῶν πεπραγμένων μισεῖ καὶ φοβεῖται τὸν εὐεργέτην, αὐτὸς ἐφ̓ ἑαυτῷ τὰ τῆς ἀπιστίας γνωρίσματα ἔχων. [37] ἢν μέντοι πιστοὶ Γότθοις ἐν τῷ παρόντι γενώμεθα, γενναίως ὑποστάντες τὸν κίνδυνον, αὐτοί τε τῶν πολεμίων κρατήσαντες μεγάλα ἡμᾶς ἀγαθὰ δράσουσι καὶ Βελισάριος ἡμῖν νενικηκώς, [38] ἂν οὕτω τύχῃ, συγγνώμων ἔσται. εὔνοια γὰρ ἀποτυχοῦσα πρὸς οὐδενὸς ἀνθρώπων ὅτι μὴ ἀξυνέτου κολάζεται. [39] τί δὲ καὶ παθόντες κατωρρωδήκατε τῶν πολεμίων τὴν προσεδρείαν, οἳ οὔτε τῶν ἐπιτηδείων σπανίζοντες οὔτε του ἀποκεκλεισμένοι τῶν ἀναγκαίων κάθησθε οἴκοι, τῷ τε περιβόλῳ καὶ φρουροῖς τοῖσδε τὸ θαρρεῖν ἔχοντες; οἰόμεθα δὲ οὐδ̓ ἂν Βελισάριον ἐς τήνδε ξυμβῆναι τὴν ὁμολογίαν ἡμῖν, εἴ τινα βίᾳ τὴν πόλιν αἱρήσειν ἐλπίδα εἶχε. [40] καίτοι εἰ τὰ δίκαια καὶ ἡμῖν ξυνοίσοντα ποιεῖν ἤθελεν, οὐ Νεαπολίτας αὐτὸν δεδίσσεσθαι ἐχρῆν οὐδὲ τῇ παῤ ἡμῶν ἐς Γότθους ἀδικίᾳ τὴν οἰκείαν βεβαιοῦν δύναμιν, ἀλλὰ Θευδάτῳ τε καὶ Γότθοις ἐς χεῖρας ἰέναι, ὅπως κινδύνου τε καὶ προδοσίας ἡμετέρας χωρὶς ἡ πόλις ἐς τὸ τῶν νικώντων χωρήσει κράτος.’ [41] Τοσαῦτα Πάστωρ τε καὶ Ἀσκληπιόδοτος εἰπόντες τοὺς Ἰουδαίους παρῆγον ἰσχυριζομένους τὴν πόλιν τῶν ἀναγκαίων οὐδενὸς ἐνδεᾶ ἔσεσθαι, καὶ Γότθοι δὲ φυλάξειν ἀσφαλῶς τὸν περίβολον ἰσχυρίζοντο. [42] οἷς δὴ Νεαπολῖται ἠγμένοι ἐκέλευον Βελισάριον ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. [43] ὁ δὲ ἐς τὴν πολιορκίαν καθίστατο. πολλάκις τε τοῦ περιβόλου ἀποπειρασάμενος ἀπεκρούσθη, τῶν στρατιωτῶν ἀπολέσας πολλούς, καὶ μάλιστα οἷς δὴ ἀρετῆς τι μεταποιεῖσθαι ξυνέβαινε. [44] τὸ γὰρ Νεαπόλεως τεῖχος τὰ μὲν θαλάσσῃ, τὰ δὲ δυσχωρίαις τισὶν ἀπρόσοδόν τε ἦν καὶ τοῖς ἐπιβουλεύουσι τά τε ἄλλα καὶ διὰ τὸ ἄναντες εἶναι οὐδαμῆ ἐσβατόν. [45] καὶ τὸν ὀχετὸν μέντοι, ὃς ἐς τὴν πόλιν ἐσῆγε τὸ ὕδωρ, διελὼν Βελισάριος, οὐ σφόδρα Νεαπολίτας ἐτάραξεν, ἐπεὶ φρέατα ἐντός τε ὄντα τοῦ περιβόλου καὶ τὴν χρείαν παρεχόμενα αἴσθησιν τούτου σφίσιν οὐ λίαν ἐδίδου.

  Οἱ μὲν οὖν πολιορκούμενοι λανθάνοντες τοὺς πολεμίους ἔπεμπον ἐς Ῥώμην παρὰ Θευδάτον βοηθεῖν σφίσι κατὰ τάχος δεόμενοι. Θευδάτος δὲ πολέμου παρασκευήν τινα ἥκιστα ἐποιεῖτο, ὢν μὲν καὶ φύσει ἄνανδρος, ὥσπερ μοι ἔμπροσθεν εἴρηται. [2] λέγουσι δὲ αὐτῷ καὶ ἕτερόν τι ξυμβῆναι, ὃ μάλιστα αὐτὸν ἐξέπληξέ τε καὶ ἐς ὀρρωδίαν μείζω ἀπήνεγκεν, ἐμοὶ μὲν οὐ πιστὰ λέγοντες: [3] καὶ ὣς δὲ εἰρήσεται. Θευδάτος καὶ πρότερον μὲν οὐκ ἀμελέτητος ἦν τῶν τι προλέγειν ἐπαγγελλομένων τὰς πύστεις ποιεῖσθαι, τότε δὲ τοῖς παροῦσιν ἀπορούμενος, ὃ δὴ μάλιστα τοὺς ἀνθρώπους ἐς μαντε
ίας ὁρμᾶν εἴωθε, τῶν τινος Ἑβραίων, δόξαν ἐπὶ τούτῳ πολλὴν ἔχοντος, ἐπυνθάνετο ὁποῖόν ποτε τῷ πολέμῳ τῷδε τὸ πέρας ἔσται. [4] ὁ δὲ αὐτῷ ἐπήγγελλε χοίρων δεκάδας τρεῖς καθείρξαντι ἐν οἰκίσκοις τρισὶ καὶ ὄνομα ποιησαμένῳ δεκάδι ἑκάστῃ, Γότθων τε καὶ Ῥωμαίων καὶ τῶν βασιλέως στρατιωτῶν, ἡμέρας ῥητὰς ἡσυχῆ μένειν. [5] Θευδάτος δὲ κατὰ ταῦτα ἐποίει. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, ἐν τοῖς οἰκίσκοις ἄμφω γενόμενοι ἐθεῶντο τοὺς χοίρους, εὗρόν τε αὐτῶν οἷς μὲν τὸ Γότθων ἐπῆν ὄνομα δυοῖν ἀπολελειμμένοιν νεκροὺς ἅπαντας, ζῶντας δὲ ὀλίγων χωρὶς ἅπαντας ἐς οὓς τὸ τῶν βασιλέως στρατιωτῶν ὄνομα ἦλθεν: ὅσοι μέντοι Ῥωμαῖοι ἐκλήθησαν, τούτοις δὲ ξυνέβη ἀπορρυῆναι μὲν τὰς τρίχας ἅπασι, περιεῖναι δὲ ἐς ἥμισυ μάλιστα. [6] ταῦτα Θευδάτῳ θεασαμένῳ καὶ ξυμβαλλομένῳ τὴν τοῦ πολέμου ἀπόβασιν δέος φασὶν ἐπελθεῖν μέγα, εὖ εἰδότι ὡς Ῥωμαίοις μὲν ξυμπεσεῖται πάντως τεθνήξεσθαί τε κατὰ ἡμίσεας καὶ τῶν χρημάτων στερήσεσθαι, Γότθοις δὲ ἡσσωμένοις τὸ γένος ἐς ὀλίγους ἀποκεκρίσθαι, ἐς βασιλέα δέ, ὀλίγων οἱ στρατιωτῶν ἀπολουμένων, [7] τὸ τοῦ πολέμου ἀφίξεσθαι κράτος. καὶ διὰ τοῦτο Θευδάτῳ λέγουσιν οὐδεμίαν ὁρμὴν ἐπιπεσεῖν ἐς ἀγῶνα Βελισαρίῳ καθίστασθαι. περὶ μὲν οὖν τούτων λεγέτω ἕκαστος ὥς πη ἐς αὐτὰ πίστεώς τε καὶ ἀπιστίας ἔχει. [8] Βελισάριος δὲ Νεαπολίτας κατὰ γῆν τε καὶ θάλατταν πολιορκῶν ἤσχαλλεν. οὐ γάρ οἱ οὐδὲ προσχωρήσειν ποτὲ αὐτοὺς ᾤετο, οὐ μὴν οὐδὲ ἁλώσεσθαι ἤλπιζεν, ἐπεὶ τοῦ χωρίου τὴν δυσκολίαν ἀντιστατοῦσαν ὡς μάλιστα εἶχε. [9] καὶ ὁ χρόνος αὐτὸν τριβόμενος ἐνταῦθα ἠνία, λογιζόμενον ὅπως μὴ χειμῶνος ὥρᾳ ἐπὶ Θευδάτον τε ἀναγκάζηται καὶ Ῥώμην ἰέναι. [10] ἤδη δὲ καὶ τῷ στρατῷ ἐπήγγειλε συσκευάζεσθαι, μέλλων ἐνθένδε ὅτι τάχιστα ἀπαλλάσσεσθαι. καί οἱ ἐπὶ πλεῖστον ἀπορουμένῳ εὐτυχίᾳ τοιᾷδε ξυνηνέχθη χρῆσθαι. [11] τῶν τινα Ἰσαύρων ἐπιθυμία ἔσχε τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν θεάσασθαι, καὶ ὅντινα τρόπον τῇ πόλει τὴν τοῦ ὕδατος χρείαν παρείχετο. [12] ἐσβάς τε τῆς πόλεως ἄποθεν, ὅθεν αὐτὸν διέρρηξε Βελισάριος, ἐβάδιζε πόνῳ οὐδενί, ἐπεὶ τὸ ὕδωρ αὐτὸν ἅτε διερρωγότα ἐπελελοίπει. [13] ἐπεὶ δὲ ἄγχιστα τοῦ περιβόλου ἐγένετο, πέτρᾳ μεγάλῃ ἐνέτυχεν, οὐκ ἀνθρώπων χερσὶν ἐνταῦθα, ἀλλὰ πρὸς τῆς φύσεως τοῦ χωρίου ἀποτεθείσῃ. [14] ταύτῃ τῇ πέτρᾳ οἱ τὸν ὀχετὸν δειμάμενοι πάλαι τὴν οἰκοδομίαν ἐνάψαντες διώρυχα ἐνθένδε ἐποίουν, οὐκ ἐς δίοδον μέντοι ἀνθρώπου ἱκανῶς ἔχουσαν, [15] ἀλλ̓ ὅσον τῷ ὕδατι τὴν πορείαν παρέχεσθαι. καὶ διὰ τοῦτο ξυνέβαινεν οὐκ εὖρος τὸ αὐτὸ πανταχόσε τοῦ ὀχετοῦ εἶναι, ἀλλὰ στενοχωρία ἐν τῇ πέτρᾳ ἐκείνῃ ὑπηντίαζεν, ἀνθρώπῳ, ἄλλως τε καὶ τεθωρακισμένῳ ἢ ἀσπίδα φέροντι, ἀπόρευτος οὖσα. [16] ταῦτα τῷ Ἰσαύρῳ κατανοήσαντι οὐκ ἀμήχανα ἔδοξεν εἶναι τῷ στρατῷ ἐς τὴν πόλιν ἰέναι, ἢν ὀλίγῳ μέτρῳ τὴν ἐκείνῃ διώρυχα εὐρυτέραν ποιήσωνται. [17] ἅτε δὲ αὐτὸς ἀφανής τε ὢν καὶ τῶν ἡγεμόνων οὐδενὶ πώποτε ἐς λόγους ἥκων τὸ πρᾶγμα ἐς Παύκαριν ἤνεγκεν, ἄνδρα Ἴσαυρον, ἐν τοῖς Βελισαρίου ὑπασπισταῖς εὐδοκιμοῦντα. ὁ μὲν οὖν Παύκαρις τὸν πάντα λόγον αὐτίκα τῷ στρατηγῷ ἤγγειλε. [18] Βελισάριος δὲ τῇ τοῦ λόγου ἡδονῇ ἀναπνεύσας καὶ χρήμασι μεγάλοις τὸν ἄνθρωπον δωρήσεσθαι ὑποσχόμενος ἐς τὴν πρᾶξιν ἦγε, καὶ αὐτὸν ἐκέλευεν Ἰσαύρων τινὰς ἑταιρισάμενον ἐκτομὴν ὡς τάχιστα τῆς πέτρας ποιεῖσθαι, φυλασσόμενον ὅπως τοῦ ἔργου μηδενὶ αἴσθησιν δώσουσι. [19] Παύκαρις δέ, Ἰσαύρους ἀπολεξάμενος πρὸς τὸ ἔργον ἐπιτηδείως πάντη ἔχοντας, ἐντὸς τοῦ ὀχετοῦ σὺν αὐτοῖς λάθρα ἐγένετο. [20] ἔς τε τὸν χῶρον ἐλθόντες ἵνα δὴ τὴν στενοχωρίαν ἡ πέτρα ἐποίει, ἔργου εἴχοντο, οὐκ ἀξίναις τὴν πέτραν οὐδὲ πελέκεσι τέμνοντες, ὅπως μὴ ἔνδηλα τῷ κτύπῳ τοῖς πολεμίοις ποιήσωσι τὰ πρασσόμενα, ἀλλὰ σιδηρίοις τισὶν ὀξέσιν αὐτὴν ἐνδελεχέστατα ξέοντες. [21] καὶ χρόνῳ ὀλίγῳ κατείργαστο, ὥστε ἀνθρώπῳ δυνατὰ εἶναι θώρακά τε ἀμπεχομένῳ καὶ ἀσπίδα φέροντι ταύτῃ ἰέναι. [22] Ἐπειδὴ δὲ ἅπαντα ἤδη ὡς ἄριστα εἶχεν, ἔννοια Βελισαρίῳ ἐγένετο ὡς, ἢν πολέμῳ ἐς Νεάπολιν τῷ στρατῷ ἐσιτητὰ εἴη, τοῖς τε ἀνθρώποις ἀπολωλέναι ξυμβήσεται καὶ τἄλλα ξυμπεσεῖν ἅπαντα, ὅσα πόλει πρὸς πολεμίων ἁλούσῃ γίνεσθαι εἴωθε. [23] Στέφανόν τε εὐθὺς μεταπεμψάμενος ἔλεξε τοιάδε: ‘Πολλάκις εἶδον πόλεις ἁλούσας καὶ τῶν τηνικαῦτα γινομένων εἰμὶ ἔμπειρος. [24] τοὺς μὲν γὰρ ἄνδρας ἀναιροῦσιν ἡβηδὸν ἅπαντας, γυναῖκας δὲ θνήσκειν αἰτουμένας οὐκ ἀξιοῦσι κτείνειν, ἀλλ̓ ἐς ὕβριν ἀγόμεναι πάσχουσιν ἀνήκεστά τε καὶ ἐλέου πολλοῦ ἄξια. [25] παῖδας δὲ οὔτε τροφῆς οὔτε παιδείας οὕτω μεταλαχόντας δουλεύειν ἀνάγκη, καὶ ταῦτα τοῖς πάντων ἐχθίστοις, ὧν ἐν ταῖς χερσὶ τὸ τῶν πατέρων αἷμα τεθέανται. [26] ἐῶ γάρ, ὦ φίλε Στέφανε, λέγειν τὸ πῦρ, ᾧ τά τε ἄλλα χρήματα καὶ τὸ τῆς πόλεως ἀφανίζεται κάλλος. ταῦτα Νεάπολιν τήνδε ὥσπερ ἐν κατόπτρῳ ταῖς πρότερον ἁλούσαις πόλεσιν ὁρῶν πάσχουσαν, αὐτῆς τε καὶ ὑμῶν ἐς οἶκτον ἥκω. [27] μηχαναὶ γάρ μοι πεποίηνται νῦν ἐς αὐτήν, ἣν μὴ οὐχὶ ἁλῶναι ἀδύνατον. πόλιν δὲ ἀρχαίαν καὶ οἰκήτορας Χριστιαν
ούς τε καὶ Ῥωμαίους ἄνωθεν ἔχουσαν ἐς τοῦτο τύχης οὐκ ἂν εὐξαίμην, ἄλλως τε καὶ ὑπ̓ ἐμοῦ Ῥωμαίων στρατηγοῦντος, ἐλθεῖν, μάλιστα ἐπεὶ βάρβαροι πολλοί μοι τὸ πλῆθος ἐν τῷ στρατοπέδῳ εἰσίν, ἀδελφοὺς ἢ ξυγγενεῖς πρὸ τοῦδε ἀπολωλεκότες τοῦ τείχους: ὧν δὴ κατέχειν τὸν θυμόν, ἢν πολέμῳ τὴν πόλιν ἕλωσιν, οὐκ ἂν δυναίμην. [28] οὐκοῦν ἕως ἔτι τὸ τὰ ξυνοίσοντα ἑλέσθαι τε καὶ πράσσειν ἐφ̓ ὑμῖν ἐστι, βουλεύσασθε μὲν τὰ βελτίω, φύγετε δὲ ξυμφοράν: ἧς, ὡς τὸ εἰκός, ξυμπιπτούσης ὑμῖν οὐ τὴν τύχην δικαίως, ἀλλὰ τὴν ὑμετέραν αἰτιάσεσθε γνώμην.’ [29] τοσαῦτα εἰπὼν Βελισάριος Στέφανον ἀπεπέμψατο. ὃς ἐς Νεαπολιτῶν τὸν δῆμον παρῆλθε δεδακρυμένος τε καὶ πάντα ξὺν οἰμωγῇ ἀγγέλλων ὅσα Βελισαρίου λέγοντος ἤκουσεν. [30] οἱ δὲ ῾οὐδὲ γὰρ χρῆν Νεαπολίτας ἀθῴους βασιλεῖ κατηκόους γενέσθαἰ οὔτε ἔδεισάν τι οὔτε Βελισαρίῳ προσχωρεῖν ἔγνωσαν.

 

‹ Prev