Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 213
Delphi Complete Works of Procopius Page 213

by Procopius of Caesarea


  Ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ̓ ᾧ πολιορκήσουσιν αὐτήν, ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιν τε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν ῾ἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρἴ, καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆς τε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμπαντες εἵποντο. [2] τῆς τε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα: οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ̓ οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ Ναρσῆν τὰ πρὸς ἑσπέραν. [3] κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦς τε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι. [4] μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει πρὸς βορρᾶν ἄνεμον. Ῥωμαῖοι μὲν οὖν ἐς τὴν πολιορκίαν ἐτετάχατο ὧδε. Βελισάριος δὲ ῥᾷον σφίσι προσχωρήσειν ὁμολογίᾳ τοὺς βαρβάρους οἰόμενος ἅτε κατωρρωδηκότας τὸν κίνδυνον, πρέσβεις τε παῤ αὐτοὺς ἔπεμψε καὶ πολλὰ ὑποσχόμενος αὐτοῖς ἀγαθὰ ἔσεσθαι κατηκόους βασιλέως γενέσθαι παρῄνει. [5] οἱ μὲν οὖν πρέσβεις τῶν πυλῶν ἀγχοῦ γενόμενοι ῾οὐ γὰρ τῇ πόλει σφᾶς ἐδέξαντο οἱ πολέμιοἰ πολλά τε καὶ λίαν ἐπαγωγὰ εἶπον, οἱ δὲ Γότθοι χωρίου τε ἰσχύϊ θαρροῦντες καὶ τῶν ἐπιτηδείων τῇ ἀφθονίᾳ τοὺς μὲν λόγους ἥκιστα ἐνεδέχοντο, κατὰ τάχος δὲ Ῥωμαίους ἐνθένδε ἐκέλευον ἀπαλλάσσεσθαι. [6] Βελισάριος οὖν ταῦτα ἀκούσας ῥάβδους παχείας τῷ στρατῷ ξυλλέγειν ἐπήγγελλε, στοάν τε ἀπ̓ αὐτῶν ποιεῖσθαι μακράν. [7] ἧς δὴ ἐντὸς κρυπτόμενοι ἔμελλον τῶν τε πυλῶν ξὺν αὐτῇ ἀγχοτάτω ἰέναι, ᾗ μάλιστα ὁ χῶρος ὁμαλός ἐστι, καὶ τῇ ἐς τὸ τεῖχος ἐπιβουλῇ χρῆσθαι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. [8] Ναρσῇ δὲ ξυγγενόμενοι τῶν ἐπιτηδείων τινές, ἀπέραντά τε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον. ἤδη γὰρ Ἰωάννην τοῦ χωρίου ἀποπειρασάμενον, καὶ ταῦτα ὀλίγων τινῶν τηνικαῦτα φρουρὰν ἔχοντος, ἀνάλωτον αὐτὸ ᾐσθῆσθαι παντάπασιν εἶναι ῾καὶ ἦν δὲ οὕτως᾿, ἀλλ̓ αὐτὸν χρῆναι βασιλεῖ ἀνασώσασθαι τὰ ἐπὶ Αἰμιλίας χωρία. [9] ταύτῃ ὁ Ναρσῆς τῇ ὑποθήκῃ ἀναπεισθεὶς νύκτωρ τὴν προσεδρείαν διέλυσε, καίπερ Βελισαρίου πολλὰ λιπαροῦντος μένειν τε αὐτοῦ καὶ Οὐρβῖνον πόλιν σφίσι ξυνελεῖν. [10] οὗτοι μὲν ἐς Ἀρίμινον κατὰ τάχος ξὺν τῷ ἄλλῳ στρατῷ ἵκοντο. Μώρας δὲ καὶ οἱ βάρβαροι ἐπεὶ κατὰ ἥμισυ τοὺς πολεμίους ἀναχωρήσαντας ἅμα ἡμέρᾳ εἶδον, ἐτώθαζον ἀπὸ τοῦ περιβόλου τοὺς μεμενηκότας ἐρεσχελοῦντες. [11] Βελισάριος δὲ τῇ λειπομένῃ στρατιᾷ τειχομαχεῖν ἤθελε. καί οἱ ταῦτα βουλευομένῳ εὐτύχημα γενέσθαι ξυνηνέχθη θαυμάσιον οἷον. [12] μία τις ἦν ἐν Οὐρβίνῳ πηγή, ἐξ ἧς δὴ πάντες οἱ ταύτῃ οἰκοῦντες ὑδρεύοντο. αὕτη κατὰ βραχὺ ἀπὸ ταὐτομάτου ἀποξηρανθεῖσα ὑπέληγεν. [13] ἔν τε ἡμέραις τρισὶν οὕτως αὐτὴν τὸ ὕδωρ ἀπέλιπεν ὥστε ξὺν τῷ πηλῷ ἐνθένδε αὐτὸ οἱ βάρβαροι ἀρυόμενοι ἔπινον. διὸ δὴ Ῥωμαίοις προσχωρεῖν ἔγνωσαν. [14] Βελισάριος δὲ ταῦτα μὲν οὐδαμῆ πεπυσμένος ἤθελεν ἀποπειράσασθαι τοῦ περιβόλου. καὶ τὸ μὲν ἄλλο στράτευμα ἐξοπλίσας κύκλῳ ἀμφὶ τὸν λόφον ἅπαντα ἔστησε, τινὰς δὲ ἐκέλευσεν ἐν τῷ ὁμαλεῖ τὴν ἀπὸ τῶν ῥάβδων ἐπάγειν στοάν: [15] οὕτω γὰρ καλεῖν τὴν μηχανὴν νενομίκασι ταύτην. οἱ δὲ αὐτῆς ἐντὸς ὑποδύντες ἐβάδιζόν τε καὶ τὴν στοὰν ἐφεῖλκον τοὺς πολεμίους λανθάνοντες. [16] οἱ μὲν οὖν βάρβαροι χεῖρας τὰς δεξιὰς ἀπὸ τῶν ἐπάλξεων προτεινόμενοι ἐδέοντο τῆς εἰρήνης τυχεῖν. Ῥωμαῖοι δὲ οὐκ εἰδότες τι τῶν ἀμφὶ τῇ πηγῇ ξυμπεπτωκότων τόν τε πόλεμον αὐτοὺς καὶ τὴν μηχανὴν δεδιέναι ὑπώπτευον. ἀμφότεροι γοῦν τῆς μάχης ἄσμενοι ἀπέσχοντο. [17] καὶ Γότθοι Βελισαρίῳ σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν, ἐφ̓ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι. [18] Ναρσῆς δὲ ταῦτα ἀκούσας ἐν θαύματί τε καὶ ξυμφορᾷ τὸ πρᾶγμα ἐποιεῖτο. [19] καὶ αὐτὸς μὲν ἐν Ἀριμίνῳ ἔτι ἡσύχαζεν, Ἰωάννην δὲ τῷ παντὶ στρατῷ ἐπὶ Καισῆναν ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ κλίμακας φέροντες ᾔεσαν. [20] ἐπεὶ δὲ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προσέβαλλόν τε καὶ τοῦ περιβόλου ἀπεπειρῶντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ἄλλοι τε πολλοὶ αὐτοῦ ἔπεσον καὶ Φανίθεος ὁ τῶν Ἐρούλων ἡγούμενος. [21] Ἰωάννης δὲ Καισήνης τότε τοῦ φρουρίου ἀποτυχὼν ἀποπειρᾶσθαι οὐκέτι ἠξίου, ἐπεί οἱ ἀνάλωτον ἔδοξεν εἶναι, ξύν τε Ἰουστίνῳ καὶ τῷ ἄλλῳ στρατῷ πρόσω ἤλαυνε. [22] καὶ πόλιν μὲν ἀρχαίαν ἐκ τοῦ αἰφνιδίου κατέλαβεν ἣ Φοροκορνήλιος ὠνόμασται, τῶν δὲ βαρβάρων οἱ ἀεί τε ὑποχωρούντων καὶ οὐδαμῆ ἐς χεῖρας ἰόντων, ξύμπασαν βασιλεῖ τὴν Αἰμιλίαν ἀνεσώσατο. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

  Βελισάριος δέ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι: χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε. [2] βίᾳ τε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦ�
�, καὶ οἱ βάρβαροι πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα ἐσηνέγκαντο σφίσιν. [3] Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειν τε ὅπως τὸ λοιπὸν μὴ κατ̓ ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιουμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται: αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στρατευμα. [4] Περάνιος γὰρ αὐτὸν ἐς τοῦτο ἐνῆγεν, ἐπεὶ τοὺς ταύτῃ Γότθους τῶν ἐπιτηδείων ὑποσπανίζειν ἠκηκόει πρὸς τῶν αὐτομόλων, ἤλπιζέ τε, ἢν πρὸς τῇ ἀπορίᾳ τῶν ἀναγκαίων καὶ Βελισάριον παντί που παρόντα τῷ στρατῷ ἴδωσι, ῥᾷον ἐνδώσειν: [5] ὅπερ ἐγένετο. Βελισάριος γάρ, ἐπειδὴ τάχιστα ἐς Οὐρβιβεντὸν ἀφίκετο, ἅπαντας μὲν ἐνστρατοπεδεύσασθαι ἐν χώρῳ ἐπιτηδείως κειμένῳ ἐκέλευσεν, αὐτὸς δὲ κύκλῳ περιιὼν διεσκοπεῖτο εἴ πως αὐτὴν βιάζεσθαι οὐκ ἀδύνατα ᾖ. καί οἱ μηχανὴ μὲν οὐδεμία ἔδοξεν εἶναι ὥστε βίᾳ τινὶ τὸ χωρίον ἑλεῖν. [6] λάθρα δὲ αὐτοῦ ἐξ ἐπιβουλῆς οὐ παντάπασιν ἐδόκει ἀμήχανός οἱ ἡ ἐπικράτησις ἔσεσθαι. [7] Λόφος γάρ τις ἐκ κοίλης γῆς ἀνέχει μόνος, τὰ μὲν ὕπερθεν ὕπτιός τε καὶ ὁμαλός, τὰ δὲ κάτω κρημνώδης. ἀμφὶ δὲ τὸν λόφον ἰσομήκεις πέτραι κύκλωσιν αὐτοῦ ποιοῦνταί τινα, οὐκ ἄγχιστά πη οὖσαι, ἀλλ̓ ὅσον βολὴν διέχουσαι λίθου. [8] ἐπὶ τούτου δὴ τοῦ λόφου οἱ πάλαι ἄνθρωποι τὴν πόλιν ἐδείμαντο, οὔτε τείχη περιβαλόντες οὔτ̓ ἄλλο τι ὀχύρωμα ποιησάμενοι, ἐπεὶ φύσει αὐτοῖς τὸ χωρίον ἀνάλωτον ἔδοξεν εἶναι. [9] μία γὰρ ἐς αὐτὴν ἐκ τῶν πετρῶν εἴσοδος τυγχάνει οὖσα, ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει. [10] χωρὶς γὰρ τοῦ χωρίου ᾗ τὴν εἴσοδον ἡ φύσις ἐς τὴν πόλιν ἐτεκτήνατο, ὥσπερ ἐρρήθη, ποταμὸς ἀεὶ μέγας τε καὶ ἀπόρευτος τὰ μεταξὺ ἔχει τοῦ τε λόφου καὶ τῶν πετρῶν ὧν ἄρτι ἐμνήσθην. [11] διὸ δὴ καὶ βραχεῖάν τινα οἰκοδομίαν ἐν ταύτῃ τῇ εἰσόδῳ πεποίηνται τὸ παλαιὸν Ῥωμαῖοι. καὶ πύλη τις ἐνταῦθά ἐστιν, ἣν τότε Γότθοι ἐφύλασσον. τὰ μὲν οὖν ἀμφὶ Οὐρβιβεντῷ ταύτῃ πη ἔχει. [12] Βελισάριος δὲ τῷ παντὶ στρατῷ ἐς τὴν πολιορκίαν καθίστατο, ἢ διὰ τοῦ ποταμοῦ κακουργήσειν τὴν ἐλπίδα ἔχων ἢ λιμῷ παραστήσεσθαι τοὺς πολεμίους. [13] οἱ δὲ βάρβαροι τέως μὲν οὐ παντάπασι τῶν ἀναγκαίων ἐσπάνιζον, καίπερ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν αὐτὰ ἔχοντες, ὅμως τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον, ἥκιστα μὲν ἐς τροφῆς κόρον ἐρχόμενοι, ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν χρώμενοι σιτίοις ἐς ἡμέραν ἑκάστην. [14] ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει, δέρρεις τε καὶ διφθέρας ὕδατι βρέχοντες πολύν τινα χρόνον εἶτα ἤσθιον: Ἀλβίλας γὰρ ὃς αὐτῶν ἦρχεν, ἀνὴρ ἐν Γότθοις δόκιμος μάλιστα, ἐλπίσιν αὐτοὺς κεναῖς ἔβοσκεν. [15] Ἡνίκα τε αὖθις ἐπανιὼν ὁ χρόνος τὴν τοῦ θέρους ὥραν ἤνεγκεν, ὁ σῖτος ἤδη ἐν τοῖς ληΐοις αὐτόματος ἤκμαζεν, οὐχὶ τοσοῦτος μέντοι ὅσος τὸ πρότερον, ἀλλὰ πολλῷ ἥσσων. [16] ἐπεὶ γὰρ ἐν ταῖς αὔλαξιν οὐκ ἀρότροις οὐδὲ χερσὶν ἀνθρώπων ἐκέκρυπτο, ἀλλ̓ ἐπιπολῆς κείμενος ἔτυχε, μοῖραν αὐτοῦ τινα ὀλίγην ἡ γῆ ἐνεργεῖν ἴσχυεν. [17] οὐδενός τε αὐτὸν ἔτι ἀμήσαντος, πόρρω ἀκμῆς ἐλθὼν αὖθις ἔπεσε καὶ οὐδὲν τὸ λοιπὸν ἐνθένδε ἐφύη. ταὐτὸ δὲ τοῦτο καὶ ἐν τῇ Αἰμιλίᾳ ξυμπεπτωκὸς ἔτυχε. [18] διὸ ἐκλιπόντες τὰ οἰκεῖα οἱ ταύτῃ ἄνθρωποι ἐς Πικηνὸν ἦλθον. οὐκ ἂν οἰόμενοι τὰ ἐκείνῃ χωρία διὰ τὸ ἐπιθαλάττια εἶναι παντάπασι τῇ ἀπορίᾳ πιέζεσθαι. [19] καὶ Τούσκων δὲ οὐδέν τι ἧσσον ἐξ αἰτίας τῆς αὐτῆς ὁ λιμὸς ἥψατο, ἀλλ̓ αὐτῶν ὅσοι ἐν τοῖς ὄρεσιν ᾤκηντο, τῶν δρυῶν τὰς βαλάνους ἀλοῦντες, ὥσπερ τὸν σῖτον, ἄρτους τε ἀπ̓ αὐτῶν ποιούμενοι ἤσθιον. [20] καὶ νόσοις μὲν παντοδαπαῖς, ὡς τὸ εἰκός, οἱ πλεῖστοι ἡλίσκοντο, [21] ἔνιοι δὲ καὶ περιγενόμενοι διεσώζοντο. ἐν Πικηνῷ μέντοι λέγονται Ῥωμαῖοι γεωργοὶ οὐχ ἥσσους ἢ πέντε μυριάδες λαοῦ λιμῷ ἀπολωλέναι, καὶ πολλῷ ἔτι πλείους ἐκτὸς κόλπου τοῦ Ἰονίου. [22] Ὁποῖοι δὲ τὸ εἶδος ἐγίνοντο καὶ ὅτῳ τρόπῳ ἔθνησκον αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι. [23] ἰσχνοὶ μὲν καὶ ὠχροὶ ἐγίνοντο πάντες: ἥ τε γὰρ σὰρξ ἀποροῦσα τροφῆς κατά γε τὸν παλαιὸν λόγον ἑαυτῆς ἥπτετο, καὶ ἡ χολὴ τῷ περιόντι τὸ κράτος τῶν σωμάτων ἤδη ἔχουσα οἰκείαν τινὰ εἰκασίαν ἐς ταῦτα ἠφίει. [24] προϊόντος δὲ τοῦ κακοῦ, πᾶσά τε αὐτοὺς ἰκμὰς ἐπελελοίπει καὶ τὸ δέρμα λίαν ἀπεσκληκὸς βύρσῃ μάλιστα ἐμφερὲς ἦν, δόκησιν παρέχον ὡς ἄρα τοῖς ὀστέοις ἐμπεπηγὸς εἴη. τό τε πελιδνὸν ἐς τὸ μέλαν μεταβαλόντες δᾳδίοις τισὶν ἐς ἄγαν καυθεῖσιν ἐῴκεσαν. [25] καὶ αὐτοῖς μὲν ἀεὶ τὰ πρόσωπα ἔκθαμβα ἦν, ἀεὶ δὲ δεινῶς τι μανικὸν ἔβλεπον. ἔθνησκόν τε οἱ μὲν ἀπορίᾳ τροφῆς, οἱ δὲ καὶ λίαν αὐτῆς ἐς κόρον ἰόντες. [26] ἐπειδὴ γὰρ σφίσιν ἀποσβεσθὲν ἅπαν τὸ θερμὸν ἔτυχεν ὅπερ ἡ φύσις ἐντὸς ἔκαυσεν, εἴ τις ἐς κόρον αὐτούς, ἀλλὰ μὴ κατὰ βραχύ, θρέψειεν, ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία, οἵδε καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες, πολλῷ διεφθείροντο θᾶσσον. [27] τινὲς δὲ τοῦ λιμοῦ ὑπερβιαζομένου ἀλλήλων ἐγεύσαντο. καὶ λέγονται γυνα
ῖκες δύο ἐν ἀγρῷ τινι ὑπὲρ Ἀριμίνου πόλεως ἄνδρας ἑπτακαίδεκα ἐδηδοκέναι, ἅσπερ ἐν τῷ χωρίῳ μόνας περιεῖναι ξυνέπεσε. [28] διὸ δὴ τοὺς ἐκείνῃ πορευομένους ξένους εἰς τὸ δωμάτιον καταλύειν οὗπερ αὗται ᾤκουν ξυνέβαινεν: οὓς δὴ καθεύδοντας διαφθείρουσαι ἤσθιον. [29] λέγουσιν οὖν τὸν ὀκτωκαιδέκατον ξένον ἐξ ὕπνου ἀναστάντα, ἡνίκα αὐτῷ ταῦτα τὰ γύναια ἐγχειρεῖν ἔμελλον, μαθεῖν τε παῤ αὐτῶν ἀναθορόντα τὸν πάντα λόγον καὶ ἄμφω κτεῖναι. [30] τοῦτο μὲν δὴ οὕτω γεγενῆσθαί φασιν. οἱ δὲ πλεῖστοι τῇ τοῦ λιμοῦ ἀνάγκῃ ἐχόμενοι, εἴ πού τις παρατύχῃ πόα, πολλῇ μὲν σπουδῇ ἐπ̓ αὐτὴν ᾔεσαν, ὀκλάσαντες δὲ ἀνέλκειν αὐτὴν ἐκ γῆς ἐπειρῶντο. [31] εἶτα ῾οὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπεἰ ὑπέρ τε τῆς πόας καὶ τῆς χειρὸς πίπτοντες ἔθνησκον. [32] καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς: οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο: ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν, [33] ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο. σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε.

 

‹ Prev