Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 206
Delphi Complete Works of Procopius Page 206

by Procopius of Caesarea


  Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων. [2] ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὄν, ἀλλ̓ ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο. [3] ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτόν, ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε: [4] ‘Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν. [5] τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν; [6] ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἄν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι. [7] ὅταν δὲ ταῦτα οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι, ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων. [8] τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν. [9] ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παῤ ὑμᾶς ἥκομεν. [10] ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε. [11] προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ̓ ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα, [12] ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρηκέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.’ ἀπεκρίνατο Βελισάριος: [13] ‘Οὕτω μέν, ὅπως φατέ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.’ [14] Αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον: ‘Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλους τε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστασθαι. [15] Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ̓ Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε. [16] Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷός τε ὤν, Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ αὐτόν τε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, καταλῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνησθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιός τε καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόν τε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως. [17] οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν τούς τε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι. [18] τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείας τε καὶ πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε. [19] καὶ μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παῤ ἡμῶν τῆς ἀνωτάτω τετύχηκεν: οὐ γὰρ οὐδεὶς εἴς τι τούτων καταφυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν διαγεγόνασιν ἔχοντες, [20] Γότθος δὲ αὐτῶν μετέσχεν οὐδείς. ἢ παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ̓ ἄν τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον ἔτος κομίζεσθαι. [21] ὑμεῖς δέ, τούτων τοιούτων ὄντων, Ἰταλίας μὲν οὐ προσεποιεῖσθε κακουμένης ὑπὸ τῶν Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δἰ ὀλίγου, ἀλλ̓ ἐς δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, βιάζεσθε. [22] οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, τά τε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι τετυχήκατε.’ Καὶ ὁ Βελισάριος: ‘Ἡ μὲν ὑπόσχεσις ὑμῶν βραχέα τε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, ἡ δὲ ῥῆσις μακρά τε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν γέγονε. [23] Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ̓ ᾧ Ἰταλίας αὐτὸς τὴν ἀρχὴν ἔχοι: τί γὰρ �
�ν καὶ τύραννον τυράννου διαλλάσσειν βασιλεῖ ἔμελεν; ἀλλ̓ ἐφ̓ ᾧ ἐλευθέρα τε καὶ βασιλεῖ κατήκοος ἔσται. [24] ὁ δὲ τὰ περὶ τὸν τύραννον εὖ διαθέμενος ἀγνωμοσύνῃ ἐς τἄλλα οὐκ ἐν μετρίοις ἐχρήσατο: ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ ἔγνω. [25] οἶμαι δὲ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν τὰ τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε οὐκ ἂν παραδοίην. [26] εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, λέγειν ἀφίημι.’ [27] Οἱ δὲ βάρβαροι: ‘Ὡς μὲν οὖν ἀληθῆ πάντα ἡμῖν εἴρηται οὐδὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, τοσαύτης τε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.’ [28] Καὶ ὁ Βελισάριος: ‘Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν ἔχειν, μείζω τε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥωμαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην. [29] τοὺς γὰρ εὐεργεσίας ἢ χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβεσθαι ἄξιον.’ [30] Βάρβαροι: ‘Οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας ὑμῖν ἢ Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;’ [31] Βελισάριος: ‘Οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγματα διοικήσασθαι οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν.’ Βάρβαροι: ‘Οὐδ̓ ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ ἐφ̓ ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;’ [32] Βελισάριος: ‘Οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.’ [33] Βάρβαροι: ‘Φέρε δή, στέλλεσθαι ῾̣̣̓μᾶς παρὰ βασιλέα ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον καθ̓ ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρίστασθαι.’ [34] Βελισάριος: ‘Ἔστω: γινέσθω ταῦτα. οὐ γάρ ποτε ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.’ [35] Τοσαῦτα εἰπόντες διελύθησάν τε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατόπεδον ἀπεχώρησαν. [36] ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παῤ ἀλλήλους φοιτῶντες τά τε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται.

  Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅ τε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατοπεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς. [2] ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοί τε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων, οἵ τε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον. [3] ἐπειδή τε νὺξ ἐπεγένετο, Βελισάριος ἐς Ὀστίαν ξὺν ἱππεῦσιν ἑκατὸν ἦλθε καὶ τά τε ξυμπεπτωκότα ἐν τῇ ξυμβολῇ τά τε ξυγκείμενα σφίσι τε καὶ Γότθοις εἰπὼν καὶ τὰ ἄλλα παραθαρσύνας, τά τε φορτία πέμπειν ἐκέλευε καὶ ξὺν προθυμίᾳ ἐς Ῥώμην ἰέναι. ‘Ὅπως γάρ,’ ἔφη, ‘ἄνευ [4] κινδύνου ἡ ὁδὸς ἔσται ἐγὼ προνοήσω.’ αὐτὸς μὲν οὖν ὄρθρου βαθέος ἐς τὴν πόλιν ἀπήλαυνεν, Ἀντωνίνα δὲ ξὺν τοῖς ἄρχουσιν ἅμα ἡμέρᾳ τῶν φορτίων τὴν παρακομιδὴν ἐν βουλῇ ἐποιεῖτο. [5] ἐδόκει δὲ χαλεπὸν καὶ δεινῶς ἄπορον τὸ πρᾶγμα εἶναι. οἵ τε γὰρ βόες οὐκέτι ἀντεῖχον, ἀλλ̓ ἡμιθνῆτες ἅπαντες ἔκειντο, ἦν δὲ οὐδὲ ἀκίνδυνον στενήν τινα ὁδὸν ξὺν ταῖς ἁμάξαις πορεύεσθαι, καὶ διὰ τοῦ ποταμοῦ τὰς βάρεις ἀνέλκειν, καθάπερ τὸ παλαιὸν εἴθιστο, ἀδύνατα ἦν. [6] ἡ μὲν γὰρ ὁδὸς ἣ τοῦ ποταμοῦ ἐν ἀριστερᾷ ἐστιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, πρὸς τῶν πολεμίων ἐχομένη Ῥωμαίοις τηνικαῦτα ἀπόρευτος ἦν, ἡ δὲ αὐτοῦ ἐπὶ θάτερα, ὅσα γε παῤ ὄχθην, ἀστίβητος παντάπασι τυγχάνει οὖσα. [7] διὸ δὴ τοὺς λέμβους νηῶν τῶν μειζόνων ἀπολεξάμενοι, σανίσι τε αὐτοὺς ὑψηλαῖς κύκλῳ τειχίσαντες, ὅπως οἱ πλέοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται, τοξότας τε καὶ ναύτας ἐσεβίβασαν κατὰ λόγον ἑκάστου. [8] τῶν τε φορτίων ἐν αὐτοῖς ὅσα φέρειν οἷοί τε ἦσαν ἐνθέμενοι, διὰ τοῦ Τιβέριδος ἐς Ῥώμην πνεῦμα τηρήσαντες σφίσιν ἐπίφορον ἐναυτίλλοντο, καὶ τοῦ στρατοῦ μέρος ἐν δεξιᾷ τοῦ ποταμοῦ παρεβεβοηθήκει. [9] ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία: ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντές τε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον εἶχον. [10] οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳ τε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφορον σφίσιν εἶναι ἡγούμενοι. [11] Γότθοι μέντοι ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι, οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν. [12] ἐπεὶ δὲ τρόπῳ τῷ α
ὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ̓ ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος ῾ἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν̓, τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν τῶν Ἰσαύρων τισὶν ἔμεινε. [13] Μετὰ δὲ ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν, οὐκ ἀφανῆ ἄνδρα, ἐφ̓ ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται, ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀγγείλωσιν. [14] ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ σφῶν ἔθνος. [15] τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ᾔεσαν, Ἰλδίγερ δέ, ὁ τῆς Ἀντωνίνης γαμβρός, ξὺν ἱππεῦσιν οὐκ ὀλίγοις ἐκ Λιβύης ἐς Ῥώμην ἦλθε. [16] Γότθοι τε οἳ τὸ ἐν Πόρτῳ φρούριον εἶχον, ἐπιλελοιπότων σφᾶς τῶν ἀναγκαίων ἐξέλιπόν τε αὐτὸ Οὐιττίγιδος γνώμῃ, καὶ ἐς τὸ στρατόπεδον μετάπεμπτοι ἦλθον: Παῦλος δὲ αὐτὸ ξὺν τοῖς Ἰσαύροις ἐξ Ὀστίας καταλαβὼν ἔσχεν. [17] αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο θαλασσοκρατοῦντες Ῥωμαῖοι, καί τι αὐτοῖς ἐσκομίζεσθαι τῶν ἀναγκαίων οὐ ξυγχωροῦντες. [18] διὸ δὴ καὶ πόλιν ἐπιθαλασσίαν, λόγου πολλοῦ ἀξίαν, Κεντουκέλλας ὄνομα, τῶν ἐπιτηδείων σπανίζοντες, ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέλιπον. [19] ἔστι δὲ ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, ἐς τὰ Ῥώμης πρὸς ἑσπέραν ἐν Τούσκοις κειμένη, σταδίοις αὐτῆς ὀγδοήκοντα καὶ διακοσίοις ἀπέχουσα. [20] καὶ αὐτὴν Ῥωμαῖοι καταλαβόντες ἔτι μᾶλλον ἐπὶ μέγα δυνάμεως ἦλθον, ἐπεὶ καὶ τὸ Ἀλβανῶν πόλισμα ἔσχον, Ῥώμης πρὸς ἀνίσχοντα ἥλιον κείμενον, ἀνακεχωρηκότων ἐνθένδε διὰ τὸν αὐτὸν λόγον τηνικαῦτα τῶν πολεμίων, πανταχόθεν δὲ ἤδη κυκλωσάμενοι τοὺς βαρβάρους ἐν μέσῳ εἶχον. [21] διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπονδαῖς ἔφασαν: [22] Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν. [23] ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουν τε, ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν. [24] Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν. [25] καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. Ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλους τε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν Πικηνοῖς κειμένην: [26] καί οἱ τῶν τε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν Δαμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακοσίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια. [27] οἷς δὴ δορυφόρους δύο, Σοῦνταν τε καὶ Ἄδηγιν, ἐπέστησε, καὶ αὐτοὺς μὲν Ἰωάννῃ ἕπεσθαι, ὅπη ἂν αὐτὸς ἐξηγοῖτο, ἐκέλευε: τῷ δὲ Ἰωάννῃ ἐπήγγελλε, τέως μὲν τὰ ξυγκείμενα σφίσι φυλάττοντας ὁρᾷ τοὺς πολεμίους, ἡσυχῆ μένειν: ὅταν δέ οἱ τὴν ἐκεχειρίαν αὐτοῖς λελύσθαι ξυμβαίη, ποιεῖν κατὰ τάδε: [28] παντὶ μὲν τῷ στρατῷ ἄφνω τε καὶ ἐξ ἐπιδρομῆς καταθεῖν τὴν Πικηνῶν χώραν, ἅπαντά τε ἑξῆς περιιόντα τὰ ἐκείνῃ χωρία καὶ αὐτοῖς πρὸ τῆς φήμης ἐπιδημοῦντα. [29] ταύτης γὰρ σχεδόν τι ἁπάσης τῆς χώρας ἄνδρας μὲν οὐδαμῆ ἀπολελεῖφθαι, πάντων ἐπὶ Ῥώμην ὡς φαίνεται στρατευσαμένων, παῖδας δὲ καὶ γυναῖκας τῶν πολεμίων καὶ χρήματα πανταχῆ εἶναι. [30] ἐξανδραποδίζειν οὖν καὶ ληΐζεσθαι τὰ ἐν ποσὶν ἅπαντα φυλασσόμενον μή ποτε Ῥωμαίων τινὶ τῶν ταύτῃ ᾠκημένων λυμήνηται. [31] ἢν δέ πη χωρίῳ ἐντύχῃ, ἄνδρας τε καὶ ὀχύρωμα, ὡς τὸ εἰκός, ἔχοντι, πάσῃ αὐτοῦ δυνάμει ἀποπειράσασθαι. [32] καὶ ἢν μὲν ἑλεῖν δύνηται, ἐς τὰ πρόσω ἰέναι, τοῦ πράγματος δέ οἱ, ἂν οὕτω τύχοι, ἀντιστατοῦντος, ἀπελαύνειν ὀπίσω, ἢ αὐτοῦ μένειν. [33] προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι κίνδυνος πολὺς ἐπὶ πλεῖστον ἔσται, ἐπεὶ οὔποτ̓ ἀμύνειν σφίσιν εὐπετῶς ἕξουσιν, ἤν που ἐνοχλοῖντο πρὸς τῶν ἐναντίων. τὴν δὲ λείαν φυλάσσειν ἅπασαν, ὅπως ἂν αὐτὴν ὀρθῶς καὶ δικαίως ἡ στρατιὰ διανέμοιτο. [34] εἶτα ξὺν γέλωτι καὶ τοῦτο ἐπεῖπεν: ‘Οὐ γὰρ δίκαιον ὑφ̓ ἑτέρων μὲν τοὺς κηφῆνας πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι.’ τοσαῦτα μὲν ἐπιστείλας Βελισάριος Ἰωάννην ξὺν τῷ στρατεύματι ἔπεμψεν. [35] Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὅ τε Μεδιολάνων ἱερεὺς Δάτιος καὶ τῶν πολιτῶν ἄνδρες δόκιμοι ἐς Ῥώμην ἀφικόμενοι Βελισαρίου ἐδέοντο φρουροὺς ὀλίγους σφίσι ξυμπέμψαι. [36] αὐτοὶ γὰρ ἱκανοὶ ἰσχυρίζοντο εἶναι, οὐ Μεδιόλανον μόνην, ἀλλὰ καὶ Λιγουρίαν ὅλην πόνῳ οὐδενὶ Γότθων τε ἀποστῆσαι καὶ βασιλεῖ ἀνα�
�ώσασθαι. [37] αὕτη δὲ ἡ πόλις ᾤκισται μὲν ἐν Λιγούροις, μέση που μάλιστα Ῥαβέννης τε πόλεως καὶ Ἄλπεων τῶν ἐν Γάλλων ὁρίοις κειμένη: [38] ἑκατέρωθεν γὰρ ἐς αὐτὴν ὀκτὼ ἡμερῶν ὁδὸς ἀνδρὶ εὐζώνῳ ἐστί: πρώτη δὲ πόλεων τῶν ἑσπερίων μετά γε Ῥώμην μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐτύγχανεν οὖσα. καὶ αὐτοῖς Βελισάριος ὑποσχόμενος τὴν δέησιν ἐπιτελῆ ποιήσειν κατεῖχεν αὐτοῦ τὴν τοῦ χειμῶνος ὥραν.

 

‹ Prev