Οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας ποιήσονται. [2] Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοί τε ὄντες ἐπένθουν. [3] μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις παρὰ σφῶν χρήματα. [4] καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητόν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων. [5] τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειν τε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς ὄφιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν. [6] ἐδήλου δὲ τάδε: ‘Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς εἴη. [7] Γότθῳ γὰρ ἀνδρὶ ἔξω γενέσθαι τοῦ περιβόλου ἀμήχανά ἐστι. τῶν δὲ βρωμάτων ἡμῖν τὸ εὐπορώτατον ἡ παρὰ τὸ τεῖχος πόα τυγχάνει οὖσα, ἧς γε ἡμῖν οὐδὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολλοὺς ἀποβάλλουσιν ἐν τῷ ὑπὲρ ταύτης ἀγῶνι. ταῦτα ἐς ὅ τι ἡμῖν τελευτήσει σέ τε χρὴ καὶ Γότθους τοὺς ἐν Ῥαβέννῃ λογίζεσθαι.’ [8] Ταῦτα ἐπεὶ ὁ Οὐίττιγις ἀνελέξατο, ἀμείβεται ὧδε: ‘Ἀναπεπτωκέναι δὲ ἡμᾶς, ὦ φίλτατοι ἀνθρώπων ἁπάντων, οἰέσθω μηδείς, μηδὲ ἐς κακίας τοσόνδε ἥκειν ὥστε ῥᾳθυμίᾳ τὰ Γότθων καταπροΐεσθαι πράγματα. [9] ἐμοὶ γὰρ ἔναγχος ἥ τε τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος ἦλθεν. [10] ἀλλ̓ ἡ Φράγγων ἔφοδος παραδόξως ἐπιπεσοῦσα πάντα ἡμῖν τὰ ἐν παρασκευῇ ἀνεχαίτισεν, ὧν ἔγωγε οὐκ ἂν τὴν αἰτίαν δικαίως φεροίμην. [11] ὅσα γὰρ μείζω ἢ κατὰ ἀνθρώπου δύναμίν ἐστι καὶ τοῖς ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται, τῆς τύχης ἐφ̓ ἑαυτὴν ἐπισπωμένης ἀεὶ τὰ ἐκ τῶν πεπραγμένων ἐγκλήματα. [12] νῦν μέντοι ῾καὶ γὰρ Θευδίβερτον ἐκποδὼν ἡμῖν γεγενῆσθαι ἀκούομεν̓ οὐκ ἐς μακρὰν ὑμῖν, ἂν θεὸς θέλῃ, πάσῃ τῇ Γότθων στρατιᾷ παρεσόμεθα. [13] χρὴ δὲ ὑμᾶς τὰ παραπίπτοντα φέρειν ἀνδρείως τε καὶ τῇ ἀνάγκῃ ἐπιτηδείως, λογιζομένους μὲν τὴν ὑμετέραν ἀρετήν, ἧς ἕνεκα ἐκ πάντων ἀπολέξας ὑμᾶς ἐν Αὐξίμῳ κατεστησάμην, αἰσχυνομένους δὲ τὴν δόξαν, ἣν Γότθοι ἅπαντες ἐφ̓ ὑμῖν ἔχοντες Ῥαβέννης τε ὑμᾶς καὶ [14] τῆς σφῶν αὐτῶν σωτηρίας προβέβληνται.’ τοσαῦτα γράψας Οὐίττιγις καὶ χρήμασι πολλοῖς τὸν ἄνθρωπον δωρησάμενος ἀπεπέμψατο. ὃς δὴ ἐς Αὔξιμον ἀφικόμενος, παρά τε τοὺς ἑταίρους τοὺς αὐτοῦ ἦλθε καὶ ἀρρώστημα ὅ τι δή οἱ ξυμβεβηκέναι σκηψάμενος ἔς τε ἱερόν τι οὐκ ἄποθεν ὂν διὰ τοῦτο ἐσχολακέναι, κατέστη μὲν αὖθις ἐς τὴν φυλακὴν ᾗπερ εἰώθει, λαθὼν δὲ ἅπαντας τοῖς πολεμίοις τὰ γράμματα ἔδωκεν: ἅπερ ἐς τὸ πλῆθος ἀναγνωσθέντα ἔτι μᾶλλον ἅπαντας, [15] καίπερ τῷ λιμῷ πιεζομένους, ἐπέρρωσε. διὸ δὴ προσχωρεῖν Βελισαρίῳ πολλὰ τιθασσεύοντι οὐδαμῆ ἤθελον. αὖθις δὲ ῾οὐδὲ γὰρ σφίσι στράτευμα ἐκ Ῥαβέννης ἐξεληλυθὸς ἠγγέλλετο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ὑπερφυῶς ἤδη ἤχθοντὀ Βουρκέντιον πάλιν πέμπουσι, τοῦτο ἐν γράμμασι δηλώσαντες μόνον, ὡς πέντε ἡμερῶν οὐκέτι τὸ λοιπὸν οἷοί τέ εἰσι τῷ λιμῷ μάχεσθαι. ὁ δὲ αὐτοῖς ἐπανῆκεν αὖθις, Οὐιττίγιδος ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν. [16] Ῥωμαῖοι δὲ οὐδέν τι ἧσσον ἀχθόμενοι, ὅτι δὴ ἐν χώρᾳ ἐρήμῳ μακρὰν οὕτω προσεδρείαν πεποίηνται, διηποροῦντο, οὐκ ἐνδιδόντας σφίσιν ἐν τοσούτοις κακοῖς τοὺς βαρβάρους ὁρῶντες. [17] διὸ δὴ Βελισάριος ἐν σπουδῇ ἐποιεῖτο ζῶντά τινα τῶν ἐν τοῖς πολεμίοις δοκίμων λαβεῖν, ὅπως ἂν γνοίη ὅτου δὴ ἕνεκα τὰ δεινὰ καρτεροῦσιν οἱ βάρβαροι, καί οἱ Βαλεριανὸς τὸ τοιοῦτον ὑπουργήσειν εὐπετῶς ὡμολόγει. [18] εἶναι γάρ τινας τῶν οἱ ἑπομένων ἐκ τοῦ Σκλαβηνῶν ἔθνους, οἳ κρύπτεσθαί τε ὑπὸ λίθῳ βραχεῖ ἢ φυτῷ τῳ παρατυχόντι εἰώθασι καὶ ἀναρπάζειν ἄνδρα πολέμιον. [19] τοῦτό τε ἀεὶ παρὰ ποταμὸν Ἴστρον, ἔνθα ἵδρυνται, ἔς τε Ῥωμαίους καὶ τοὺς ἄλλους βαρβάρους ἐνδείκνυνται. ἥσθη τῷ λόγῳ Βελισάριος καὶ τοῦ ἔργου ἐπιμελεῖσθαι κατὰ τάχος ἐκέλευε. [20] Βαλεριανὸς οὖν ἀπολέξας τῶν Σκλαβηνῶν ἕνα σώματός τε μεγέθους πέρι εὖ ἥκοντα καὶ διαφερόντως δραστήριον, ἄνδρα πολέμιον ἄγειν ἐπέστελλε, χρήματά οἱ μεγάλα πρὸς Βελισαρίου ἰσχυρισάμενος ἔσεσθαι. [21] δράσειν δὲ τοῦτο αὐτὸν ἐν τῷ χωρίῳ εὐπετῶς ἔφασκεν οὗπερ ἡ πόα τυγχάνει ο�
�σα: χρόνου γὰρ πολλοῦ ταύτῃ τοὺς Γότθους ἀπορίᾳ τῶν ἀναγκαίων σιτίζεσθαι. [22] ὁ μὲν οὖν Σκλαβηνὸς ὄρθρου βαθέος ἄγχιστα τοῦ περιβόλου γενόμενος, ἐν θάμνῳ τινὶ ἐγκαλυψάμενός τε καὶ τὸ σῶμα ἐς ὀλίγον ξυναγαγὼν ἀμφὶ τὴν πόαν ἐκρύπτετο. [23] ἅμα δὲ ἡμέρᾳ Γότθος ἀνὴρ ἐνταῦθα ἥκων τὰς βοτάνας κατὰ τάχος ξυνέλεγεν, ἐκ μὲν τοῦ θάμνου ὑποτοπάζων οὐδὲν ἄχαρι, συχνὰ δὲ περισκοπῶν ἐς τὸ τῶν ἐναντίων στρατόπεδον, μή τις ἐνθένδε ἐς αὐτὸν ἴοι. [24] καί οἱ ἐπιπεσὼν ὄπισθεν ὁ Σκλαβηνὸς ἐκ τοῦ αἰφνιδίου ἀνάρπαστον ἐποιήσατο, σφίγγων τε μέσον καρτερῶς χερσὶν ἀμφοτέραις τὸν ἄνθρωπον, ἔς τε τὸ στρατόπεδον ἤνεγκε καὶ φέρων Βαλεριανῷ ἐνεχείρισεν. [25] ᾧ δὴ πυνθανομένῳ, ὅτῳ ποτὲ Γότθοι πιστεύοντες καὶ τί τὸ ἐχυρὸν ἔχοντες ἥκιστα ἐθέλουσι προσχωρεῖν σφίσιν, ἀλλ̓ ἑκούσιοι τὰ δεινότατα ἐγκαρτεροῦσι, τὸν πάντα λόγον ἀμφὶ τῷ Βουρκεντίῳ ὁ βάρβαρος ἔφρασε καὶ αὐτόν οἱ ἐς ὄψιν ἥκοντα ἤλεγχεν. [26] ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε.
Βελισάριος δὲ οὐδέν τι ἧσσον ἀντέχοντας τῇ ταλαιπωρίᾳ τοὺς βαρβάρους ὁρῶν ἐς τοῦ ὕδατος καθίστασθαι τὴν ἐπιβουλὴν διενοεῖτο, ταύτῃ ῥᾷόν τε καὶ εὐπορώτερον αἱρήσειν τοὺς πολεμίους οἰόμενος. [2] καί, ἦν γάρ τις κρήνη Αὐξίμου πρὸς βορρᾶν ἄνεμον ἐν χώρῳ κρημνώδει, τοῦ περιβόλον ἀπέχουσα ὅσον λίθου βολήν, κατὰ βραχὺ μάλιστα τὸν ῥοῦν ἀφιεῖσα ἔς τινα δεξαμενὴν αὐτόθι ἐκ παλαιοῦ οὖσαν, ἥ τε δεξαμενὴ πλήρης γεγενημένη ἐκ ταύτης δὴ τῆς ὀλίγης ἐπιρροῆς παρείχετο πόνῳ οὐδενὶ τοῖς ἐν Αὐξίμῳ ὑδρεύεσθαι, ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς, ἢν μὴ τὸ ὕδωρ ἐνταῦθα ξυσταίη, οὐ μή ποτε οἷοί τε ὦσιν οἱ βάρβαροι πρὸς τῶν πολεμίων βαλλόμενοι ἐν χρόνῳ πολλῷ ἀπὸ τῆς ἐπιρροῆς τοὺς ἀμφορέας ἐμπλήσασθαι. [3] διαφθεῖραι γοῦν ἐθέλων τὴν δεξαμενὴν ἐπενόει τάδε. ἐξοπλίσας τὸ στράτευμα ὅλον, κύκλῳ τε αὐτὸ ἀμφὶ τὸν περίβολον ὡς ἐς μάχην ταξάμενος, δόκησιν τοῖς ἐναντίοις παρείχετο ὡς τῷ τειχίσματι προσβαλεῖν αὐτίκα δὴ μάλα πανταχόθεν μέλλοι. [4] διὸ δὴ κατωρρωδηκότες τὴν ἔφοδον οἱ Γότθοι ἐν ταῖς ἐπάλξεσιν ἡσυχῆ ἔμενον, ὡς ἐνθένδε ἀμυνούμενοι τοὺς πολεμίους. [5] ἐν τούτῳ δὲ Βελισάριος Ἰσαύρους πέντε τοὺς ἐς τὰς οἰκοδομίας ἐμπείρους ξύν τε πελέκεσι καὶ ἄλλοις ὀργάνοις ἐς λίθων ἐκτομὰς ἐπιτηδείοις ἐς τὴν δεξαμενὴν ἀσπίδων πλήθει κρυπτομένους ἐσήγαγε, διαφθεῖραί τε καὶ διελεῖν τοὺς τοίχους πάσῃ δυνάμει κατὰ τάχος ἐκέλευεν. [6] οἱ δὲ βάρβαροι τέως μὲν τοὺς ἄνδρας ἐπὶ τὸ τεῖχος ὑπώπτευον ἰέναι, ἡσυχίαν ἦγον, ὅπως ἂν ὡς ἀγχοτάτω γενομένους εὐπετῶς βάλλοιεν, ἐν νῷ τὸ ποιούμενον ἥκιστα ἔχοντες: ἐπεὶ δὲ τοὺς Ἰσαύρους ἐντὸς γενομένους τῆς δεξαμενῆς εἶδον, λίθους τε καὶ τοξεύματα πάντα ἐπ̓ αὐτοὺς ἔβαλλον. [7] τότε δὴ οἱ μὲν ἄλλοι Ῥωμαῖοι ἅπαντες ὑπεχώρουν δρόμῳ, μόνοι δὲ οἱ πέντε Ἴσαυροι, ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, ἔργου εἴχοντο: κύρτωμα γάρ τι ὑπὲρ τοῦ ὕδατος σκιᾶς ἕνεκα τοῖς πάλαι ἀνθρώποις τῇδε πεποίηται. [8] οὗ δὴ ἐντὸς γεγενημένοι ὡς ἥκιστα τῶν πολεμίων, καίπερ συχνὰ βαλλόντων, ἐφρόντιζον. [9] Διὸ δὴ οἱ Γότθοι ἐντὸς τοῦ περιβόλου μένειν οὐκέτι ἠνείχοντο, ἀλλὰ ἀνοίξαντες τὴν ταύτῃ πυλίδα ἐπὶ τοὺς Ἰσαύρους ἅπαντες θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ᾔεσαν. [10] καὶ οἱ Ῥωμαῖοι Βελισαρίου σφίσιν ἐγκελευομένου σπουδῇ πολλῇ ὑπηντίαζον. γίνεται μὲν οὖν μάχη καρτερὰ ἐν χρόνῳ πολλῷ ὠθισμὸν ἔχουσα καὶ φόνος ἑκατέρων πολύς. [11] Ῥωμαίων δὲ μᾶλλον συχνοὶ ἔπιπτον. ἅτε γὰρ οἱ βάρβαροι ὕπερθεν ἀμυνόμενοι ὀλίγοι τε πολλοὺς ἐβιάζοντο καὶ τῷ ὠθισμῷ περιγενόμενοι πλείους ἔκτεινον ἢ αὐτοὶ ἔθνησκον. [12] ἐνδιδόναι μέντοι Ῥωμαῖοι οὐδαμῆ ἤθελον, παρόντα τε καὶ κραυγῇ ἐγκελευόμενον Βελισάριον αἰσχυνόμενοι. [13] τότε δὴ καὶ βέλος τι ἐπὶ τοῦ στρατηγοῦ τὴν γαστέρα ᾔει ξὺν ῥοίζῳ πολλῷ, πρός του τῶν ἐναντίων, εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐνταῦθα βληθέν. [14] ὅπερ Βελισάριος μὲν ὡς ἥκιστα εἶδεν. οὐ γὰρ οὖν οὔτε φυλάσσεσθαι οὔτε πη ἐκτρέπεσθαι ἴσχυσε. δορυφόρος δέ τις Οὐνίγαστος ὄνομα παῤ αὐτὸν ἑστηκὼς κατενόησέ τε οὐκ ἄποθεν ὂν τῆς Βελισαρίου γαστρός, καὶ χεῖρα τὴν δεξιὰν προβαλλόμενος ἔσωσε μὲν τὸν στρατηγὸν ἐκ τοῦ παραδόξου, αὐτὸς δὲ πληγεὶς τῷ τοξεύματι εὐθὺς μὲν περιώδυνος γεγονὼς ἀνεχώρησε. [15] μετὰ δὲ τῶν νεύρων οἱ ἀποκοπέντων οὐκέτι τὴν χεῖρα ἐνεργεῖν ἴσχυσεν. ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐς μέσην ἡμέραν ἀφίκετο. [16] Καὶ τῶν Ἀρμενίων ἄνδρες ἑπτὰ ὑπό τε Ναρσῇ καὶ Ἀρατίῳ τασσόμενοι ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια, ἔς τε τὴν δυσχωρίαν, ἣ μάλιστα ἀνάντης ἦν, ὥσπερ ἐν τῷ ὁμαλεῖ περιθέοντες καὶ κτείνοντες τῶν πολεμίων τοὺς ἀεὶ σφίσιν ἀντιστατοῦντας, ἕως διωσάμενοι τοὺς ἐκείνῃ βαρβάρους ἐτρέψαντο. [17] οἵ τε ἄλλοι Ῥωμαῖοι ἐνδιδόντας ὁρῶντες ἤδη τοὺς πολεμίους ἐδίωκον καὶ ἡ τροπὴ λαμπρ�
�� ἐγεγόνει, οἵ τε βάρβαροι αὖθις ἐντὸς τοῦ περιβόλου ἐγένοντο. [18] Ῥωμαῖοι μὲν οὖν τήν τε δεξαμενὴν διεφθάρθαι καὶ τοῖς Ἰσαύροις ἅπαν ἐπιτετελέσθαι τὸ ἔργον ᾤοντο, οἱ δὲ οὐδὲ ὅσον χάλικα ἐνθένδε ἀφελέσθαι παντελὲς ἴσχυσαν. [19] οἱ γὰρ πάλαι τεχνῖται, ἀρετῆς ἐς τὰ ἔργα ἐπιμελούμενοι μάλιστα, οὕτω δὴ καὶ ταύτην τὴν οἰκοδομίαν εἰργάσαντο, ὥστε μήτε χρόνῳ μήτε ἀνθρώπων ἐπιβουλῇ εἴκειν. [20] ἄπρακτοι γοῦν οἱ Ἴσαυροι, ἐπειδὴ Ῥωμαίους τοῦ χῶρου κρατήσαντας εἶδον, ἐκ τῆς δεξαμενῆς ἀπαλλαγέντες ἐς τὸ στρατόπεδον ἀπεχώρησαν. [21] διὸ δὴ Βελισάριος τῶν τε ζῴων τὰ νεκρὰ καὶ βοτάνας ἐς ἀνθρώπου φθορὰν ἱκανῶς πεφυκυίας ῥίπτειν ἐν τῷ ὕδατι τοὺς στρατιώτας ἐκέλευε καὶ λίθον κατακεκαυμένην ἐνδελεχέστατα ῾ἣν πάλαι μὲν τίτανον, τανῦν δὲ ἄσβεστον καλεῖν νενομίκασιν̓ ἐμβαλόντας ἐνταῦθα σβεννύειν. [22] καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, οἱ δὲ βάρβαροι φρέατι ἐντὸς τοῦ περιβόλου ὕδωρ τι βραχὺ ὡς μάλιστα ἔχοντι ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐλασσόνως ἢ κατὰ τὴν χρείαν ἐχρῶντο. [23] καὶ τὸ λοιπὸν Βελισάριος οὔτε βίᾳ τὸ χωρίον ἑλεῖν οὔτε τινὰ ἐπιβουλὴν ἐπιδείξασθαι ὕδατος πέρι ἢ ἄλλου ὁτουοῦν ἐν σπουδῇ ἐποιεῖτο, μόνῳ τῷ λιμῷ περιέσεσθαι τῶν πολεμίων ἐλπίδα ἔχων. [24] καὶ ἀπ̓ αὐτοῦ τῆς φυλακῆς ἰσχυρότατα ἐπεμελεῖτο. οἵ τε Γότθοι καραδοκοῦντες ἔτι τὸν ἐκ Ῥαβέννης στρατὸν ἐν πολλῇ ἀπορίᾳ τῶν ἀναγκαίων ἡσύχαζον. [25] Ἤδη δὲ οἱ ἐν Φισούλῃ πολιορκούμενοι ὡς μάλιστα τῷ λιμῷ ἐπιέζοντο, φέρειν τε τὸ κακὸν οὐχ οἷοί τε ὄντες, ἀπειπόντες δὲ καὶ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα, τοῖς ἐναντίοις προσχωρεῖν ἔγνωσαν. [26] Κυπριανῷ τοίνυν καὶ Ἰουστίνῳ ἐς λόγους ἐλθόντες, τά τε πιστὰ ὑπὲρ τῶν σωμάτων λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ὁμολογίᾳ παρέδοσαν. καὶ αὐτοὺς οἱ ἀμφὶ Κυπριανὸν ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπαγόμενοι, φρουράν τε αὐτάρκη ἐν Φισούλῃ καταστησάμενοι, ἐς Αὔξιμον ἦλθον. [27] Βελισάριος δὲ αὐτῶν τοὺς ἡγουμένους τοῖς ἐν Αὐξίμῳ βαρβάροις ἀεὶ ἐνδεικνύμενος ἐκέλευε τῆς ἀπονοίας μεθίεσθαι, τὴν ἐκ Ῥαβέννης ἀποσεισαμένοις ἐλπίδα: ὄνησις γάρ τις οὐ μή ποτε οὐδὲ αὐτοῖς ἔσται, ἀλλ̓ ἐπὶ πλεῖστον τῇ ταλαιπωρίᾳ κεκακωμένοι οὐδὲν ἧσσον ἐς ταὐτὸν τύχης τοῖς ἐν Φισούλῃ ἀφίξονται. [28] οἱ δὲ πολλὰ ἐν σφίσιν αὐτοῖς λογισάμενοι, ἐπειδὴ τῷ λιμῷ οὐκέτι ἀντεῖχον, τούς τε λόγους ἐνεδέχοντο καὶ παραδοῦναι τὴν πόλιν ἠξίουν, ἐφ̓ ᾧ αὐτοὶ ἀπαθεῖς κακῶν ξὺν τοῖς χρήμασιν ἐπὶ Ῥαβέννης πορεύσονται. [29] διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτους τε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ̓ ἐπὶ Ῥάβεννάν τε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι. [30] Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷός τε ἦν. [31] οἵ τε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο. [32] τέλος δὲ οἵ τε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ̓ ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν. [33] ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ̓ ὁτιοῦν ἀποκρύψασθαι. [34] οὕτω τε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.
Delphi Complete Works of Procopius Page 217