Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 210
Delphi Complete Works of Procopius Page 210

by Procopius of Caesarea


  Βελισάριος δὲ ἀμφὶ θερινὰς τροπὰς ἐπί τε Οὐίττιγιν καὶ τὸ Γότθων στρατόπεδον ᾔει, ὀλίγους μέν τινας φρουρᾶς ἕνεκα ἐν Ῥώμῃ ἀπολιπών, τοὺς δὲ ἄλλους ξὺν αὑτῷ ἅπαντας ἐπαγόμενος. [2] πέμψας τέ τινας ἐς Τουδέραν τε καὶ Κλούσιον χαρακώματα ἐπήγγειλε ποιεῖσθαι, οἷς δὴ ἕψεσθαί τε ἔμελλε καὶ ξυμπολιορκήσειν τοὺς τῇδε βαρβάρους. [3] οἱ δέ, ἐπεὶ προσιόντα τὸν στρατὸν ἔμαθον, οὐχ ὑποστάντες τὸν κίνδυνον πρέσβεις τε παρὰ Βελισάριον ἔπεμψαν καὶ παραδώσειν ὁμολογίᾳ σφᾶς τε αὐτοὺς καὶ πόλιν ἑκατέραν ὑπέσχοντο, ἐφ̓ ᾧ κακῶν ἀπαθεῖς μείνωσι. παραγενομένῳ τέ οἱ ἐπιτελῆ τὴν ὑπόσχεσιν ἐποιήσαντο. [4] ὁ δὲ Γότθους μὲν ἅπαντας ἐνθένδε ἀναστήσας ἐπὶ Σικελίας τε καὶ Νεαπόλεως ἔπεμψεν, ἐν δὲ Κλουσίῳ καὶ Τουδέρᾳ φρουρὰν καταστησάμενος πρόσω ἦγε τὸ στράτευμα. [5] Ἐν τούτῳ δὲ Οὐίττιγις στρατιὰν ἄλλην καὶ ἄρχοντα Οὐάκιμον ἐς Αὔξιμον πέμψας τοῖς ἐκείνῃ Γότθοις ἐκέλευεν ἀναμίγνυσθαι, καὶ ξὺν αὐτοῖς ἐπὶ τοὺς ἐν Ἀγκῶνι πολεμίους ἰόντας ἀποπειράσασθαι τοῦ ταύτῃ φρουρίου. [6] ὁ δὲ Ἀγκὼν οὗτος πέτρα τίς ἐστιν ἐγγώνιος, ἀφ̓ οὗ καὶ τὴν προσηγορίαν εἴληφε ταύτην: ἀγκῶνι γὰρ ἐπὶ πλεῖστον ἐμφερής ἐστιν. [7] ἀπέχει δὲ σταδίους ὀγδοήκοντα πόλεως μάλιστα Αὐξίμου, ἧς δή ἐστιν ἐπίνειον. καὶ τὸ μὲν τοῦ φρουρίου ὀχύρωμα ἐπὶ πέτρας τῆς ἐγγωνίου ἐν ἀσφαλεῖ κεῖται, τὰ δὲ ἐκτὸς ἅπαντα οἰκοδομήματα, καίπερ ὄντα πολλά, [8] ἐκ παλαιοῦ ἀτείχιστα ἦν. Κόνων δέ, ὃς τῇ τοῦ χωρίου φυλακῇ ἐφειστήκει, ἐπειδὴ τάχιστα τοὺς ἀμφὶ τὸν Οὐάκιμον ἤκουσεν ἐπιέναι τε καὶ ἤδη που οὐκ ἄποθεν εἶναι, ἐπίδειξιν πεποίηται ἀλογίστου γνώμης. [9] παρὰ φαῦλον γὰρ ἡγησάμενος τό τε φρούριον καὶ τοὺς τοῦ φρουρίου οἰκήτορας ξὺν τοῖς στρατιώταις κακῶν ἀπαθεῖς διασώσασθαι, τὸ μὲν ὀχύρωμα εἴασε παντάπασι στρατιωτῶν ἔρημον, ἅπαντας δὲ ἀπαγαγὼν ὅσον ἀπὸ σταδίων πέντε ὡς ἐς παράταξιν διεκόσμησεν, οὐ βαθεῖάν τινα τὴν φάλαγγα ποιησάμενος, ἀλλ̓ ὥστε τὴν ὑπώρειαν ὅλην ὥσπερ ἐς κυνηγέσιον περιβάλλεσθαι. [10] οἵπερ ἐπειδὴ τοὺς πολεμίους πλήθει πολλῷ ὑπεραίροντας εἶδον, στρέψαντες τὰ νῶτα ἐπὶ τὸ φρούριον εὐθὺς ἔφυγον. [11] ἐπιδιώξαντές τε οἱ βάρβαροι πλείστους μὲν αὐτῶν, ὅσοι οὐκ ἔφθασαν ἐντὸς τοῦ περιβόλου εἰσιέναι, αὐτοῦ ἔκτειναν, κλίμακας δὲ τῷ τείχει ἐρείσαντες, τῆς ἀνόδου ἀπεπειράσαντο. τινὲς δὲ τὰ ἐκτὸς τοῦ φρουρίου οἰκία ἔκαιον. [12] Ῥωμαῖοι δὲ οἳ καὶ πρότερον τὸ φρούριον ᾤκουν, τοῖς παροῦσιν ἐκπεπληγμένοι, προανακλίναντες τὴν πυλίδα, κόσμῳ οὐδενὶ φεύγοντας τοὺς στρατιώτας ἐδέχοντο. [13] ἐπεὶ δὲ τοὺς βαρβάρους ἄγχιστα ἐγκειμένους τοῖς φεύγουσιν εἶδον, ὅπως μὴ συνεισβάλλωσι δείσαντες, τὰς μὲν πύλας κατὰ τάχος ἐπέθεντο, ἐκ δὲ τῶν ἐπάλξεων βρόχους καθέντες, ἄλλους τέ τινας καὶ Κόνωνα αὐτὸν ἀνέλκοντες διεσώσαντο. [14] ταῖς μέντοι κλίμαξιν ἀνιόντες οἱ βάρβαροι παῤ ὀλίγον ἦλθον τὸ φρούριον κατὰ κράτος ἑλεῖν, εἰ μὴ ἄνδρες δύο, ἔργα θαυμάσια ἐνδεικνύμενοι, ἤδη αὐτοὺς τοὺς ἐν ταῖς ἐπάλξεσι γενομένους ἀρετῇ ὤσαντο, ὧν ὁ μὲν Βελισαρίου δορυφόρος ἦν ἐκ Θρᾴκης, Οὐλιμοὺθ ὄνομα, ὁ δὲ Βαλεριανοῦ, Γουβουλγουδοῦ, [15] Μασσαγέτης γένος. τούτω γὰρ τὼ ἄνδρε τύχῃ μέν τινι καταπεπλευκότε ὀλίγῳ πρότερον ἐς τὸν Ἀγκῶνα ἐτυχέτην: ἐν δὲ τῷ πόνῳ τούτῳ τοὺς ἀνιόντας τοῖς ξίφεσιν ἀμυνόμενοι τὸ μὲν φρούριον παρὰ δόξαν ἔσωσαν, αὐτοὶ δὲ ἡμιθνῆτες καὶ τὸ σῶμα κρεουργηθέντες ὅλον ἐνθένδε ἀπεκομίσθησαν. [16] Τότε Βελισαρίῳ Ναρσῆς ξὺν πολλῇ στρατιᾷ ἐκ Βυζαντίου ἥκειν καὶ ἐν Πικηνοῖς εἶναι ἠγγέλλετο. ὁ δὲ Ναρσῆς οὗτος εὐνοῦχος μὲν ἦν καὶ τῶν βασιλικῶν χρημάτων ταμίας, ἄλλως δὲ ὀξὺς καὶ μᾶλλον ἢ κατ̓ εὐνοῦχον δραστήριος. [17] στρατιῶται δὲ αὐτῷ πεντακισχίλιοι εἵποντο, ὧν ἄλλοι τε κατὰ συμμορίας ἡγοῦντο καὶ Ἰουστῖνος ὁ τῶν Ἰλλυριῶν στρατηγὸς καὶ Ναρσῆς ἕτερος, ἐξ Ἀρμενίων τῶν Πέρσαις κατηκόων αὐτόμολος ἐς τὰ Ῥωμαίων ἤθη πρότερον ξὺν Ἀρατίῳ τἀδελφῷ ἥκων, ὃς ὀλίγῳ ἔμπροσθεν ξὺν ἑτέρῳ στρατῷ παρὰ Βελισάριον ἐλθὼν ἔτυχεν. [18] εἵποντο δέ οἱ καὶ τοῦ Ἐρούλων ἔθνους δισχίλιοι μάλιστα, ὧν Οὐίσανδός τε καὶ Ἀλουὶθ καὶ Φανίθεος ἦρχον.

  Οἵτινες δὲ ἀνθρώπων εἰσὶν Ἔρουλοι καὶ ὅθεν Ῥωμαίοις ἐς ξυμμαχίαν κατέστησαν ἐρῶν ἔρχομαι. ὑπὲρ μὲν Ἴστρον ποταμὸν ἐκ παλαιοῦ ᾤκουν πολύν τινα νομίζοντες θεῶν ὅμιλον, οὓς δὴ καὶ ἀνθρώπων θυσίαις ἱλάσκεσθαι ὅσιον αὐτοῖς ἐδόκει εἶναι. [2] νόμοις δὲ πολλοῖς οὐ κατὰ ταὐτὰ τοῖς ἀνθρώπων ἑτέροις ἐχρῶντο. οὔτε γὰρ γηράσκουσιν οὔτε νοσοῦσιν αὐτοῖς βιοτεύειν ἐξῆν, ἀλλ̓ ἐπειδάν τις αὐτῶν ἢ γήρᾳ ἢ νόσῳ ἁλῴη, ἐπάναγκές οἱ ἐγίνετο τοὺς ξυγγενεῖς αἰτεῖσθαι ὅτι τάχιστα ἐξ ἀνθρώπων αὐτὸν ἀφανίζειν. [3] οἱ δὲ ξύλα πολλὰ ἐς μέγα τι ὕψος ξυννήσαντες καθίσαντές τε τὸν ἄνθρωπον ἐν τῇ τῶν ξύλων ὑπερβολῇ, τῶν τινα Ἐρούλων, ἀλλότριον μέντοι, ξὺν ξιφιδίῳ παῤ αὐτὸν ἔπεμπον: [4] ξυγγενῆ γὰρ αὐτῷ τὸν φονέα εἶναι οὐ θέμις. ἐπειδὰν δὲ αὐτοῖς ὁ τοῦ ξυγγενοῦς φονεὺς ἐπανῄει, ξύμπαντα ἔκαιον αὐτίκα τὰ ξύλα, ἐκ τῶν ἐσχάτων ἀρξάμενοι. [5] παυσαμένης τε αὐτοῖς τῆς φλογὸς ξυλλέξαν
τες τὰ ὀστᾶ ἐν τῷ παραυτίκα τῇ γῇ ἔκρυπτον. [6] Ἐρούλου δὲ ἀνδρὸς τελευτήσαντος ἐπάναγκες τῇ γυναικὶ ἀρετῆς τε μεταποιουμένῃ καὶ κλέος αὑτῇ ἐθελούσῃ λείπεσθαι βρόχον ἀναψαμένῃ παρὰ τὸν τοῦ ἀνδρὸς τάφον οὐκ εἰς μακρὰν θνήσκειν. [7] οὐ ποιούσῃ τε ταῦτα περιειστήκει τὸ λοιπὸν ἀδόξῳ τε εἶναι καὶ τοῖς τοῦ ἀνδρὸς συγγενέσι προσκεκρουκέναι. τοιούτοις μὲν ἐχρῶντο Ἔρουλοι τὸ παλαιὸν νόμοις. [8] Προϊόντος δὲ χρόνου δυνάμει τε καὶ πολυανθρωπίᾳ τῶν περιοίκων βαρβάρων ἁπάντων καθυπέρτεροι γεγενημένοι, ἐπιόντες τε, ὡς τὸ εἰκός, [9] ἑκάστους ἐνίκων καὶ βιαζόμενοι ἐληΐζοντο. καὶ τελευτῶντες Λαγγοβάρδας τε Χριστιανοὺς ὄντας καὶ ἄλλα ἄττα ἔθνη ὑπήκοα σφίσιν ἐς ἀπαγωγὴν φόρου πεποίηνται, οὐκ εἰθισμένον τὸ πρᾶγμα τοῦτο τοῖς ἐκείνῃ βαρβάροις, ὑπὸ δὲ φιλοχρηματίας τε καὶ ἀλαζονείας ἐνταῦθα ἠγμένοι. [10] ἡνίκα μέντοι Ἀναστάσιος Ῥωμαίων τὴν βασιλείαν παρέλαβεν, οὐκ ἔχοντες Ἔρουλοι ἐφ̓ οὕστινας ἀνθρώπους τὸ λοιπὸν ἔλθοιεν, καταθέμενοι τὰ ὅπλα ἡσυχῆ ἔμενον, χρόνος τε αὐτοῖς ἐνιαυτῶν τριῶν ἐν ταύτῃ δὴ τῇ εἰρήνῃ ἐτρίβη. [11] καὶ αὐτοὶ ἐς ἄγαν ἀχθόμενοι Ῥοδοῦλφον ἀνέδην σφῶν τὸν ἡγεμόνα ἐκάκιζον, φοιτῶντές τε ἀεὶ παῤ αὐτὸν μαλθακόν τε καὶ γυναικώδη ἐκάλουν, ἄλλοις τέ τισιν αὐτὸν ἐρεσχελοῦντες ὀνόμασι κόσμῳ οὐδενὶ ἐλοιδοροῦντο. [12] Ῥοδοῦλφός τε τὴν ὕβριν ὡς ἥκιστα φέρων ἐπὶ Λαγγοβάρδας οὐδὲν ἀδικοῦντας ἐστράτευσεν, οὔτε τινὰ σφίσιν ἁμαρτάδα ἐπενεγκὼν οὔτε λύσιν τινὰ τῶν ξυγκειμένων σκηψάμενος, [13] ἀλλὰ πόλεμον ἐπιφέρων αἰτίαν οὐκ ἔχοντα. ὅπερ ἐπειδὴ Λαγγοβάρδαι ἀκοῇ ἔλαβον, πέμψαντες παρὰ τὸν Ῥοδοῦλφον ἀνεπυνθάνοντο καὶ τὴν αἰτίαν ἠξίουν εἰπεῖν ἧς δὴ ἕνεκα Ἔρουλοι ἐν ὅπλοις ἐπ̓ αὐτοὺς ἴοιεν, ὁμολογοῦντες, εἰ μέν τι ἀπεστερήκασι τοῦ φόρου, ἀλλ̓ αὐτίκα μάλα ξὺν μεγάλῳ αὐτὸ ἀποτίσειν: εἰ δὲ μέμφονται μέτριον σφίσι τετάχθαι τὸν φόρον, ἀλλὰ μείζω ποιήσειν αὐτὸν οὐ μήποτε Λαγγοβάρδαι ὀκνηροὶ ἔσονται. [14] ταῦτα μὲν τοὺς πρέσβεις προτεινομένους ξὺν ἀπειλῇ ὁ Ῥοδοῦλφος ἀποπεμψάμενος πρόσω ἤλαυνεν. οἱ δὲ καὶ αὖθις πρέσβεις ἑτέρους πρὸς αὐτὸν στείλαντες περὶ τῶν αὐτῶν πολλὰ λιπαροῦντες ἱκέτευον. [15] οὕτω δὲ καὶ τῶν δευτέρων ἀπαλλαγέντων τρίτοι πρέσβεις παῤ αὐτὸν ἥκοντες ἀπεῖπον Ἐρούλους πόλεμον ἀπροφάσιστον μηδαμῶς σφίσιν ἐπενεγκεῖν. [16] ἢν γὰρ ἐκεῖνοι γνώμῃ τοιαύτῃ ἐπ̓ αὐτοὺς ἴωσι, καὶ αὐτοὶ οὐχ ἑκούσιοι, ἀλλ̓ ὡς μάλιστα ἠναγκασμένοι, ἀντιτάξονται τοῖς ἐπιοῦσι, μαρτυράμενοι τὸν θεόν, οὗπερ τῆς ῥοπῆς καὶ βραχεῖά τις τὸ παράπαν ἰκμὰς πάσῃ τῇ ἀνθρώπων δυνάμει ἀντίξους ἔσται: αὐτόν τε εἰκὸς ταῖς τοῦ πολέμου αἰτίαις ἠγμένον ἀμφοτέροις πρυτανεῦσαι τῆς μάχης τὸ πέρας. [17] οἱ μὲν ταῦτα εἶπον, δεδίσσεσθαι ταύτῃ τοὺς ἐπιόντας οἰόμενοι, Ἔρουλοι δέ, ὑποστειλάμενοι τῶν πάντων οὐδέν, Λαγγοβάρδαις ἔγνωσαν ἐς χεῖρας ἰέναι. [18] ἡνίκα δὲ ἀμφότεροι ἄγχιστά πη ἀλλήλων ἐγένοντο, τὸν μὲν ὕπερθεν Λαγγοβαρδῶν ἀέρα ξυνέβαινε μελαίνῃ τινὶ νεφέλῃ καὶ ἐς ἄγαν παχείᾳ καλύπτεσθαι, ὑπὲρ δὲ τοὺς Ἐρούλους αἰθρίαν ὑπερφυῶς εἶναι. [19] οἷς δὴ τεκμηριούμενος εἴκασεν ἄν τις ἐπὶ τῷ σφῶν πονηρῷ ἐς τὴν ξυμβολὴν Ἐρούλους ἰέναι: οὐ γάρ τι τούτου πικρότερον βαρβάροις τέρας εἰς μάχην καθισταμένοις οἷόν τε εἶναι. [20] οὐ μέντοι οὐδὲ τούτῳ Ἔρουλοι προσεῖχον τὸν νοῦν, ἀλλὰ παντάπασιν ἀφροντιστήσαντες πολλῷ τῷ καταφρονήματι ἐπὶ τοὺς πολεμίους ἐχώρουν, πλήθει ὁμίλου τὸ τοῦ πολέμου σταθμώμενοι πέρας. [21] ἐπεὶ δὲ ἡ μάχη ἐν χερσὶ γέγονε, θνήσκουσι μὲν τῶν Ἐρούλων πολλοί, θνήσκει δὲ καὶ Ῥοδοῦλφος αὐτός, οἵ τε ἄλλοι πάντες φεύγουσιν ἀνὰ κράτος, οὐδεμιᾶς ἀλκῆς μεμνημένοι. [22] καὶ τῶν πολεμίων σφίσιν ἐπισπομένων οἱ μὲν πλεῖστοι αὐτοῦ ἔπεσον, ὀλίγοι δέ τινες διεσώθησαν. [23] Διὸ δὴ ἐνδιατρίβειν ἤθεσι τοῖς πατρῴοις οὐκέτι εἶχον, ἀλλ̓ ἐνθένδε ὅτι τάχιστα ἐξαναστάντες ἐπίπροσθεν ἀεὶ ἐχώρουν, τὴν γῆν ξύμπασαν ἣ ἐκτὸς Ἴστρου ποταμοῦ ἐστι ξύν τε παισὶ καὶ γυναιξὶ περιιόντες. [24] ἐπεὶ δὲ ἀφίκοντο ἐς χώραν οὗ δὴ Ῥογοὶ τὸ παλαιὸν ᾤκηντο, οἳ τῷ Γότθων στρατῷ ἀναμιχθέντες ἐς Ἰταλίαν ἐχώρησαν, ἐνταῦθα ἱδρύσαντο. [25] ἀλλ̓ ἐπεὶ τῷ λιμῷ ἐπιέζοντο ἅτε ἐν χώρᾳ ἐρήμῳ ἐνθένδε οὐ πολλῷ ὕστερον ἐξαναστάντες, ἄγχιστά που τῆς Γηπαίδων χώρας ἀφίκοντο. [26] καὶ αὐτοὺς Γήπαιδες τὰ μὲν πρῶτα ἱκέτας γενομένους ἐνοικίζεσθαί τε καὶ προσοίκους σφίσι ξυνεχώρουν εἶναι. [27] ἔπειτα δὲ ἤρξαντο ἐξ αἰτίας οὐδεμιᾶς ἀνόσια ἔργα ἐς αὐτοὺς ἐνδείκνυσθαι. γυναῖκάς τε γὰρ ἐβιάζοντο καὶ βοῦς τε καὶ ἄλλα χρήματα ἥρπαζον, καὶ ἀδικίας οὐδ̓ ὁτιοῦν ὑπελείποντο, καὶ τελευτῶντες ἀδίκων χειρῶν ἐς αὐτοὺς ἦρχον. [28] ἅπερ Ἔρουλοι φέρειν τὸ λοιπὸν οὐχ οἷοί τε ὄντες Ἴστρον τε ποταμὸν διαβαίνουσι καὶ τοῖς ἐκείνῃ Ῥωμαίοις προσοικεῖν ἔγνωσαν, Ἀναστασίου τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, ὅσπερ αὐτοὺς πολλῇ φιλοφροσύνῃ δεξάμενος ἱδρύεσθαι αὐτοῦ εἴασε. [29] χρόνῳ δὲ οὐ πολλῷ ὕστερον προσκεκρούκασιν αὐτῷ οἱ βάρβαροι οὗτοι, ἀνόσια ἔργα ἐργασάμενοι τοὺς ταύτῃ Ῥωμαίους: διὸ δὴ στράτευμα ἐπ̓ αὐτοὺς ἔ
πεμψε. [30] νικήσαντες δὲ τῇ μάχῃ Ῥωμαῖοι πλείστους μὲν ἔκτειναν, ἐν ἐξουσίᾳ δὲ πολλῇ ξύμπαντας διαφθεῖραι γεγόνασιν. [31] ἀλλ̓ εἰς ἱκετείαν τῶν στρατηγῶν οἱ κατάλοιποι αὐτῶν γεγονότες ἐδέοντο διασώσασθαί τε αὐτοὺς καὶ ξυμμάχους τε καὶ βασιλέως ὑπηρέτας τὸ λοιπὸν ἔχειν. [32] ταῦτά τε μαθόντα τὸν Ἀναστάσιον ἤρεσκε, καὶ ἀπ̓ αὐτοῦ λειφθῆναι μέν τισιν Ἐρούλων ξυνέβη, οὐ μέντοι οὔτε ξύμμαχοι Ῥωμαίοις γεγένηνται οὔτε τι εἰργάσαντο αὐτοὺς ἀγαθόν. [33] Ἐπεὶ δὲ Ἰουστινιανὸς τὴν βασιλείαν παρέλαβε. χώρᾳ τε ἀγαθῇ καὶ ἄλλοις χρήμασιν αὐτοὺς δωρησάμενος, ἑταιρίζεσθαί τε παντελῶς ἴσχυσε καὶ Χριστιανοὺς γενέσθαι ἅπαντας ἔπεισε. [34] διόπερ τὴν δίαιταν ἐπὶ τὸ ἡμερώτερον μεταβαλόντες τοῖς Χριστιανῶν νόμοις ἐπὶ πλεῖστον προσχωρεῖν ἔγνωσαν, καὶ Ῥωμαίοις κατὰ τὸ ξυμμαχικὸν τὰ πολλὰ ἐπὶ τοὺς πολεμίους ξυντάσσονται. [35] ἔτι μέντοι αὐτοῖς εἰσιν ἄπιστοι καὶ πλεονεξίᾳ ἐχόμενοι βιάζεσθαι τοὺς πέλας ἐν σπουδῇ ἔχουσιν, [36] οὐ φέροντος αὐτοῖς αἰσχύνην τοῦ ἔργου. καὶ μίξεις οὐχ ὁσίας τελοῦσιν, ἄλλας τε καὶ ἀνδρῶν καὶ ὄνων, καί εἰσι πονηρότατοι ἀνθρώπων ἁπάντων καὶ κακοὶ κακῶς ἀπολούμενοι. [37] Ὕστερον δὲ αὐτῶν ὀλίγοι μέν τινες ἔνσπονδοι Ῥωμαίοις διέμειναν, ὥσπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις γεγράψεται: οἱ δὲ λοιποὶ ἅπαντες ἀπέστησαν ἐξ αἰτίας τοιᾶσδε. [38] Ἔρουλοι τὸ τοῦ τρόπου θηριῶδές τε καὶ μανιῶδες ἐνδειξάμενοι ἐς τὸν αὐτῶν ῥῆγα ῾ἦν δὲ οὗτος ἀνὴρ Ὄχος ὄνομἀ, ἐξαπιναίως τὸν ἄνθρωπον ἀπ̓ οὐδεμιᾶς αἰτίας ἔκτειναν, ἄλλο οὐδὲν ἐπενεγκόντες ἢ ὅτι ἀβασίλευτοι τὸ λοιπὸν βούλονται εἶναι. [39] καίτοι καὶ πρότερον ὄνομα μὲν αὐτοῖς ὁ βασιλεὺς εἶχεν, ἰδιώτου δὲ ὁτουοῦν οὐδέν τι σχεδὸν ἐφέρετο πλέον. [40] ἀλλὰ καὶ ξυγκαθῆσθαι αὐτῷ ἅπαντες καὶ ξύσσιτοι εἶναι ἠξίουν, καὶ ἀνέδην ὅστις βούλοιτο ἐς αὐτὸν ὕβριζεν: [41] ἀσυνθετώτεροι γὰρ ἢ ἀσταθμητότεροι Ἐρούλων εἰσὶν ἀνθρώπων οὐδένες. τοῦ δὲ κακοῦ σφίσιν ἐξειργασμένου μετέμελεν ἤδη. [42] ἔφασκον γὰρ ἄναρχοί τε καὶ ἀστρατήγητοι βιοτεύειν οὐχ οἷοί τε εἶναι: πολλὰ γοῦν σφίσι βουλευσαμένοις ἄμεινον τῷ παντὶ ἔδοξεν εἶναι τῶν τινα γένους τοῦ βασιλείου μεταπέμψασθαι ἐκ Θούλης τῆς νήσου. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.

 

‹ Prev