Delphi Complete Works of Procopius
Page 201
Ταῦτα μὲν οὖν, ἐπειδὴ τειχομαχοῦντες ἀπεκρούσθησαν, τρίτῃ ἡμέρᾳ οἱ Γότθοι ἔδρασαν. ἡμέραις δὲ ὕστερον εἴκοσιν ἢ ὁ Πόρτος ἥ τε πόλις καὶ ὁ λιμὴν ἑάλω, Μαρτῖνός τε καὶ Βαλεριανὸς ἧκον, ἑξακοσίους τε καὶ χιλίους στρατιώτας ἱππεῖς ἐπαγομένω. [2] καὶ αὐτῶν οἱ πλεῖστοι Οὖννοί τε ἦσαν καὶ Σκλαβηνοὶ καὶ Ἄνται, οἳ ὑπὲρ ποταμὸν Ἴστρον οὐ μακρὰν τῆς ἐκείνῃ ὄχθης ἵδρυνται. [3] Βελισάριος δὲ ἥσθη τε αὐτῶν τῇ παρουσίᾳ καὶ πολεμητέα σφίσιν ἐπὶ τοὺς πολεμίους εἶναι τὸ λοιπὸν ᾤετο. [4] τῇ γοῦν ὑστεραίᾳ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, θυμοειδῆ τε καὶ δραστήριον, Τραϊανὸν ὄνομα, τῶν ὑπασπιστῶν διακοσίους ἱππέας λαβόντα, ἐκέλευεν εὐθὺ τῶν βαρβάρων ἰέναι, καὶ ἐπειδὰν τῶν χαρακωμάτων ἐγγυτέρω ἵκωνται, ἀναβάντας ἐπὶ λόφου ὑψηλοῦ ἡσυχάζειν, δείξας τι χωρίον αὐτῷ. [5] ἢν δὲ οἱ πολέμιοι ἐπ̓ αὐτοὺς ἴωσιν, ἐκ χειρὸς μὲν τὴν μάχην οὐκ ἐᾶν γενέσθαι, οὐδὲ ξίφους ἢ δορατίου τινὸς ἅπτεσθαι, χρῆσθαι δὲ μόνοις τοξεύμασιν, ἡνίκα τέ οἱ τὴν φαρέτραν οὐδὲν ἐντὸς ἔχουσαν ἴδῃ, φεύγειν τε κατὰ κράτος οὐδὲν αἰδεσθέντα καὶ ἐς τὸν περίβολον ἀναχωρεῖν δρόμῳ. [6] ταῦτα ἐπιστείλας, τῶν τε τοξευμάτων τὰς μηχανὰς καὶ τοὺς ἀμφὶ ταύταις τεχνίτας ἐν παρασκευῇ εἶχε. Τραϊανὸς δὲ ξὺν τοῖς διακοσίοις ἐκ πύλης Σαλαρίας ᾔει ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. [7] καὶ οἱ μέν. καταπεπληγμένοι τῷ αἰφνιδίῳ, ἐβοήθουν ἐκ τῶν χαρακωμάτων, ὡς ἑκάστῳ ἐκ τῶν δυνατῶν ἐσκευάσθαι τετύχηκεν. [8] οἱ δὲ ἀμφὶ Τραϊανὸν ἀναβάντες ἐπὶ τοῦ λόφου ὅνπερ αὐτοῖς Βελισάριος ἔδειξεν, ἐνθένδε τοὺς βαρβάρους ἠμύνοντο βάλλοντες. [9] καὶ αὐτῶν τοὺς ἀτράκτους ἅτε ἐς πολὺν ἐμπίπτοντας ὅμιλον ἀνθρώπου ἢ ἵππου ἐπὶ πλεῖστον ἐπιτυγχάνειν ξυνέβαινεν. ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ βέλη ἤδη ἐπελελοίπει, οἵδε κατὰ τάχος ὀπίσω ἀπήλαυνον, διώκοντές τε οἱ Γότθοι ἐνέκειντο. [10] ὡς δὲ τοῦ περιβόλου ἐγγυτέρω ἵκοντο, τά τε ἐκ τῶν μηχανῶν τοξεύματα οἱ τεχνῖται ἐνήργουν, καὶ τῆς διώξεως οἱ βάρβαροι κατωρρωδηκότες ἀπέσχοντο. [11] λέγονται δὲ Γότθοι οὐχ ἧσσον ἢ χίλιοι ἐν τῷ ἔργῳ τούτῳ ἀποθανεῖν. ἡμέραις δὲ ὀλίγαις ὕστερον Βελισάριος Μουνδίλαν τῶν δορυφόρων τῶν αὑτοῦ ἕτερον, καὶ Διογένην, διαφερόντως ἀγαθοὺς τὰ πολέμια, ξὺν ὑπασπισταῖς τριακοσίοις στείλας, ταὐτὸ ποιεῖν τοῖς προτέροις ἐκέλευε. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. [12] ὑπαντιασάντων δὲ τῶν πολεμίων ξυνηνέχθη αὐτῶν οὐχ ἥσσους, εἰ μὴ καὶ πλείους, ἢ ἐν τῷ προτέρῳ ἔργῳ τρόπῳ τῷ αὐτῷ ἀπολωλέναι. [13] πέμψας δὲ καὶ τρίτον ξὺν ἱππεῦσι τριακοσίοις Ὀΐλαν τὸν δορυφόρον, ἐφ̓ ᾧ τὰ ὅμοια τοὺς πολεμίους ἐργάσονται, ταὐτὰ ἔδρασε. [14] τρεῖς τε, καθάπερ μοι ἐρρήθη, ἐπεκδρομὰς ποιησάμενος τῶν ἐναντίων ἀμφὶ τετρακισχιλίους διέφθειρεν. [15] Οὐίττιγις δὲ ῾οὐ γὰρ αὐτὸν εἰσῄει τὸ διαλλάσσον ἐν τοῖς στρατοπέδοις τῆς τε ὁπλίσεως καὶ τῆς ἐς τὰ πολέμια ἔργα μελέτης᾿ ῥᾷστα καὶ αὐτὸς ᾤετο τὰ ἀνήκεστα τοὺς πολεμίους ἐργάσασθαι, ἤν γε στρατῷ ὀλίγῳ ἐπ̓ αὐτοὺς τὴν ἔφοδον ποιοίη. [16] ἔπεμψεν οὖν ἱππεῖς πεντακοσίους, ἄγχιστά τε τοῦ περιβόλου ἰέναι κελεύσας, καὶ ὅσα πρὸς ὀλίγων πολλάκις πολεμίων πεπόνθασι, ταῦτα δὴ ἐς ξύμπασαν τὴν ἐκείνων στρατιὰν ἐπιδείξασθαι. [17] καὶ οἱ μὲν ἐν χωρίῳ ὑψηλῷ γενόμενοι τῆς πόλεως οὐ μακρὰν ἄποθεν, ἀλλ̓ ὅσον ἔξω βελῶν, ἵσταντο. [18] Βελισάριος δὲ ἄνδρας τε ἀπολέξας χιλίους καὶ Βέσσαν αὐτοῖς ἄρχοντα ἐπιστήσας ὁμόσε χωρεῖν ἐπὶ τοὺς πολεμίους ἐπέστελλεν. [19] οἱ δὲ κύκλωσίν τε τῶν βαρβάρων ποιησάμενοι καὶ κατὰ νώτου ἀεὶ βάλλοντες κτείνουσί τε συχνοὺς καὶ τοὺς λοιποὺς βιασάμενοι κατελθεῖν ἐς τὸ πεδίον ἠνάγκασαν. [20] ἔνθα δὴ τῆς μάχης οὐκ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐκ χειρὸς γενομένης, τῶν Γότθων οἱ μὲν πολλοὶ διεφθάρησαν, ὀλίγοι δέ τινες μόλις διαφυγόντες εἰς τὸ σφέτερον στρατόπεδον ἀνεχώρησαν. [21] οὓς δὴ ὁ Οὐίττιγις ἅτε τῷ ἀνάνδρῳ ἡσσημένους ἐκάκιζε, καὶ τὸ πάθος ἑτέροις τισὶν ἀνασώσασθαι οὐκ ἐς μακρὰν ὑποσχόμενος, ἐν μὲν τῷ παρόντι ἡσύχαζε, τρισὶ δὲ ὕστερον ἡμέραις ἐκ πάντων τῶν χαρακωμάτων ἄνδρας ἀπολεξάμενος πεντακοσίους ἔργα ἐς τοὺς πολεμίους ἐκέλευεν ἐπιδείξασθαι ἀρετῆς ἄξια. [22] οὓς ἐπειδὴ Βελισάριος ἐγγυτέρω ἥκοντας εἶδε, πεντακοσίους τε καὶ χιλίους καὶ ἄρχοντας Μαρτῖνόν τε καὶ Βαλεριανὸν ἐπ̓ αὐτοὺς ἔστελλεν. [23] ἱππομαχίας τε ἐκ τοῦ εὐθέος γεγενημένης, τῷ πλήθει Ῥωμαῖοι παρὰ πολὺ ὑπεραίροντες τῶν πολεμίων, τρέπουσί τε αὐτοὺς οὐδενὶ πόνῳ καὶ σχεδόν τι ἅπαντας διαφθείρουσι. [24] Καὶ τοῖς μὲν πολεμίοις δεινόν τε καὶ τύχης ἐναντίωμα παντάπασιν ἐδόκει εἶναι, εἰ πολλοί τε ὄντες πρὸς ὀλίγων πολεμίων ἐπιόντων σφίσιν ἡσσῶνται καὶ κατ̓ ὀλίγους αὖθις ἰόντες ἐπ̓ αὐτοὺς διαφθείρονται. [25] Βελισάριον δὲ δημοσίᾳ μὲν τῆς ξυνέσεως Ῥωμαῖοι ἐπῄνουν, ἐν θαύματι αὐτήν, ὡς τὸ εἰκός, μεγάλῳ ποιούμενοι, ἰδίᾳ δὲ αὐτὸν ἠρώτων οἱ ἐπιτήδειοι ὅτῳ ποτὲ τεκμαιρόμενος ἐκείνῃ τῇ ἡμέρᾳ ᾗ τοὺς πολεμίους οὕτως ἡσσημένος διέφυγεν, εὔελπις ἐγεγόνει τῷ πολέμῳ κατὰ κράτος αὐτῶν περιέσεσθαι. [26] καὶ αὐτὸς ἔλεγεν ὡς αὐτοῖς κατ̓ ἀρχὰς ξὺν ὀλίγοις τισὶ�
� ἐς χεῖρας ἐλθὼν κατενόησεν ὅτι ποτὲ τὸ διαφέρον ἐν ἑκατέρᾳ στρατιᾷ εἴη, ὥστε ἢν κατὰ λόγον τῆς δυνάμεως τὰς ξυμβολὰς ποιοίη, οὐδὲν ἂν τῇ σφετέρᾳ ὀλιγανθρωπίᾳ τὸ τῶν πολεμίων λυμήνασθαι πλῆθος. [27] διαφέρειν δέ, ὅτι Ῥωμαῖοι μὲν σχεδόν τι ἅπαντες καὶ οἱ ξύμμαχοι Οὖννοι ἱπποτοξόται εἰσὶν ἀγαθοί, Γότθων δὲ τὸ ἔργον τοῦτο οὐδενὶ ἤσκηται, ἀλλ̓ οἱ μὲν ἱππεῖς αὐτοῖς μόνοις δορατίοις τε καὶ ξίφεσιν εἰώθασι χρῆσθαι, οἱ δὲ τοξόται πεζοί τε ὄντες καὶ πρὸς τῶν ὁπλιτῶν καλυπτόμενοι ἐς μάχην καθίστανται. [28] οἵ τε οὗν ἱππεῖς, ἢν μὴ ἐκ χειρὸς ἡ ξυμβολὴ εἴη, οὐκ ἔχοντες καθ̓ ὅ τι ἀμυνοῦνται πρὸς τῶν ἐναντίων τοξεύμασι χρωμένων, εὐπετῶς ἂν βαλλόμενοι διαφθείρονται, καὶ οἱ πεζοὶ κατ̓ ἀνδρῶν ἱππέων ἐπεκδρομὰς ποιεῖσθαι οὐκ ἄν ποτε ἱκανοὶ εἶεν. [29] διὰ ταῦτα μὲν Βελισάριος ἰσχυρίζετο τοὺς βαρβάρους ἐν ταύταις δὴ ταῖς ξυμβολαῖς πρὸς Ῥωμαίων ἡσσῆσθαι. Γότθοι δὲ τῶν σφίσι ξυμβεβηκότων τὸ παράλογον ἐν νῷ ἔχοντες οὔτε κατ̓ ὀλίγους τὸ λοιπὸν ἐπὶ τὸν Ῥώμης περίβολον ἐχώρουν οὔτε τοὺς πολεμίους ἐνοχλοῦντας ἐδίωκον, πλήν γε δὴ ὅσον ἐκ τῶν χαρακωμάτων ἀπώσασθαι.
Ὕστερον δὲ Ῥωμαῖοι μὲν ἅπαντες, ἐπαρθέντες τοῖς φθάσασιν εὐτυχήμασι, παντί τε τῷ Γότθων στρατεύματι ὤργων διὰ μάχης ἰέναι καὶ πολεμητέα εἶναι ἐκ τοῦ ἐμφανοῦς σφίσιν ᾤοντο. [2] Βελισάριος δέ, πάμπολυ ἔτι εἶναι τὸ διαφέρον ἐν ἀμφοτέροις οἰόμενος, ὤκνει τε ἀεὶ τῷ παντὶ διακινδυνεύειν στρατεύματι καὶ τὰς ἐπεκδρομὰς ἐσπούδαζέ τε ἔτι μᾶλλον καὶ ἐπενόει ἐπὶ τοὺς πολεμίους. [3] ἐπεὶ δὲ κακιζόμενος πρός τε τοῦ στρατοῦ καὶ Ῥωμαίων τῶν ἄλλων ἀπεῖπε, παντὶ μὲν τῷ στρατῷ μάχεσθαι ἤθελε, τὴν δὲ ξυμβολὴν ἐξ ἐπιδρομῆς οὐδέν τι ἧσσον ποιήσασθαι. [4] πολλάκις τε ἀπεκρούσθη ἐς τοῦτο ὁρμήσας, καὶ τὴν ἔφοδον ἐς τὴν ὑστεραίαν ἀποθέσθαι ἠνάγκαστο, ἐπεὶ προγνόντας τὰ ἐσόμενα πρὸς τῶν αὐτομόλων τοὺς πολεμίους ἐν παρασκευῇ παρὰ δόξαν εὗρε. [5] διὸ δὴ καὶ ἐκ τοῦ ἐμφανοῦς διαμαχήσασθαι τὸ λοιπὸν ἤθελε, καὶ οἱ βάρβαροι ἄσμενοι ἐς τὴν μάχην καθίσταντο. καὶ ἐπεὶ ἀμφοτέροις τὰ ἐς τὴν ξυμβολὴν ὡς ἄριστα ἤσκητο, Βελισάριος μὲν ἀγείρας τὸ στράτευμα ὅλον τοιάδε παρεκελεύσατο: [6] ‘Οὐ μαλακίαν τινὰ καταγνοὺς ὑμῶν, ἄνδρες συστρατιῶται, οὐδὲ τῶν πολεμίων κατορρωδήσας τὴν δύναμιν τὴν πρὸς αὐτοὺς συμβολὴν ὤκνουν, ἀλλ̓ ἐπεὶ τὸν πόλεμον ἡμῖν ἐξ ἐπιδρομῆς διαφέρουσιν εὖ καθειστήκει τὰ πράγματα, διασώσασθαι ᾤμην δεῖν ἐς ἀεὶ τὴν τῆς εὐπραξίας αἰτίαν. [7] οἷς γὰρ κατὰ νοῦν τὰ παρόντα χωρεῖ, ἐφ̓ ἕτερον μεταβάλλεσθαι ἀξύμφορον οἶμαι. ὁρῶν μέντοι ἐς τόνδε ὑμᾶς προθυμουμένους τὸν κίνδυνον, εὔελπίς τέ εἰμι καὶ οὔποτε ὑμῶν τῇ ὁρμῇ ἐμποδὼν στήσομαι. [8] οἶδα γὰρ ὡς τὸ πλεῖστον ἀεὶ τῆς ἐν τοῖς πολέμοις ῥοπῆς ἡ τῶν μαχομένων κεκλήρωται γνώμη καὶ τὰ πολλὰ τῇ τούτων προθυμίᾳ κατορθοῦσθαι φιλεῖ. [9] ὡς μὲν οὖν ὀλίγοι μετὰ τῆς ἀρετῆς τεταγμένοι πλήθους περιεῖναι οἷοί τέ εἰσι τῶν ἐναντίων ἐξεπίσταται ὑμῶν ἕκαστος, οὐκ ἀκοῇ λαβών, ἀλλ̓ ἐς πεῖραν ἀγῶνος τὴν καθ̓ ἡμέραν ἥκων. [10] ὅπως δὲ μὴ καταισχύνητε μήτε τὴν προτέραν τῶν ἐμῶν στρατηγημάτων δόξαν μήτε τὴν ἐκ τῆσδε ὑμῶν τῆς προθυμίας ἐλπίδα, ἐφ̓ ὑμῖν κείσεται. [11] πάντα γὰρ ὅσα ἡμῖν ἐν τῷδε τῷ πολέμῳ πεπρᾶχθαι ξυμβαίνει πρὸς τὴν ἀπόβασιν κρίνεσθαι τῆς παρούσης ἡμέρας ἀνάγκη. [12] ὁρῶ δὲ καὶ τὸν παρόντα καιρὸν ἡμῖν ξυλλαμβάνοντα, ὃς ἡμῖν δεδουλωμένου τοῖς φθάσασι τοῦ τῶν πολεμίων φρονήματος ῥᾴδιον, ὡς τὸ εἰκός, τὴν ἐκείνων ἐπικράτησιν θήσεται. [13] τῶν γὰρ πολλάκις ἠτυχηκότων ἥκιστα ἀνδραγαθίζεσθαι φιλοῦσιν αἱ γνῶμαι. ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν ὅπλου ὑμῶν φειδέσθω μηδείς. [14] ἐγὼ γὰρ ὑμῖν ἐν τῷ παραυτίκα ὑπὲρ πάντων ἕτερα τῶν κατὰ τὴν μάχην διαφθειρομένων ἀνθυπουργήσω.’ [15] Βελισάριος μὲν τοσαῦτα παρακελευσάμενος ἐξῆγε τὸ στράτευμα διά τε πυλίδος Πιγκιανῆς καὶ Σαλαρίας πύλης, ὀλίγους δέ τινας διὰ πύλης Αὐρηλίας ἐς Νέρωνος πεδίον ἐκέλευεν ἰέναι. [16] οἷς δὴ Βαλεντῖνον ἐπέστησε καταλόγου ἱππικοῦ ἄρχοντα, καὶ αὐτῷ ἐπέστελλε μάχης μὲν μηδεμιᾶς ἄρχειν, μηδὲ τοῦ στρατοπέδου τῶν ἐναντίων ἐγγυτέρω ἰέναι, δόκησιν δὲ παρέχειν ἀεὶ τοῦ αὐτίκα προσβάλλειν, ὅπως μὴ τῶν ἐνταῦθα πολεμίων τινὲς τὴν ἐκείνῃ γέφυραν διαβαίνοντες ἐπιβοηθεῖν τοῖς ἐκ τῶν ἄλλων χαρακωμάτων οἷοί τε ὦσι. [17] πολλῶν γὰρ ὄντων, ὥσπερ μοι προδεδήλωται, τῶν ἐν Νέρωνος πεδίῳ στρατοπεδευομένων βαρβάρων ἱκανόν οἱ ἐφαίνετο τούτους δὴ ἅπαντας οὐ μεταλαχόντας τῆς ξυμβολῆς ἀπὸ τοῦ ἄλλου στρατοῦ κεχωρίσθαι. [18] καὶ ἐπειδὴ Ῥωμαίων τοῦ δήμου ἐθελούσιοί τινες ὅπλα ἀνελόμενοι εἵποντο, ἐς μὲν τὴν ξυμβολὴν αὐτοὺς ξυντετάχθαι σφίσιν οὐκ εἴασε, δείσας μὴ ἐν τῷ ἀγῶνι γενόμενοι κατορρωδήσωσί τε τὸν κίνδυνον καὶ τὸ στράτευμα ξυνταράξωσιν ὅλον, βάναυσοί τε ἄνδρες καὶ πολέμου ἀμελέτητοι παντάπασιν ὄντες. [19] ἐκτὸς δὲ πυλῶν Παγκρατιανῶν, αἳ ὑπὲρ Τίβεριν ποταμόν εἰσι, φάλαγγα ποιησαμένους ἡσυχάζειν ἐκέλευεν ἕως αὐτὸς σημήνῃ, λογισάμενος, ὅπερ ἐγένετο, ὡς, εἴπερ αὐτούς τε καὶ τοὺς ἀ�
�φὶ Βαλεντῖνον ἴδωσιν οἱ ἐν Νέρωνος πεδίῳ πολέμιοι, οὔ ποτε θαρσήσουσι τὸ σφέτερον ἀπολιπόντες χαράκωμα ἐπὶ σφᾶς ξὺν τῷ ἄλλῳ στρατῷ ἐς μάχην ἰέναι. [20] ἕρμαιον δὲ καὶ λόγου πολλοῦ ἄξιον εἶναι ἄνδρας τοσούτους τὸ πλῆθος τοῦ τῶν ἐναντίων στρατοπέδου ἀποκεκρίσθαι. [21] Οὕτως μὲν οὖν ἱππομαχίαν μόνον ἐκείνῃ τῇ ἡμέρᾳ ποιήσασθαι ἤθελεν, καὶ τῶν ἄλλων πεζῶν οἱ πλεῖστοι ἤδη μένειν ἐν τοῖς καθεστῶσιν οὐκ ἀξιοῦντες, ἵππους τε τῶν πολεμίων ληϊσάμενοι καὶ τοῦ ἱππεύειν οὐκ ἀμελέτητοι γεγενημένοι, [22] ἱππόται ἦσαν. τοὺς δὲ πεζούς, ὀλίγους τε ὄντας καὶ οὔτε φάλαγγα ἔχοντας λόγου ἀξίαν ποιήσασθαι οὔτε τοῖς βαρβάροις θαρσήσαντάς πω ἐς χεῖρας ἰέναι, ἀλλ̓ ἐς φυγὴν ἀεὶ ἐν τῇ πρώτῃ ὁρμῇ καθισταμένους, οὐκ ἀσφαλὲς ἐνόμιζεν εἶναι ἄποθεν τοῦ περιβόλου παρατάσσεσθαι, ἀλλ̓ αὐτοῦ ἄγχιστα τῆς τάφρου ἐν τάξει μένειν, ὅπως, εἴ γε σφῶν τοὺς ἱππέας τρέπεσθαι ξυμβαίνοι, δέχεσθαί τε οἷοί τε ὦσι τοὺς φεύγοντας καὶ ξὺν αὐτοῖς ἅτε ἀκμῆτες τοὺς ἐναντίους ἀμύνεσθαι. [23] Πριγκίπιος δέ τις ἐν τοῖς αὐτοῦ δορυφόροις, ἀνὴρ δόκιμος, Πισίδης γένος, καὶ Ταρμοῦτος Ἴσαυρος, Ἔννου τοῦ Ἰσαύρων ἀρχηγοῦ ἀδελφός, Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε: [24] ‘Στρατηγῶν ἄριστε, μήτε τὸ στράτευμά σοι, ὀλίγον τε ὂν καὶ πρὸς μυριάδας βαρβάρων πολλὰς μαχησόμενον, ἀποτέμνεσθαι ἀξίου τῆ πεζῶν φάλαγγος, μήτε χρῆναι τὸ Ῥωμαίων πεζικὸν ὑβρίζεσθαι οἴου, δἰ οὗ τὴν ἀρχὴν τοῖς πάλαι Ῥωμαίοις ἐς τόδε μεγέθους κεχωρηκέναι ἀκούομεν. [25] εἰ γάρ τι οὐκ ἀξιόλογον αὐτοῖς ἐν τῷδε τῷ πολέμῳ εἰργάσθαι ξυμβαίνει, οὐ τῆς τῶν στρατιωτῶν κακίας τεκμήριον τοῦτο, ἀλλ̓ οἱ τῶν πεζῶν ἄρχοντες τὴν αἰτίαν φέρεσθαι δίκαιοι, ἵπποις μὲν ἐν τῇ παρατάξει μόνοι ὀχούμενοι, κοινὴν δὲ ἡγεῖσθαι οὐκ ἀξιοῦντες τὴν τοῦ πολέμου τύχην, ἀλλὰ φυγῇ αὐτῶν μόνος ἕκαστος καὶ πρὸ τῆς ἀγωνίας τὰ πολλὰ χρώμενοι. [26] σὺ δὲ πάντας μὲν τοὺς πεζῶν ἄρχοντας, ἱππέας γὰρ ὁρᾷς γεγενημένους ἥκιστά τε ξυντάττεσθαι τοῖς σφῶν ὑπηκόοις ἐθέλοντας, ξὺν τῷ ἄλλῳ τῶν ἱππέων στρατεύματι ἔχων ἐς τὴν ξυμβολὴν τήνδε καθίστασο, ἡμᾶς δὲ τοῖς πεζοῖς ἐς τὴν παράταξιν ἡγεῖσθαι ξυγχώρει. [27] πεζοὶ γὰρ καὶ ἡμεῖς τὸ τῶν βαρβάρων πλῆθος ξὺν αὐτοῖς οἴσομεν, ἐλπίδα ἔχοντες ὅσα ἂν ὁ θεὸς διδῷ τοὺς πολεμίους ἐργάσασθαι.’ [28] Ταῦτα ἀκούσας Βελισάριος κατ̓ ἀρχὰς μὲν οὐ ξυνεχώρησεν: αὐτὼ γὰρ ἄνδρε μαχίμω ἐς ἄγαν ὄντε ὑπερηγάπα καὶ πεζοὺς ὀλίγους διακινδυνεύειν οὐκ ἤθελε. [29] τέλος δὲ τῇ τῶν ἀνδρῶν προθυμίᾳ βιαζόμενος ὀλίγους μέν τινας ἔς τε τὰς πύλας καὶ ἄνω ἐς τὰς ἐπάλξεις ξὺν Ῥωμαίων τῷ δήμῳ ἀμφὶ τὰς μηχανὰς εἴασε, τοῖς δὲ ἄλλοις Πριγκίπιόν τε καὶ Ταρμοῦτον ἐπιστήσας ὄπισθεν αὐτοὺς ἵστασθαι ἐν τάξει ἐκέλευεν, ὅπως αὐτοί τε μὴ τὸν κίνδυνον κατορρωδήσαντες τὸ ἄλλο στράτευμα ξυνταράξωσι, καὶ τῶν ἱππέων ἤν τίς ποτε μοῖρα τρέποιτο, μὴ ὡς ἀπωτάτω χωρήσαιεν, ἀλλ̓ ἐς τοὺς πεζοὺς καταφεύγοντες τοὺς διώκοντας οἷοί τε ὦσι ξὺν ἐκείνοις ἀμύνεσθαι.