Χρόνῳ δὲ Τουτίλας οὐ πολλῷ ὕστερον στράτευμα ἐπί τε Ἰουστῖνον καὶ Φλωρεντίαν ἔπεμψεν, οἷς δὴ ἄρχοντας Γότθων τοὺς μαχιμωτάτους ἐπέστησε, Βλέδαν καὶ Ῥουδέριχον καὶ Οὐλίαριν. οἵπερ ἐπειδὴ ἐς Φλωρεντίαν ἦλθον, ἐγκαθεζόμενοι ἀμφὶ τὸ τεῖχος ἐς πολιορκίαν καθίσταντο. [2] Ἰουστῖνος δὲ ξυνταραχθεὶς ἐπεὶ τῶν ἐπιτηδείων ἐσκομισάμενος οὐδὲν ἔτυχεν, ἔπεμψεν ἐς Ῥάβενναν πρὸς τοὺς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντας, [3] βοηθεῖν σφίσι κατὰ τάχος δεόμενος. νύκτωρ τε ὁ σταλεὶς τοὺς πολεμίους λαθὼν ἐς Ῥάβεννάν τε ἀφίκετο καὶ τὰ παρόντα σφίσιν ἀπήγγειλε. [4] διὸ δὴ στράτευμα Ῥωμαίων λόγου ἄξ̣̣̔̓ν εὐθὺς ἐς Φλωρεντίαν ᾔει, ὧν δὴ Βέσσας τε καὶ Κυπριανὸς καὶ Ἰωάννης ὁ Βιταλιανοῦ ἀδελφιδοῦς ἡγοῦντο ὅπερ ἐπεὶ Γότθοι πρὸς τῶν κατασκόπων ἐπύθοντο, [5] λύσαντες τὴν προσεδρείαν, ἀνεχώρησαν εἰς χωρίον Μουκέλλιν ὄνομα, Φλωρεντίας διέχον ἡμέρας ὁδόν. [6] ἐπεὶ δὲ ὁ Ῥωμαίων στρατὸς Ἰουστίνῳ ξυνέμιξεν, ὀλίγους μέν τινας τῶν αὐτῷ ἑπομένων ἐπὶ φυλακῇ τῆς πόλεως αὐτοῦ εἴασαν, αὐτοὶ δὲ τοὺς ἄλλους ἐπαγόμενοι ἐπὶ τοὺς πολεμίους ἐχώρουν. [7] Καὶ αὐτοῖς ὁδῷ πορευομένοις ξυμφορώτατον ἔδοξεν εἶναι τῶν ἀρχόντων ἕνα παντὸς τοῦ στρατοῦ τοὺς λογιμωτάτους ἀπολεξάμενον πρόσω ἰέναι καὶ αὐτὸν μὲν ἐξ ἐπιδρομῆς τοῖς πολεμίοις ἀπροσδόκητον ἐς χεῖρας ἐλθεῖν, τὸ δὲ ἄλλο στράτευμα σχολῇ βαδίζον ἐνταῦθα ἰέναι. κλήρους τε ἐπὶ τούτοις ἐμβεβλημένοι τὴν τῆς τύχης ἐκαραδόκουν ἐς τοῦτο γνώμην. [8] ὁ μὲν οὖν κλῆρος ἐκπεπήδηκεν ἐς Ἰωάννην, οὐκέτι δὲ βουλομένοις τοῖς ἄρχουσιν ἦν ἐπιτελεῖν τὰ ξυγκείμενα. [9] διὸ δὴ ξὺν τοῖς ἑπομένοις Ἰωάννης ἠνάγκαστο ἐπίπροσθεν ἰὼν ἐπὶ τοὺς πολεμίους χωρεῖν. οἱ δὲ βάρβαροι τὴν τῶν ἐναντίων ἔφοδον γνόντες τὸ μὲν πεδίον, οὗ δὴ ἐνστρατοπεδευσάμενοι ἐτύγχανον, δέει πολλῷ ἀπολιπεῖν ἔγνωσαν, ἐς λόφον δὲ μέγαν τινὰ ὃς ταύτῃ ἀνέχει ξὺν θορύβῳ ἀνέδραμον. [10] ἐπεὶ δὲ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐνταῦθα ἐγένοντο, ἀναδραμόντες καὶ αὐτοὶ ἐπὶ τοὺς πολεμίους ἔργου εἴχοντο. [11] καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ὠθισμός τε πολὺς γέγονε καὶ πολλοὶ ἑκατέρωθεν ἔργα ἐνδεικνύμενοι θαυμαστὰ ἔπιπτον. [12] Ἰωάννου δὲ κραυγῇ τε καὶ ταραχῇ πολλῇ ἐπὶ τοὺς κατ̓ αὐτὸν πολεμίους ὁρμήσαντος ξυνέβη τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα πρός του τῶν πολεμίων ἀκοντίῳ βληθέντα πεσεῖν: ἀπ̓ αὐτοῦ τε Ῥωμαῖοι ἀποκρουσθέντες ὀπίσω ἐχώρουν. [13] Ἤδη δὲ καὶ ὁ λοιπὸς τῶν Ῥωμαίων στρατὸς ἐς τὸ πεδίον ἀφικόμενοι φάλαγγά τε ποιησάμενοι ἵσταντο. καὶ εἰ μὲν φυγόντας τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐδέξαντο, ξὺν αὐτοῖς ἂν ὁμόσε τοῖς πολεμίοις χωρήσαντες ἐνίκησάν τε τῇ ξυμβολῇ καὶ σχεδόν τι ἅπαντας ἑλεῖν ἴσχυσαν. [14] ἀλλὰ τύχῃ τινὶ ξυνέβη ἐς τὸ Ῥωμαίων στρατόπεδον φήμην οὐκ ἀληθῆ περιφέρεσθαι, ὡς δὴ Ἰωάννης πρός του τῶν αὐτοῦ δορυφόρων ἐν τῷ ἔργῳ τούτῳ ἐξ ἀνθρώπων ἀφανισθείη. [15] ἐπεί τε ὁ λόγος ἐς τοὺς ἄρχοντας ἦλθε, μένειν ἐνταῦθα οὐκέτι ἠξίουν, ἀλλ̓ ἐς ὑπαγωγὴν αἰσχράν τινα ξύμπαντες ᾔεσαν. [16] οὐδὲ γὰρ ξυντεταγμένοι οὐδὲ κατὰ ξυμμορίας τινάς, ἀλλ̓ αὐτὸς ἕκαστος ὥς πη ἐδύνατο ἐς φυγὴν ὥρμητο. καὶ πολλοὶ μὲν ἐν τῇ φυγῇ ταύτῃ ἀπώλοντο, ὅσοι μέντοι διεσώθησαν ἡμέρας πολλὰς οὐδαμῆ διωκόμενοι ἔφευγον. [17] χρόνῳ τε ὕστερον ὡς ἑκάστῳ ἔτυχεν ἐς ὀχυρώματά τινα ἐσελθόντες ἄλλο οὐδὲν ἀπήγγελλον τοῖς ἐντυγχάνουσιν ἢ ὅτι τεθνεὼς Ἰωάννης εἴη. [18] καὶ ἀπ̓ αὐτοῦ οὔτε ξυνεμίγνυντο ἔτι ἀλλήλοις οὔτε ξυνίστασθαι τὸ λοιπὸν ἐπὶ τοὺς πολεμίους διενοοῦντο, ἀλλ̓ ἕκαστος τοῦ κατ̓ αὐτὸν περιβόλου ἐντὸς ἔμενε καὶ τὰ ἐς πολιορκίαν ἡτοίμαζε, δεδιὼς μὴ οἱ βάρβαροι ἐπ̓ αὐτὸν ἴωσι. [19] Τουτίλας δὲ φιλοφροσύνην ἐς τοὺς αἰχμαλώτους πολλὴν ἐνδεικνύμενος, προσποιεῖσθαί τε αὐτοὺς ἴσχυσε καὶ τὸ λοιπὸν ἐθελούσιοι ξὺν αὐτῷ οἱ πλεῖστοι ἐπὶ Ῥωμαίους ἐστράτευον. καὶ ὁ χειμὼν ἔληγε, καὶ ἕβδομον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
Ἔπειτα δὲ ὁ Τουτίλας Καισῆνάν τε καὶ Πέτραν τὰ φρούρια εἷλεν. ὀλίγον τε ὕστερον ἐς Τουσκίαν ἀφίκετο, καὶ τῶν ἐνταῦθα χωρίων ἀποπειρασάμενος, ἐπεί οἱ προσχωρεῖν οὐδεὶς ἤθελε, Τίβεριν ποταμὸν διαβάς, ἐς μὲν τὰ Ῥώμης ὅρια οὐδαμῆ ἦλθεν, ἐς Καμπανοὺς δὲ καὶ Σαμνίτας αὐτίκα ἥκων Βενεβεντὸν πόλιν ἐχυρὰν παρεστήσατο οὐδενὶ πόνῳ, καὶ αὐτῆς τὰ τείχη ἐς ἔδαφος καθεῖλεν, ὅπως μὴ στράτευμα ἐκ Βυζαντίου ἧκον ἔκ τε ὀχυροῦ ὁρμώμενον πράγματα Γότθοις παρέχειν δύνηται. [2] μετὰ δὲ Νεαπολίτας πολιορκεῖν ἔγνω, ἐπεὶ αὐτὸν δέχεσθαι τῇ πόλει, καίπερ ἐπαγωγὰ πολλὰ λέγοντα, ὡς ἥκιστα ἤθελον. Κόνων γὰρ ἐνταῦθα ἐφύλασσε, Ῥωμαίων τε καὶ Ἰσαύρων χιλίους ἔχων. [3] καὶ αὐτὸς μὲν τῷ πλείονι τοῦ στρατοῦ ἐνστρατοπεδευσάμενος οὐ πολλῷ ἄποθεν τοῦ περιβόλου ἡσύχαζε, πέμψας δὲ τῆς στρατιᾶς μοῖραν, Κύμην τε τὸ φρούριον καὶ ἄλλα ἄττα ὀχυρώματα εἷλε, χρήματά τε ἐνθένδε περιβαλέσθαι μεγάλα ἴσχυσε. [4] καὶ γυναῖκας τῶν ἐκ βουλῆς ἐνταῦθα εὑρὼν οὔτε ὕβρισε καὶ ξὺν πολλῇ φιλοφροσύνῃ ἐλευθέρας ἀφῆκε, μέγα τε ἀπ̓ αὐτοῦ ὄνομα ἐπί τε ξυνέσει καὶ φιλανθρωπίᾳ ἐς Ῥωμαίους �
��παντας ἔσχε. Καὶ ἐπεί οἱ πολέμιον οὐδὲν ὑπηντίαζεν, ὀλίγους ἀεὶ τοῦ στρατοῦ περιπέμπων ἔργα λόγου πολλοῦ ἄξια ἔπρασσε. [5] Βριττίους μὲν καὶ Λευκανοὺς παρεστήσατο, καὶ Ἀπουλίαν ξὺν Καλαβρίᾳ ἔσχε, τούς τε δημοσίους φόρους αὐτὸς ἔπρασσε, καὶ τὰς τῶν χρημάτων προσόδους ἀντὶ τῶν τὰ χωρία κεκτημένων ἐφέρετο, καὶ τἄλλα καθίστη ἅτε τῆς Ἰταλίας γεγονὼς κύριος. [6] διὸ δὴ τῇ Ῥωμαίων στρατιᾷ χρόνοις τοῖς καθήκουσιν οὐ κομιζομένῃ τὰς συνειθισμένας συντάξεις χρήματα μεγάλα βασιλεὺς ὤφειλε. [7] καὶ ἀπ̓ αὐτοῦ οἱ μὲν Ἰταλιῶται τῶν τε προσηκόντων ἐκπεπτωκότες καὶ ἐς κινδύνου μέγεθος αὖθις ἐληλακότες ἐν πένθει μεγάλῳ ἐγίνοντο. οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσιν ἔτι μᾶλλον παρεῖχον, ἔν τε ταῖς πόλεσιν ἄσμενοι ἔμενον. [8] Κωνσταντιανὸς μὲν οὖν Ῥάβενναν εἶχεν, Ἰωάννης δὲ Ῥώμην, Σπολίτιον δὲ Βέσσας, καὶ Ἰουστῖνος Φλωρεντιαν, Κυπριανὸς δὲ Περυσίαν, καὶ τῶν ἄλλων ἕκαστος ὅπη φυγών τε καὶ διασωθεὶς κατ̓ ἀρχὰς ἔτυχε. [9] Ταῦτα βασιλεὺς μαθών τε καὶ ἐν ξυμφορᾷ πεποιημένος τῶν Ἰταλίας πραιτωρίων ἔπαρχον Μαξιμῖνον ὡς τάχιστα κατεστήσατο, ἐφ̓ ᾧ τοῖς τε ἄρχουσιν ἐς τὸν πόλεμον ἐπιστάτης εἴη καὶ τοῖς στρατιώταις τὰ ἐπιτήδεια κατὰ τὴν χρείαν πορίζηται. [10] καί οἱ νεῶν ξυνέπεμψε στόλον, Θρᾳκῶν τε καὶ Ἀρμενίων στρατιωτῶν ἐμπλησάμενος. ἡγεῖτο δὲ τῶν μὲν Θρᾳκῶν Ἡρωδιανός, τῶν δὲ Ἀρμενίων Φάζας Ἴβηρ, Περανίου ἀδελφιδοῦς: ξυνέπλεον δὲ αὐτοῖς καὶ Οὖννοι ὀλίγοι. [11] Μαξιμῖνος μὲν οὖν ἄρας ἐκ Βυζαντίου παντὶ τῷ στόλῳ τῆς Ἑλλάδος ἐς τὴν Ἤπειρον ἦλθεν: ἔνθα δὴ τὸν καιρὸν κατατρίβων ἐκάθητο οὐδενὶ λόγῳ. [12] ἦν γὰρ πολεμίων ἔργων οὐδαμῶς ἔμπειρος καὶ ἀπ̓ αὐτοῦ δειλός τε καὶ μελλητὴς ἐς τὰ μάλιστα. [13] Μετὰ δὲ καὶ Δημήτριον στρατηγὸν βασιλεὺς ἔπεμψεν, ὃς δὴ τὰ πρότερα ξὺν Βελισαρίῳ ἐστράτευε καταλόγου πεζικοῦ ἄρχων. [14] καταπλεύσας οὖν ὁ Δημήτριος ἐς Σικελίαν, ἐπεὶ Κόνωνά τε καὶ Νεαπολίτας πικρότατα πολιορκεῖσθαι τῶν ἐπιτηδείων παντάπασι σπανίζοντας ἤκουσε, βοηθεῖν μὲν κατὰ τάχος ἤθελεν, ἀδύνατος δὲ ὤν, ἐπεί οἱ στράτευμα βραχύ τε καὶ οὐκ ἀξιόλογον εἵπετο, [15] ἐπενόει τοιάδε. ναῦς ὅτι πλείστας ἐκ Σικελίας ἁπάσης ἀγείρας σίτου τε αὐτὰς ἐμπλησάμενος καὶ τῶν ἄλλων ἐπιτηδείων ἔπλει, δόκησιν παρέχων τοῖς ἐναντίοις πάμπολύ τι στράτευμα ἐν ταῖς ναυσὶν εἶναι. [16] καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. μέγαν γὰρ σφίσιν ἐπιέναι στρατὸν ᾤοντο, τεκμαιρόμενοι ὅτι δὴ στόλου πολύ τι χρῆμα πλεῖν ἐκ Σικελίας ἐπύθοντο. [17] καὶ εἰ μὲν κατ̓ ἀρχὰς εὐθὺ Νεαπόλεως ἰέναι Δημήτριος ἤθελεν, οἶμαι ἂν αὐτὸν ἐκπλῆξαί τε τοὺς πολεμίους καὶ τὴν πόλιν διασώσασθαι, οὐδενός οἱ ἀντιστατοῦντος. [18] νῦν δὲ κατορρωδήσας τὸν κίνδυνον καταίρειν μὲν ἐς Νεάπολιν ἥκιστα ἔγνω, ἐς δὲ τὸν Ῥώμης καταπλεύσας λιμένα, στρατιώτας ἐνθένδε ἀγείρειν ἐν σπουδῇ ἐποιεῖτο. [19] οἱ δὲ ἅτε πρὸς τῶν βαρβάρων ἡσσημένοι τε καὶ μέγα δέος ἔτι ἀπ̓ αὐτῶν ἔχοντες, ἕπεσθαι Δημητρίῳ ἐπὶ Τουτίλαν τε καὶ Γότθους οὐδαμῆ ἤθελον. διὸ δὴ μόνοις τοῖς ἐκ Βυζαντίου ξὺν αὐτῷ ἥκουσιν ἐς Νεάπολιν ἰέναι ἠνάγκαστο. [20] Ἦν δέ τις Δημήτριος ἕτερος, Κεφαληνὸς γένος, ναύτης μὲν τὸ παλαιὸν καὶ τῶν κατὰ θάλασσαν ἔργων τε καὶ κινδύνων ἀκριβῶς ἔμπειρος, πλεύσας δὲ ξὺν Βελισαρίῳ ἔς τε Λιβύην καὶ Ἰταλίαν ἐγένετο ἐς ταύτην δὴ τὴν ἐμπειρίαν δόκιμος, καὶ ἀπ̓ αὐτοῦ ἐπίτροπον βασιλεὺς αὐτὸν Νεαπόλεως κατεστήσατο. [21] ἐπειδή τε οἱ βάρβαροι τὸ χωρίον πολιορκεῖν ἤρξαντο, ἀσελγείᾳ πολλῇ ἐχόμενος ἐς τὸν Τουτίλαν συχνὰ ὕβριζε, λίαν τε ἀθυρόγλωσσος ἐν τούτῳ τῷ πόνῳ ὁ ἀνὴρ ὤφθη. [22] Προϊόντος δὲ τοῦ κακοῦ καὶ τῆς ἀπωλείας Κόνωνος ἐς λέμβον τινὰ λάθρα ἐσβὰς ἐτόλμησε παρὰ τὸν στρατηγὸν Δημήτριον ἰέναι μόνος. [23] ἐκ δὲ τοῦ παραδόξου σωθείς τε καὶ ξυγγενόμενος τῷ Δημητρίῳ ἐθάρσυνέ τε μάλιστα καὶ ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐνῆγε. [24] Τουτίλας δὲ τὸν πάντα λόγον ἀμφὶ τῷ στόλῳ τούτῳ ἀκούσας δρόμωνας μὲν πολλοὺς ἄριστα πλέοντας ἐν παρασκευῇ εἶχεν, ἐπειδὴ δὲ κατῆραν ἐς τὴν ἐκείνῃ ἀκτὴν οἱ πολέμιοι Νεαπόλεως οὐ μακρὰν ἄποθεν, ἐλθὼν ἐκ τοῦ ἀπροσδοκήτου κατέπληξέ τε καὶ ἐς φυγὴν ἅπαντας ἔτρεψε. [25] καὶ αὐτῶν πολλοὺς μὲν ἔκτεινεν, ἐζώγρησε δὲ πλείστους, διέφυγον δὲ ὅσοι ἐς τῶν νεῶν τοὺς λέμβους ἐσπηδῆσαι κατ̓ ἀρχὰς ἴσχυσαν, ἐν τοῖς καὶ Δημήτριος ὁ στρατηγὸς ἦν. τὰς γὰρ ναῦς ἁπάσας σὺν αὐτοῖς φορτίοις, αὐτοῖς ἀνδράσιν, [26] οἱ βάρβαροι εἷλον. οὗ δὴ καὶ Δημήτριον τὸν Νεαπόλεως ἐπίτροπον εὗρον. γλῶσσάν τε καὶ χεῖρας ἄμφω ἀποτεμόντες οὐκ ἔκτειναν μέν, οὕτω δὲ λωβησάμενοι ὅπη βούλοιτο ἀφῆκαν ἰέναι. ταύτην τε Τουτίλᾳ τὴν δίκην Δημήτριος γλώσσης ἀκολάστου ἐξέτισεν.
Ὕστερον δὲ καὶ Μαξιμῖνος πάσαις ταῖς ναυσὶ Σικελίᾳ προσέσχεν, ἔς τε τὰς Συρακούσας ἀφικόμενος ἡσυχῆ ἔμενε, κατορρωδῶν τὰ πολέμια. [2] ἃ δὴ μαθόντες οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες σπουδῇ πολλῇ ἐς αὐτὸν ἔπεμπον, βοηθεῖν κατὰ τάχος δεόμενοι οἵ τε ἄλλοι καὶ Κόνων ἐκ Νεαπόλεως ἰσχυρότατα πρὸς τῶν βαρβάρων πολιορκούμενος: ἤδη γὰρ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια �
�πελελοίπει. [3] ὁ δὲ τὸν καιρὸν ἅπαντα ἐν ταύτῃ δὴ κατατρίψας τῇ ὀρρωδίᾳ, ἐπειδὴ τάς τε βασιλέως ἀπειλὰς ἔδεισε καὶ κακιζόμενος πρὸς τῶν ἄλλων ἀπεῖπεν, αὐτὸς μὲν οὐδέν τι ἧσσον αὐτοῦ ἔμεινε, τὸν δὲ στρατὸν ἅπαντα ξύν τε Ἡρωδιανῷ καὶ Δημητρίῳ καὶ Φάζᾳ ἐς Νεάπολιν ἔπεμψε, σφοδρότατα ἐγκειμένης ἤδη τῆς τοῦ χειμῶνος ὥρας. [4] Ἐπεὶ δὲ Νεαπόλεως ὁ Ῥωμαίων στόλος ἀγχοῦ ἐγένετο, κατέβαινε σκληρὸς ἄνεμος, ἐξαίσιόν τινα χειμῶνα ἐγείρων. [5] καὶ ὁ μὲν ζόφος ἅπαντα ἐνεδίδου, ὁ δὲ κλύδων τὰς κώπας ἀνασπᾶν ἢ ἄλλο τι ἐνεργεῖν τοὺς ναύτας οὐκ εἴα. διά τε τῶν ῥοθίων τὸν κτύπον ἔτι ἀλλήλων κατακούειν οὐκ ἦν, ἀλλὰ ξύγχυσίς τε λαμπρῶς ἐκράτει καὶ ἡ τοῦ πνεύματος ἐπρυτάνευε βία, ἥπερ αὐτοὺς ὡς ἥκιστα ἐθελουσίους ἐς τὴν ἀκτὴν ἤνεγκεν οὗ δὴ ἐστρατοπεδεύοντο οἱ πολέμιοι. [6] ἐπιβαίνοντες οὖν κατ̓ ἐξουσίαν οἱ βάρβαροι τοῖς σκάφεσι τῶν ἐναντίων, ἔκτεινόν τε καὶ κατέδυον οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐζώγρησαν δὲ ἄλλους τε πολλοὺς καὶ Δημήτριον τὸν στρατηγόν. [7] Ἡρωδιανὸς δὲ καὶ Φάζας ξὺν ὀλίγοις τισὶ διαφυγεῖν ἴσχυσαν, ἐπεὶ αὐτῶν αἱ νῆες οὐ λίαν που ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου ἦλθον. τὰ μὲν οὖν ἀμφὶ τῷ Ῥωμαίων στόλῳ ταύτῃ πη ἔσχε. [8] Τουτίλας δὲ καλώδιον ἀναψάμενος ἐς τὸν Δημητρίου αὐχένα, ἔς τε τὸν Νεαπόλεως περίβολον εἷλκε καὶ παραινεῖν τοῖς πολιορκουμένοις ἐκέλευε μηκέτι ἀνονήτοις ἐλπίσι πιστεύοντας διαφθείρεσθαι, ἀλλὰ τὴν πόλιν ὅτι τάχιστα Γότθοις ἐνδιδόντας μεγάλων ἀπηλλάχθαι κακῶν. [9] ἀδύνατον γὰρ βασιλέα τὸ λοιπὸν ἄλλην σφίσιν ἐπικουρίαν πέμψαι, ἀλλ̓ ἐπὶ τῷ στόλῳ τούτῳ πᾶσαν αὐτοῖς τήν τε δύναμιν καὶ τὴν ἐλπίδα διολωλέναι. Δημήτριος μὲν τοσαῦτα εἶπεν, ὅσα Τουτίλας ἐκέλευεν. [10] οἱ δὲ πολιορκούμενοι τῷ τε λιμῷ ἤδη καὶ τῇ ἄλλῃ ἀπορίᾳ ὑπερφυῶς πιεζόμενοι, ἐπεὶ τό τε πάθος Δημητρίου εἶδον καὶ τοὺς λόγους ἅπαντας ἤκουσαν, ἀπογνόντες ἐλπίδος ἁπάσης ἔς τε οἰμωγὰς καὶ ἀμηχανίαν ἐνέπιπτον, ἦν τε ἡ πόλις θορύβου πολλοῦ καὶ κωκυτοῦ ἔμπλεως. [11] Μετὰ δὲ καὶ Τουτίλας αὐτοὺς ξυγκαλέσας ἐς τὰς ἐπάλξεις ἔλεξε τοιάδε: ‘Οὐδεμίαν αἰτίαν ἢ μέμψιν ἐς ὑμᾶς ἔχοντες, ἄνδρες Νεαπολῖται, τανῦν ἐς πολιορκίαν τήνδε κατέστημεν, ἀλλ̓ ὅπως ἐχθίστων ὑμᾶς ἀπαλλάξαντες δεσποτῶν οἷοί τε ὦμεν τάς τε χάριτας ὑμῖν ἐκτιννύναι, ὧνπερ ἡμᾶς δεδρακότες ἐν τῷδε τῷ πολέμῳ τὰ χαλεπώτατα πρὸς τῶν πολεμίων πεπόνθατε. [12] μόνους γὰρ Ἰταλιωτῶν ὑμᾶς ἁπάντων εὔνοιάν τε τὴν μεγίστην ἐς Γότθων τὸ ἔθνος ἐπιδεδεῖχθαι καὶ ἀκουσίους μάλιστα ὑπὸ τοῖς ἐναντίοις γεγενῆσθαι ξυμβέβηκεν. [13] ὥστε καὶ νῦν πολιορκεῖν ὑμᾶς ξὺν ἐκείνοις ἠναγκασμένοι τὸ πιστὸν ὑμῶν, ὡς τὸ εἰκός, αἰσχυνόμεθα, καίπερ οὐκ ἐπὶ τῷ πονηρῷ Νεαπολιτῶν τὴν προσεδρείαν ποιούμενοι. [14] μὴ τοίνυν ἀχθόμενοι τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς Γότθους οἴεσθε δεῖν δἰ ὀργῆς ἔχειν. οἱ γὰρ τοὺς φίλους εὐεργετεῖν ἐπειγόμενοι οὐδεμίαν αἰτίαν εἰσὶν ἄξιοι πρὸς αὐτῶν φέρεσθαι, κἂν μὴ διὰ τῶν πρὸς ἡδονὴν ἀναγκάζωνται τὴν πρὸς αὐτοὺς διαπράσσεσθαι χάριν. [15] τῶν δὲ πολεμίων ὡς ἥκιστα ὑμᾶς δέος εἰσίτω, μηδὲ τοῖς προλαβοῦσιν ἠγμένοι κρατήσειν αὐτοὺς ἡμῶν οἴεσθε: τὰ γὰρ τοῦ βίου παράλογα τύχῃ τινὶ παρὰ δόξαν ἐλθόντα τῷ χρόνῳ αὖθις καταρρεῖν εἴωθεν. [16] οὕτω δὲ ὑμῖν εὖνοι καθέσταμεν ὥστε καὶ Κόνωνα καὶ πάντας στρατιώτας κακῶν ἀπαθεῖς ὅπη βούλοιντο συγχωροῦμεν ἰέναι, ἤν γε τὴν πόλιν ἐνδόντες ἡμῖν ἐνθένδε ἀπαλλάσσοιντο, πάντα τὰ σφέτερα αὐτῶν ἔχοντας: καὶ ὑπὲρ τούτων ἡμᾶς καὶ τῆς Νεαπολιτῶν σωτηρίας ὀμεῖσθαι οὐδὲν κωλύσει.’ [17] Τουτίλας μὲν τοσαῦτα εἶπεν, ἐπῄνεσαν δὲ οἵ τε Νεαπολῖται καὶ οἱ ξὺν τῷ Κόνωνι στρατιῶται πάντες. πολλὴ γὰρ αὐτοὺς ἀνάγκη τοῦ λιμοῦ ἐπίεζε. [18] πίστιν μέντοι ἐς βασιλέα φυλάσσοντες καὶ βοήθειάν τινα ἔτι παρέσεσθαι σφίσι καραδοκοῦντες τριάκοντα ἡμερῶν ὡμολόγουν ἐνδώσειν τὴν πόλιν. [19] Τουτίλας δὲ πᾶσαν αὐτοῖς ἐκ βασιλέως ἀνασοβεῖν ἐλπίδα ἐθέλων τριῶν μηνῶν ἔταξε χρόνον, ἐφ̓ ᾧ δὴ μετὰ τοῦτον τὰ ὡμολογημένα ποιήσωσι. πρότερον δὲ οὐ προσβολήν τινα κατὰ τοῦ περιβόλου ποιήσεσθαι ἰσχυρίζετο, οὐδὲ ἄλλῃ τινὶ ἐπιβουλῇ ἐς αὐτοὺς χρῆσθαι. [20] ταῦτα μὲν οὖν οὕτως ἐδέδοκτο. οἱ δὲ πολιορκούμενοι οὐκ ἀναμείναντες τὴν κυρίαν ῾λίαν γὰρ ἐβιάζοντο τῶν ἀναγκαίων τῇ ἀπορίἀ ὀλίγῳ ὕστερον τῇ πόλει Τουτίλαν τε καὶ τοὺς βαρβάρους ἐδέξαντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ ὄγδοον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
Delphi Complete Works of Procopius Page 223