Ἐράριχος δὲ ἦν τις ἐν τῷ Γότθων στρατῷ Ῥογὸς μὲν γένος, δύναμιν δὲ περιβεβλημένος ἐν τούτοις δὴ τοῖς βαρβάροις μεγάλην. οἱ δὲ Ῥογοὶ οὗτοι ἔθνος μέν εἰσι Γοτθικόν, αὐτόνομοί τε τὸ παλαιὸν ἐβίουν. [2] Θευδερίχου δὲ αὐτοὺς τὸ κατ̓ ἀρχὰς ἑταιρισαμένου σὺν ἄλλοις τισὶν ἔθνεσιν, ἔς τε τὸ Γότθων ἀπεκέκριντο γένος καὶ ξὺν αὐτοῖς ἐς τοὺς πολεμίους ἅπαντα ἔπρασσον. [3] γυναιξὶ μέντοι ὡς ἥκιστα ἐπιμιγνύμενοι ἀλλοτρίαις, ἀκραιφνέσι παίδων διαδοχαῖς τὸ τοῦ ἔθνους ὄνομα ἐν σφίσιν αὐτοῖς διεσώσαντο. [4] τοῦτον Ἐράριχον, ἐπεὶ ἐς ταραχὴν ἐπὶ τῷ Ἰλδιβάδου φόνῳ καθεστήκει τὰ πράγματα, βασιλέα ἐκ τοῦ αἰφνιδίου οἱ Ῥογοὶ ἀνεῖπον. [5] ὅπερ τοῖς Γότθοις οὐδαμῶς ἤρεσκεν, ἀλλὰ καὶ εἰς πολλὴν οἱ πλεῖστοι ἀθυμίαν κατέστησαν ἅτε τῶν ἐλπίδων σφίσι διεφθαρμένων ἅσπερ ἐπι Ἰλδιβάδῳ τὰ πρότερα ἔσχον, ὃς δὴ τήν τε ἀρχὴν καὶ τὸ Ἰταλίας κράτος Γότθοις ἀνασώσασθαὶ ἱκανὸς ἦν. [6] Ἐράριχος μέντοι οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἔδρασε: μῆνας γὰρ πέντε ἐπιβιοὺς ἐτελεύτησε τρόπῳ τοιῷδε. [7] Τουτίλας ἦν τις, Ἰλδιβάδου ἀνεψιός, ἐπὶ πλεῖστον ξυνέσεως ἥκων καὶ τὸ δραστήριον ὡς μάλιστα ἔχων καὶ λόγου ἐν Γότθοις πολλοῦ ἄξιος. οὗτος ὁ Τουτίλας Γότθων μὲν τηνικαῦτα τῶν ἐν Ταρβησίῳ ἄρχων ἐτύγχανεν. [8] ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀφανισθῆναι Ἰλδίβαδον οὕτως, ὥσπερ ἐρρήθη, ἐπύθετο, πέμψας πρὸς Κωνσταντιανὸν ἐς Ῥάβενναν, τὰ πιστά οἱ δοθῆναι ὑπὲρ τῆς σωτηρίας ἐδεῖτο, ἐφ̓ ᾧ αὑτὸν τε καὶ Γότθους, ὧν ἦρχε, ξὺν Ταρβησίῳ παραδώσει Ῥωμαίοις. [9] ἅπερ Κωνσταντιανὸς ἀσμένως ἀκούσας ὤμοσεν ἅπαντα καθάπερ ὁ Τουτίλας ᾔτησε, τακτή τε ἡμέρα ἐς τὸ ἔργον ἀμφοτέροις ξυνέκειτο, ἐν ᾗ ἔμελλε Τουτίλας τε καὶ Γότθοι οἱ ἐν Ταρβησίῳ φρουρὰν ἔχοντες δέξασθαι τῇ πόλει τινὰς τῶν Κωνσταντιανῷ ἐπιτηδείων καὶ σφᾶς γε αὐτοὺς ξὺν αὐτῇ ἐγχειρίσαι. [10] Ἤδη δὲ Γότθοι τῇ Ἐραρίχου ἀρχῇ ἤχθοντο, οὐκ ἀξιόχρεων τὸν ἄνδρα ὁρῶντες τὸν πόλεμον πρὸς Ῥωμαίους διενεγκεῖν, καὶ αὐτὸν ἐκ τοῦ ἐμφανοῦς οἱ πλεῖστοι ἐκάκιζον ἅτε μεγάλων ἔργων ἐμπόδιον γεγονότα σφίσιν, ὅτι δὴ ἐκποδὼν Ἰλδίβαδον πεποίηται. [11] τέλος δὲ ξυμφρονήσαντες πέμπουσι παρὰ Τουτίλαν ἐς Ταρβήσιον, ἐπὶ τὴν ἀρχὴν παρακαλοῦτες. πολὺν γὰρ ἤδη πόθον τῆς Ἰλδιβάδου ἀρχῆς ἐν αὐτοῖς ἔχοντες τὴν ἐλπίδα τῆς νίκης ἐπὶ Τουτίλαν τὸν ἐκείνου ξυγγενῆ ἔτρεπον, εὐέλπιδες ἐπὶ τῷ ἀνθρώπῳ γενόμενοι τῷ βούλεσθαι ταὐτά. [12] ὁ δὲ τοῖς παῤ αὐτὸν ἥκουσιν ἄντικρυς τὴν ἐς Ῥωμαίους ὁμολογίαν ἀποκαλύψας ἔφασκεν ὡς, ἢν Γότθοι Ἐράριχον τῆς κυρίας ἐντὸς κτείνουσιν, ἕψεταί τε αὐτοῖς καὶ πάντα ἐπιτελῆ ποιήσει ᾗ αὐτοὶ βούλοιντο. [13] ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπιβουλῇ ἐς τὴν Ἐραρίχου καταστροφὴν εἴχοντο. ταῦτα μὲν ἐν τῷ Γότθων στρατοπέδῳ ἐγίνοντο. [14] Ἐν τούτῳ δὲ ὁ Ῥωμαίων στρατὸς ἐν τῷ ἀσφαλεῖ τῆς τῶν πολεμίων ἀπολαύοντες ἀσχολίας οὔτε ξυνίσταντο οὔτε τι δρᾶν ἐς τοὺς βαρβάρους διενοοῦντο. [15] Ἐράριχος δὲ Γότθους ἅπαντας συγκαλέσας πρέσβεις ἀνέπεισε πρὸς Ἰουστινιανὸν βασιλέα πέμψαι, δεησομένους ἐφ̓ ᾧ εἰρήνην πρὸς αὐτοὺς θήσεται, ἐφ̓ οἷσπερ Οὐιττίγιδι τὰ πρότερα σπένδεσθαι ἤθελεν: ὥστε τὰ ἐκτὸς Πάδου ποταμοῦ Γότθους ἔχοντας ἀπαλλάσσεσθαι Ἰταλίας τῆς ἄλλης. [16] καὶ ἐπεὶ Γότθοι ταῦτα ἐπῄνεσαν, ἀπολέξας τινὰς τῶν οἱ ἐς τὰ μάλιστα ἐπιτηδείων, πρέσβεις ἔπεμψεν ἄλλους τε καὶ Καβαλλάριον ὄνομα. [17] οἱ δὲ πρὸς βασιλέα ταῦτα δῆθεν τῷ λόγῳ πράξειν ἔμελλον ἅπερ μοι ἔμπροσθεν εἴρηται, λάθρα δὲ αὐτοῖς ἄλλο μηδὲν πρὸς βασιλέα πράσσειν ἐπέστελλε, πλήν γε δὴ ὅπως χρήματά τε αὐτὸς πολλὰ λήψεται καὶ ἐς πατρικίους ἀνάγραπτος εἴη ἐφ̓ ᾧ Ἰταλίαν παραδοὺς ξύμπασαν τὸ τῆς ἀρχῆς κατάθοιτο σχῆμα. [18] οἱ μὲν οὖν πρέσβεις ἐπειδὴ ἐν Βυζαντίῳ ἐγένοντο, κατὰ ταῦτα ἔπρασσον. ἐν τούτῳ Γότθοι Ἐράριχον κτείνουσι δόλῳ. τελευτήσαντος δὲ αὐτοῦ παρέλαβε κατὰ τὰ ξυγκείμενα σφίσι τὴν ἀρχὴν Τουτίλας.
Ἐπεὶ δὲ Ἰουστινιανὸς βασιλεὺς ἔμαθε τά τε ἀμφὶ Ἐραρίχῳ ξυνενεχθέντα καὶ ὅτι Γότθοι Τουτίλαν σφίσιν ἐς τὴν ἀρχὴν κατεστήσαντο, κακίζων τε καὶ ἐρεσχελῶν τοὺς ἐνταῦθα τοῦ στρατοῦ ἄρχοντας οὐκέτι ἀνίει. [2] διὸ δὴ φυλακτήρια καταστησάμενοι ἐν πόλει ἑκάστῃ Ἰωάννης τε ὁ Βιταλιανοῦ ἀδελφιδοῦς καὶ Βέσσας καὶ Βιτάλιος καὶ οἱ ἄλλοι ξύμπαντες ἐς Ῥάβενναν ξυνελέγοντο, οὗ δὴ Κωνσταντιανὸς καὶ Ἀλέξανδρος, οὗ πρόσθεν ἐμνήσθην, διατριβὴν εἶχον. [3] ἐπειδή τε ἅπαντες ξυνελέγησαν, ἔδοξε σφίσιν ἄμεινον εἶναι πρῶτον ἐπὶ Βερώνην, ἣ ἐν Βενετίαις ἐστί, στρατεύεσθαι, καὶ ἐπειδὰν αὐτήν τε καὶ Γότθους τοὺς ἐνταῦθα ἐξέλωσιν, οὕτω δὴ ἐπί τε Τουτίλαν καὶ Τικινοὺς ἰέναι. [4] οὗτος μὲν οὖν ὁ Ῥωμαίων στρατὸς εἰς δισχιλίους τε καὶ μυρίους ξυνείλεκτο, ἄρχοντες δὲ αὐτῶν ἕνδεκα ἦσαν, ὧν οἱ πρῶτοι ἐτύγχανον Κωνσταντινανός τε καὶ Ἀλέξανδρος, οἳ καὶ εὐθὺ πόλεως Βερώνης ἐχώρουν. [5] γενόμενοι δὲ αὐτῆς ἄγχιστα, ὅσον ἀπὸ σταδίων ἑξήκοντα, ἐστρατοπεδεύσαντο ἐν τῷ ταύτῃ πεδίῳ. τούτου γὰρ πανταχόσε τοῦ χωρίου πεδία ἱππήλατά ἐστι, διήκοντα ἐς Μάντουαν πόλιν, ἥπερ διέχει πόλεως Βερώνης ἡμέρας ὁ�
�ῷ. [6] Ἦν δέ τις ἐν Βενέτοις ἀνὴρ λόγιμος, Μαρκιανὸς ὄνομα, ὅσπερ ἐν φρουρίῳ μὲν κατῴκητο πόλεως Βερώνης οὐ πολλῷ ἄποθεν, εὐνοϊκῶς δὲ βασιλεῖ ἐς τὰ μάλιστα ἔχων τὴν πόλιν παραδοῦναι τῷ Ῥωμαίων στρατῷ ἐν σπουδῇ ἐποιεῖτο. [7] καί, ἦν γάρ οἱ τῶν τις φυλάκων ἐκ παιδὸς γνώριμος, πέμψας παῤ αὐτὸν τῶν οἱ ἐπιτηδείων τινὰς χρήμασιν ἀναπείθει τὸν ἄνθρωπον τῇ πόλει τὸ βασιλέως στράτευμα δέξασθαι. [8] καὶ ἐπεὶ ταῦτα ὡμολόγει ὁ τῶν πυλῶν φύλαξ, πέμπει τοὺς πρὸς αὐτὸν πράξαντας ὁ Μαρκιανὸς παρὰ τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, ἐφ̓ ᾧ τά τε ξυγκείμενα ἐσαγγείλωσι καὶ ξὺν αὐτοῖς ἐς τὴν πόλιν εἰσβάλλωσι νύκτωρ. [9] ἔδοξε δὲ τοῖς ἄρχουσι ξύμφορον εἶναι προτερῆσαι μὲν αὐτῶν ἕνα ξὺν ὀλίγοις τισίν: ἢν δέ γε ὁ φύλαξ αὐτοῖς ἀνακλίνῃ τὰς πύλας, ἔχεσθαί τε αὐτῶν καὶ τῇ πόλει ξὺν τῷ ἀσφαλεῖ τὸν στρατὸν δέξασθαι. [10] τῶν μὲν οὖν ἄλλων ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, Ἀρταβάζης δὲ μόνος Ἀρμένιος μὲν γένος, διαφερόντως δὲ ἀγαθὸς τὰ πολέμια, ἐς τὴν πρᾶξιν οὔτι ἀκουσίως καθῆκεν αὑτόν. [11] οὗτος ὁ ἀνὴρ Περσῶν μὲν ἡγεῖτο, οὓς Βελισάριος ἐς Βυζάντιον ἐκ τῆς Περσῶν γῆς σὺν τῷ Βλησχάμῃ ὀλίγῳ ἔμπροσθεν ἐτύγχανε πέμψας, τὸ Σισαυράνων ἐξελὼν φρούριον. [12] τότε δὲ ἄνδρας ἑκατὸν ἐκ τοῦ παντὸς στρατοπέδου ἀπολεξάμενος ἀωρὶ τῶν νυκτῶν ἄγχιστα τοῦ περιβόλου ἐγένετο. [13] καὶ ἐπεὶ ὁ φύλαξ ᾗπερ ξυνέκειτο ἀνεπέτασε σφίσι τὰς πύλας, οἱ μέν τινες ἐνταῦθα ἑστῶτες τὸ στράτευμα μετεπέμποντο, οἱ δὲ ἀναβάντες ἐπὶ τὸ τεῖχος τοὺς ταύτῃ φυλάσσοντας ἔκτειναν ἀπροσδόκητοι ἐπιπεσόντες. [14] ἐπεὶ δὲ Γότθοι ἅπαντες ᾔσθοντο τοῦ κακοῦ, διὰ πυλῶν ἑτέρων φεύγοντες ᾤχοντο. Πέτρα δέ τις ἐς ἄγαν ὑψηλὴ πρὸ τοῦ περιβόλου ἀνέχει, ὅθεν ἅπαντα κατανοεῖν πάρεστι τὰ ἐν Βερώνῃ πρασσόμενα καὶ ἀπαριθμεῖσθαι τοὺς ταύτῃ ἀνθρώπους, καὶ μὴν καὶ τοῦ πεδίου ἐπὶ πλεῖστον ὁρᾶν. [15] ἐνταῦθα οἱ Γότθοι καταφυγόντες τὴν νύκτα ὅλην ἡσύχαζον. ὁ δὲ Ῥωμαίων στρατὸς ἀπὸ σταδίων τεσσαράκοντα τῆς πόλεως ἥκων οὐκέτι ἐπίπροσθεν ᾔει, τῶν ἐν τῇ πόλει χρημάτων ἀλλήλοις ἀμφισβητούντων τῶν στρατηγῶν. [16] ἔτι τε αὐτῶν ἀμφὶ ταύτῃ διαμαχομένων τῇ λείᾳ ἡμέρα τε ἤδη διαφανῶς γέγονε καὶ οἱ Γότθοι ἀπὸ τῆς ἄκρας ἐς τὸ ἀκριβὲς κατανενοηκότες τῶν τε ἀνὰ τὴν πόλιν πολεμίων καὶ ὅσον Βερώνης τὸ ἄλλο στράτευμα διέχον εἱστήκει, δρόμῳ ἐπὶ τὴν πόλιν ἐχώρουν δἰ αὐτῶν τῶν πυλῶν ὅθεν ἀπαλλαγέντες πρότερον ἔτυχον: οὐδὲ γὰρ αὐτῶν οἱ ἐσεληλυθότες ἔχεσθαι ἴσχυσαν. [17] Ῥωμαῖοι μὲν οὖν ξυμφρονήσαντες τοῦ περιβόλου ἀμφὶ τὰς ἐπάλξεις κατέφυγον, τῶν δὲ βαρβάρων αὐτοῖς πλήθει πολλῷ ἐς χεῖρας ἰόντων οἵ τε ἄλλοι καὶ Ἀρταβάζης πάντων μάλιστα ἔργα θαυμαστὰ ἐνδεικνύμενοι καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο. [18] Καὶ τότε δὴ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τὰ ὑπὲρ τῶν ἐν Βερώνῃ χρημάτων πρὸς ἀλλήλους διοικησάμενοι παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ τὴν πόλιν χωρεῖν ἔγνωσαν. [19] ἀποκεκλεισμένας δὲ σφίσι τὰς πύλας εὑρόντες ἰσχυρότατά τε τοὺς πολεμίους ἀμυνομένους ὀπίσω κατὰ τάχος ἀπήλαυνον, καίπερ μαχομένους ἐντὸς τοῦ περιβόλου τοὺς ἑτέρους θεώμενοι καὶ δεομένους μὴ σφᾶς ἀπολιπεῖν, ἀλλ̓ αὐτοῦ μένειν, ἕως ἂν καταφυγόντες ἐς αὐτοὺς σώζοιντο. [20] διὸ δὴ οἱ ἀμφὶ τὸν Ἀρταβάζην τῷ τε πλήθει βιαζόμενοι τῶν πολεμίων καὶ ἀπογνόντες τὴν ἀπὸ τῶν οἰκείων ἐπικουρίαν, ἀπὸ τοῦ τείχους ἔξω ἥλαντο ἅπαντες. [21] οἷς μὲν οὖν καταπεσεῖν ἐφ̓ ὁμαλοῦ χωρίου ξυνέβη, οὗτοι δὴ ἀθῷοι ἐς τὸ Ῥωμαίων στρατόπεδον ἐκομίσθησαν, ἐν οἷς καὶ Ἀρταβάζης ἦν: ὅσοι μέντοι ἐς δυσχωρίας κατέπεσον, αὐτοῦ ἅπαντες διεφθάρησαν. [22] ἐπεί τε Ἀρταβάζης ἐς τὸ Ῥωμαίων στρατόπεδον ἦλθε, πολλά τε ὀνειδίσας καὶ λοιδορησάμενος ἅπασι ξὺν αὐτοῖς ᾔει, τόν τε Ἠριδανὸν διαβάντες ἐν Φαβεντίᾳ πόλει ἐγένοντο, ἣ χώρας μὲν τῆς Αἰμιλίας ἐστί, σταδίους δὲ εἴκοσι καὶ ἑκατὸν Ῥαβέννης διέχει.
Delphi Complete Works of Procopius Page 221