Delphi Complete Works of Procopius
Page 207
Ταῦτα μὲν δὴ ὧδέ πη εἶχε. τῆς δὲ τύχης ὁ φθόνος ᾤδαινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖ τε καὶ καλῶς σφίσιν ἐπίπροσθεν προϊόντα ἑώρα, κακῷ τε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα, ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳ τε καὶ Κωνσταντίνῳ, ἣ ὅπως τε ἔφυ καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι. [2] Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκώς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ επειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω τοῦ περιβόλου κατέλυσεν. [3] ὃ δὴ Κωνσταντῖνος ἀκούσας ῾ἐτύγχανε γὰρ ἔτι ἐνταῦθα διατριβὴν ἔχων̓,τῶν τινα ὑπασπιστῶν Μαξεντίολον πέμψας ἄμφω ἀφαιρεῖται λόγῳ οὐδενὶ τὼ ἀκινάκα. [4] περιαλγὴς δὲ γεγονὼς τοῖς ξυμπεσοῦσιν ὁ ἄνθρωπος ἐς Ῥώμην ὅτι τάχιστα παρὰ Βελισάριον στέλλεται, οὗ δὴ οὐκ εἰς μακρὰν καὶ Κωνσταντῖνος ἀφίκετο: ἤδη γὰρ ὁ τῶν Γότθων στρατὸς οὐκ ἄποθεν εἶναι ἠγγέλλετο. [5] ἕως μὲν οὖν ἔν τε θορύβῳ καὶ κινδύνῳ Ῥωμαίοις καθειστήκει τὰ πράγματα, σιωπῇ ὁ Πρεσίδιος ἔμενεν: ὡς δὲ τά τε Ῥωμαίων καθυπέρτερα εἶδε καὶ Γότθων πρέσβεις παρὰ βασιλέα σταλέντας, καθάπερ μοι ἔμπροσθεν εἴρηται, Βελισαρίῳ συχνὰ προσιὼν τήν τε ἀδικίαν ἀπήγγελλε καί οἱ τὰ δίκαια βοηθεῖν ἠξίου. [6] ὁ δὲ Κωνσταντίνῳ πολλὰ μὲν αὐτός, πολλὰ δὲ δἰ ἑτέρων μεμφόμενος, παρῄνει ἔργου τε ἀδίκου καὶ δόξης αἰσχρᾶς ἀπαλλάσσεσθαι. [7] ἀλλὰ Κωνσταντῖνος ῾χρῆν γάρ οἱ γενέσθαι κακῶς᾿ τούς τε λόγους ἀεὶ ἐρεσχελῶν διεκρούετο καὶ τὸν ἠδικημένον ἐτώθαζε. [8] Βελισαρίῳ δέ ποτε, ἵππῳ ἐν τῇ ἀγορᾷ ὀχουμένῳ, ἐντυχὼν ὁ Πρεσίδιος τοῦ τε χαλινοῦ τοῦ ἵππου ἐλάβετο καὶ μέγα ἀναβοῶν ἠρώτα εἰ ταῦτα λέγουσιν οἱ βασιλέως νόμοι, ἵνα ἐπειδάν τις τοὺς βαρβάρους φυγὼν ἱκέτης ἐς αὐτοὺς ἵκοιτο, οἵδε ἀφέλωνται βίᾳ ὅσα ἂν τύχῃ ἐν χερσὶν ἔχων. [9] πολλῶν δὲ περιεστηκότων ἀνθρώπων καὶ τοῦ χαλινοῦ ξὺν ἀπειλῇ κελευόντων μεθίεσθαι, οὐ πρότερον ἀφῆκε, πρὶν δὴ αὐτῷ ὑπέσχετο Βελισάριος τὰ ξιφίδια δώσειν. [10] τῇ οὖν ὑστεραίᾳ Κωνσταντῖνόν τε καὶ τῶν ἀρχόντων πολλοὺς ἐς οἰκίσκον τινὰ ξυγκαλέσας Βελισάριος ἐν Παλατίῳ, τῶν μὲν τῇ προτεραίᾳ ξυμπεπτωκότων ὑπέμνησε, παρῄνει δὲ ὀψὲ γοῦν τοῦ χρόνου τοὺς ἀκινάκας ἀποδιδόναι. [11] ὁ δὲ οὐκ ἔφη δώσειν: ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ διδοίη. [12] θυμῷ τε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι: βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι: τόδε μέντοι, ὃ ἐν τῷ παρόντι ἐπιτάττοι, οὐ μήποτε δράσειν. [13] Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ ‘Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν,’ ἔφη. ‘Οὐδαμῶς γε,’ ὁ Βελισάριος εἶπεν, ‘ἀλλ̓ ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦ [14] βίᾳ λαβὼν ἔτυχεν.’ ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο. [15] διὸ δὴ τὸ ξιφίδιον εἷλκεν ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνω τε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσω τε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε. [16] Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει, κατιδόντες δὲ Ἰλδίγερ τε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον. [17] ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνου τε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος, [18] χρόνῳ τινὶ ὕστερον ἔκτειναν. τοῦτο Βελισαρίῳ εἴργασται μόνον οὐχ ὅσιον ἔργον καὶ ἤθους τοῦ αὐτοῦ οὐδαμῶν ἄξιον: ἐπιεικείᾳ γὰρ πολλῇ ἐς πάντας τοὺς ἄλλους ἐχρῆτο. ἀλλὰ ἔδει, ὅπερ ἐρρήθη, Κωνσταντίνῳ γενέσθαι κακῶς.