Book Read Free

Delphi Complete Works of Procopius

Page 224

by Procopius of Caesarea


  Ἐπειδὴ δὲ Νεάπολιν Τουτίλας εἷλε, φιλανθρωπίαν ἐς τοὺς ἡλωκότας ἐπεδείξατο οὔτε πολεμίῳ οὔτε βαρβάρῳ ἀνδρὶ πρέπουσαν. [2] τοὺς μὲν γὰρ Ῥωμαίους λιμῷ νενοσηκότας λαβών, οἷς δὴ ὑπ̓ αὐτοῦ καὶ ἡ τοῦ σώματος ἰσχὺς ὀπίσω ἤδη ἐκεχωρήκει, δείσας μὴ βρώσεως ἐκ τοῦ αἰφνιδίου ἐς κόρον ἐλθόντες, ὡς τὸ εἰκός, [3] ἀποπνιγεῖεν, ἐπενόει τάδε. φυλακὰς ἔν τε τῷ λιμένι καὶ ταῖς πύλαις καταστησάμενος ἐκέλευε μηδένα πη ἐνθένδε ἰέναι. [4] αὐτὸς δὲ ἅπασι μικρολογίᾳ τινὶ προμηθεῖ ἐνδεεστέρως ἢ κατὰ τὴν ἐπιθυμίαν τὰ σιτία παρείχετο, προσεπιβάλλων ἡμέρᾳ ἑκάστῃ τοσοῦτον τοῦ μέτρου ὅσον οὐ δοκεῖν αἴσθησίν τινα τῶν ἐντιθεμένων ἐς ἀεὶ γίγνεσθαι. [5] οὕτω τε αὐτοῖς ἐπιρρώσας τὴν δύναμιν καὶ τὰς πύλας ἀναπετάσας ἕκαστον ὅπη βούλοιτο ἀφῆκεν ἰέναι. [6] Κόνωνα δὲ καὶ τοὺς ξὺν αὐτῷ στρατιώτας, ὅσους δὴ αὐτοῦ μένειν ἥκιστα ἤρεσκεν, ἐς ναῦς ἐμβιβάσας πλεῖν κατ̓ ἐξουσίαν ἐκέλευε. καὶ οἱ μὲν αἰσχύνην σφίσι φέρειν οἰόμενοι τὴν ἐς Βυζάντιον ἀναχώρησιν, πλεῖν κατὰ τάχος ἐπὶ Ῥώμης διενοοῦντο. [7] τοῦ δὲ ἀνέμου σφίσιν ἀντιστατοῦντος ἀπαίρειν ἐνθένδε οὐδαμῆ ἔχοντες διηποροῦντο, δεδιότες μή τι Τουτίλαν τῶν ὡμολογημένων ὀλιγωρεῖν διὰ τὸ κεκρατηκέναι ξυμβαίη, καὶ κακόν τι μέγα πρὸς αὐτοῦ λάβωσιν. [8] ὧνπερ ἐπεὶ ὁ Τουτίλας ᾔσθετο, ξυγκαλέσας ἅπαντας παρηγόρει τε καὶ τὰ πιστὰ ἔτι μᾶλλον αὐτοῖς ἐπιρρώσας, θαρσεῖν μὲν ἤδη ἐκέλευε καὶ τῷ Γότθων στρατῷ φόβῳ οὐδενὶ ἀναμίγνυσθαι, τά τε ἐπιτήδεια ἐνθένδε ὠνεῖσθαι καὶ εἴ του ἄλλου δέοιντο, ἅτε παρὰ φίλων κομίζεσθαι. [9] ἐπεὶ δὲ τὸ πνεῦμα ἔτι σφίσιν ἀπ̓ ἐναντίας ἐφέρετο καὶ χρόνος ἐτρίβη συχνός, ἵππους τε καὶ ὑποζύγια παρασχόμενος, ἐφοδίοις τε αὐτοὺς δωρησάμενος, ἐς Ῥώμην ἐκέλευεν ὁδῷ ἰόντας πορεύεσθαι, πομπούς τινας τῶν ἐν Γότθοις δοκίμων σφίσι ξυμπέμψας. [10] Τὸ δὲ Νεαπόλεως τεῖχος καθελεῖν ἐς ἔδαφος ἐνεχείρησεν, ὅπως αὐτὴν μὴ καταλαβόντες αὖθις Ῥωμαῖοι ἔκ τε ἐχυροῦ ὁρμώμενοι πράγματα Γοτθοις παράσχωσιν. [11] ἐν πεδίῳ γὰρ μᾶλλον ἐκ τοῦ εὐθέος διακρίνεσθαι μάχῃ πρὸς αὐτοὺς ἤθελεν ἢ τέχναις τισὶ καὶ σοφίσμασι διαμάχεσθαι. μοῖραν μέντοι αὐτοῦ καθελὼν πολλὴν τὸ λοιπὸν εἴασεν. [12] Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖός τις αὐτῷ προσελθών, Κ῾̣̣̓λαβρὸς γένος, ᾐτιᾶτο τῶν δορυφορων τῶν αὐτοῦ τινα τὴν παῖδα παρθένον οὖσαν οὔτι ἑκουσίαν βιάσασθαι. [13] καὶ ὃς τὸν ἄνθρωπον οὐκ ἀπαρνηθέντα τὸ ἔγκλημα τίσασθαι τῆς ἁμαρτάδος ἐν σπουδῇ ἔχων ἐν δεσμωτηρίῳ καθεῖρξε. [14] δείσαντες δὲ ἀμφ̓ αὐτὸν τῶν βαρβάρων οἱ δοκιμώτατοι ῾δραστήριος γάρ τις ἀνὴρ ἐτύγχανεν ὢν καὶ ἀγαθὸς τὰ πολέμιἀ ξυλλεγέντες εὐθὺς καὶ Τουτίλᾳ ἐς ὄψιν ἐλθόντες ἐδέοντο τῷ ἀνθρωπῳ τὴν αἰτίαν ἀφεῖναι. [15] Ὁ δὲ πρᾴως τε καὶ ταραχῇ οὐδεμιᾷ τῶν λεγομένων τὴν μάθησιν ποιησάμενος ἔλεξε τοιάδε: ‘Οὐκ ἀπανθρωπίας ὑπερβολῇ εἴκων οὐδὲ ξυγγενῶν ὑπερηδόμενος ξυμφοραῖς, ἀλλ̓ ὡς ἔνι μάλιστα δεδιὼς μή τι Γότθοις ξυμβήσεται φλαῦρον, ἐς λόγους τούσδε, ὦ ξυστρατιῶται, [16] καθίσταμαι. ἐγὼ μὲν οὖν τοῦτο οἶδα, ὡς τῶν ἀνθρώπων ὁ πολὺς ὅμιλος τὰ τῶν πραγμάτων ὀνόματα μεταβάλλουσιν ἐπὶ τοὐναντίον. [17] φιλανθρωπίαν μὲν γὰρ καλεῖν τὴν παρανομίαν εἰώθασιν, ἐξ ἧς διεφθάρθαι τε τὰ χρηστὰ πάντα καὶ ξυντεταράχθαι ξυμβαίνει, σκαιὸν δὲ καὶ ἀτεχνῶς δύσκολον, ὃς ἂν τὰ νόμιμα περιστέλλειν ἐς τὸ ἀκριβὲς βούληται, ὅπως δὴ τοῖς ὀνόμασι τούτοις παραπετάσμασιν ἐς τὴν ἀσέλγειαν χρώμενοι ἀδεέστερον ἐξαμαρτάνειν τε ἱκανοὶ εἶεν καὶ τὴν μοχθηρίαν ἐνδείκνυσθαι. [18] ὑμῖν δὲ παραινῶ μὴ τῆς ὑμῶν αὐτῶν σωτηρίας ἁμαρτάδα ἑνὸς ἀνδρὸς ἀνταλλάξασθαι, μηδὲ τοῦ μιάσματος τοῦδε αὐτοὶ τὸ μέρος οὐδὲν ἀδικοῦντες μεταλαχεῖν. τό τε γὰρ ἐξαμαρτεῖν καὶ τὸ διακωλύειν τὴν ἐς τοὺς ἐξημαρτηκότας τιμωρίαν, οἶμαι, ἐν ἴσῳ ἐστί. [19] βούλομαι τοίνυν οὑτωσὶ σκοπουμένους ὑμᾶς ποιήσασθαι τὴν ὑπὲρ τῶν παρόντων διάγνωσιν, ὡς νῦν αἵρεσις ὑμῖν δυοῖν πρόκειται, ἢ τὸν ἄνδρα τοῦτον ὧν ἠδίκηκε μὴ δοῦναι τὴν δίκην, ἢ τὸ Γότθων γένος σεσῶσθαί τε καὶ τὸ τοῦ πολέμου κεκτῆσθαι κράτος. [20] σκέψασθε γάρ: ἦν ἡμῖν κατ̓ ἀρχὰς τοῦδε τοῦ πολέμου στρατιωτῶν μὲν πλῆθος δόξῃ τε καὶ τῇ ἐς τοὺς κινδύνους ἐμπειρίᾳ λαμπρόν, χρήματα δὲ ξυνελόντα εἰπεῖν ἀριθμοῦ κρείσσω, ἵππων δὲ καὶ ὅπλων περιουσίας ὑπερβολή τις, καὶ πάντα ὅσα ἔν γε Ἰταλιώταις ὀχυρώματά ἐστιν. καὶ ταῦτα γὰρ οὐκ ἀχρεῖα παντάπασιν εἶναι δοκεῖ τοῖς ἐς πόλεμον καθισταμένοις ἐφόδια. [21] ἐπεὶ δὲ ὑπὸ Θευδάτῳ ταττόμενοι, ἀνδρὶ τὸ δίκαιον περὶ ἐλάσσονος τῆς ἐς τὸ πλουτεῖν ἐπιθυμίας πεποιημένῳ, ἵλεων ἡμῖν αὐτοῖς τὸν θεὸν παρανομίᾳ τῇ ἐς τὴν δίαιταν ὡς ἥκιστα κατεστήσαμεν, ὅπη ποτὲ κεχώρηκεν ἡμῖν ἡ τύχη ἐπίστασθε δή που, ὑφ̓ οἵων τε καὶ ὁπόσων ἡσσημένοις ἀνδρῶν. [22] νῦν δὲ τὴν δίκην παῤ ἡμῶν ὁ θεὸς ὧν ἐξημάρτομεν ἱκανῶς ἔχων αὖθις ἡμῖν κατὰ τὸ βούλημα ῥυθμίζει τὸν βίον καὶ τὸ ξύμπαν εἰπεῖν ἄμεινον ἡμῖν ἢ κατ̓ ἐλπίδα τὰ πράγματα ἄγει, οἷς γε ὑπὲρ τὴν ὑπάρχουσαν δύναμιν νενικηκέναι τοὺς πολεμίους τετύχηκε. [23] περιστέλλειν οὖν τὴν τῆς νίκης πρόφασιν τῷ τ
ὰ δίκαια πράσσειν ξυνοίσει μᾶλλον ἢ ἀπ̓ ἐναντίας αὐτῇ ἰόντας φθονεροὺς ἡμᾶς ἐφ̓ ἡμῖν αὐτοῖς γεγενῆσθαι δοκεῖν. [24] οὐ γὰρ ἔστιν, οὐκ ἔστι, τὸν ἀδικοῦντα καὶ βιαζόμενον ἐν τοῖς ἀγῶσιν εὐδοκιμεῖν, ἀλλὰ πρὸς τὸν βίον ἑκάστου ἡ τοῦ πολέμου πρυτανεύεται τύχη.’ Τουτίλας μὲν τοσαῦτα εἶπεν. [25] ἐπαινέσαντες δὲ τὰ εἰρημένα οἱ Γότθων λόγιμοι τὸν δορυφόρον οὐκέτι ἐξῃτοῦντο, ἀλλ̓ εἴων ὅπως ποτὲ αὐτῷ πράσσειν δοκοίη. καὶ ὃς τὸν μὲν ἄνθρωπον οὐκ ἐς μακρὰν διεχρήσατο, τὰ δὲ χρήματα, ὅσα δὴ αὐτοῦ ἐτύγχανεν ὄντα, τῇ βιασθείσῃ παρέσχετο.

  Ἐν ᾧ δὲ ταῦτα Τουτίλας ἔπρασσεν, ἐν τούτῳ οἱ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ξὺν τοῖς στρατιώταις τὰ τῶν κατηκόων χρήματα ἥρπαζον, καὶ ὕβρεώς τε καὶ ἀσελγείας οὐδ̓ ὁτιοῦν ὑπελίποντο, ἀλλ̓ οἱ μὲν ἄρχοντες ἐν τοῖς ὀχυρώμασιν ἔχοντες ἐρωμένας ἐκώμαζον, οἱ δὲ στρατιῶται ἀπειθεστέρους αὑτοὺς τοῖς ἄρχουσι παρεχόμενοι εἰς πᾶσαν ἰδέαν ἀτοπίας ἐνέπιπτον. [2] τοῖς τε Ἰταλιώταις περιῆν ἅπασι πάσχειν τὰ χαλεπώτατα πρὸς ἑκατέρων τῶν στρατοπέδων. [3] τοὺς μὲν γὰρ ἀγροὺς ἐστέρηντο πρὸς τῶν πολεμίων, ὑπὸ δὲ τοῦ βασιλέως στρατοῦ ἔπιπλα πάντα. καὶ προσῆν αὐτοῖς αἰκίζεσθαί τε καὶ οὐδενὶ λόγῳ διαφθείρεσθαι, τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένοις. [4] οἱ γὰρ στρατιῶται ἀμύνειν σφίσι κακουμένοις πρὸς τῶν πολεμίων οὐδαμῆ ἔχοντες οὐχ ὅσον ἐρυθριᾶν ὡς ἥκιστα ἐπὶ τοῖς παροῦσιν ἐγίνωσκον, ἀλλὰ καὶ τοὺς βαρβάρους ποθεινοὺς αὐτοῖς εἶναι οἷς ἐξημάρτανον ἀπειργάζοντο. [5] οἷς δὴ Κωνσταντιανὸς ἀπορούμενος γράμματα Ἰουστινιανῷ βασιλεῖ ἔπεμψεν, ἄντικρυς ἀποφαίνων ὅτι δὴ Γότθων τῷ πολέμῳ ἀντέχειν ἀδύνατος εἴη. [6] οἵ τε ἄλλοι ἄρχοντες, ὥσπερ τὴν γνώμην ἐπιψηφίζοντες, ἐν τούτῳ δὴ τῷ γραμματείῳ τὴν ὁμολογίαν ἐσήμαινον τῆς ἐς τὴν ἀγωνίαν ὀκνήσεως. Ἰταλιώταις μὲν τὰ πράγματα ἐφέρετο τῇδε. Τουτίλας δὲ Ῥωμαίων τῇ βουλῇ ἐπιστολὴν ἔπεμψεν. [7] ἐδήλου δὲ ἡ γραφὴ τάδε: ‘Ὅσοι μὲν ἀδικοῦσι τοὺς πέλας ἢ προλαβούσης ἀγνοίας ἴσως ἢ λήθης ἐπιγενομένης τινός, τούτοις ἄξιον τοὺς τὰ δεινὰ πεπονθότας συγγνώμονας εἶναι. τὸ γὰρ τῆς ἁμαρτάδος ξυμπεσὸν αἴτιον τῶν ἐγκλημάτων αὐτοῖς παραιτεῖται τὸ πλεῖστον. [8] ἢν δέ τις ἐκ προνοίας ἀδικῇ μόνης, τούτῳ δὲ μηδὲ ἀντιλέγειν ποτὲ περὶ τῶν πεπραγμένων λελείψεται. [9] οὐ γὰρ τοῦ ἔργου μόνον, ἀλλὰ καὶ τῆς γνώμης αὐτὸς φέρεσθαι τὴν αἰτίαν δίκαιος ἂν εἴη. [10] οὐκοῦν, ἐπειδὴ ταῦτα οὕτως ἔχει, λογίζεσθε ἤδη τί ποτε ἄρα ὑμῖν ἀπολελογῆσθαι πρὸς τὰ ἐς Γότθους εἰργασμένα ξυμβήσεται: πότερα ὑμᾶς ἀγνοεῖν τὰς Θευδερίχου τε καὶ Ἀμαλασούνθης εὐεργεσίας τετύχηκεν, ἢ χρόνῳ τε αὐτὰς καὶ λήθῃ ἐν ὑμῖν ἐξιτήλους εἶναι; [11] καίτοι οὐκ ἔστι τούτων οὐδέτερον. οὐ γὰρ ἐπὶ φαύλοις τισὶν οὐδὲ εἰς τοὺς ὑμετέρους τὰς χάριτας αὐτούς, κατὰ δὴ τὸν παλαιὸν χρόνον, ἐπιδεδεῖχθαι ξυνέβη, ἀλλ̓ ἐν τοῖς ἀναγκαιοτάτοις ἔς γε ὑμᾶς αὐτοὺς ἔναγχός τε καὶ ἐξ ὑπογυίου, ὦ φίλοι Ῥωμαῖοι. [12] ἀλλὰ τὴν Γραικῶν ἐς τὸ ὑπήκοον ἀρετὴν ἢ ἀκοῇ λαβόντες ἢ πείρᾳ μαθόντες οὕτω δὴ προήσεσθαι αὐτοῖς τὰ Γότθων τε καὶ Ἰταλιωτῶν πράγματα ἔγνωτε; [13] καίτοι ἐξεναγεῖσθε μὲν ὑμεῖς αὐτούς, οἶμαι, ἄριστα, ὁποίων δὲ αὐτῶν ἐτύχετε ξένων καὶ φίλων ἐπίστασθε δή που, εἴ τι τῶν Ἀλεξάνδρου μέμνησθε λογισμῶν. [14] ἐῶ γὰρ λέγειν τούς τε στρατιώτας καὶ τοὺς στρατιωτῶν ἄρχοντας, ὧν τῆς τε φιλοφροσύνης καὶ μεγαλοψυχίας ἀπώνασθε: ὧν δὴ αὐτοῖς ἕνεκα ἐς τοῦτο τύχης τὰ πράγματα ἥκει. [15] ὑμῶν δὲ οἰέσθω μηδεὶς μήτε ὑπὸ νέου φιλοτιμίας τὰ ὀνείδη ταῦτα ἐς αὐτοὺς φέρεσθαι μήτε με ἅτε βαρβάρων ἄρχοντα κομπωδεστέρους ποιεῖσθαι τοὺς λόγους. [16] οὐ γὰρ ἡμετέρας ἀρετῆς ἔργον εἶναί φημι τὴν τῶν ἀνδρῶν ἐπικράτησιν, ἀλλὰ τίσιν τινὰ ἰσχυρίζομαι τῆς εἰς ὑμᾶς ἀδικίας αὐτοὺς μετελθεῖν. [17] καίτοι πῶς οὐκ ἂν τῶν ἀτοπωτάτων δόξειεν εἶναι τὸν μὲν θεὸν ὑπὲρ ὑμῶν αὐτοὺς τίννυσθαι, ὑμᾶς δὲ τῇ τούτων ἐμφιλοχωρεῖν ἀτοπίᾳ καὶ τῶν ἐντεῦθεν οὐκ ἐθέλειν ἀπηλλάχθαι κακῶν; δότε τοίνυν τινὰ πρόφασιν ὑμῖν μὲν αὐτοῖς τῆς ἐς τοὺς Γότθους ἀπολογίας, [18] ἡμῖν δὲ τῆς ἐς ὑμᾶς συγγνώμης. δώσετε δέ, ἤν γε μὴ ἀναμενοῦντες τὸ τοῦ πολέμου πέρας, ἀλλ̓ ἔτι βραχείας τινὸς καὶ ταύτης ἀνονήτου ὑμῖν ἀπολελειμμένης ἐλπίδος ἕλησθε μὲν τὰ κρείσσω, ἐπανορθώσητε δὲ τὰ ἐς ἡμᾶς οὐ δέον ὑμῖν πεπραγμένα.’ [19] Τοσαῦτα μὲν ἡ γραφὴ ἐδήλου. ἐγχειρίσας δὲ αὐτὴν τῶν τισιν αἰχμαλώτων ὁ Τουτίλας ἐπὶ Ῥώμης ἐκέλευεν ἰόντας τοῖς ἐκ βουλῆς διδόναι. [20] καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν. Ἰωάννης δὲ τοὺς τὸ γράμμα τοῦτο ἰδόντας ἀποκρίνασθαί τι πρὸς Τουτίλαν διεκώλυσε. διὸ δὴ αὖθις ὁ Τουτίλας γράψας γραμμάτια πολλά, ὅρκους τε αὐτοῖς τοὺς δεινοτάτους ἐνθέμενος διαρρήδην ἀπώμοσε μήποτε Ῥωμαίων τινὰ κακόν τι ἐργάσασθαι Γότθους. [21] οἵτινες μὲν οὖν ἀνθρώπων ἐς Ῥώμην τὰ βιβλίδια ταῦτα ἐκόμισαν οὐκ ἔχω εἰπεῖν. ἅπαντα γὰρ ἀωρὶ τῶν νυκτῶν ἐν τοῖς διαφανέσι τῆς πόλεως χωρίοις παγέντα, ἐπεὶ ἐγένετο ἡμέρα, ἐγνώσθη: οἱ δὲ τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες ὑποψίᾳ πολλῇ ἐς τῶν Ἀρειανῶν τοὺς ἱερέας ἐ
χόμενοι ἔξω τῆς πόλεως κατεστήσαντο εὐθὺς ἅπαντας. [22] Τουτίλας δὲ ταῦτα ἀκούσας μοῖραν μέν τινα τοῦ στρατοῦ πέμψας ἐς Καλαβρίαν ἀποπειράσασθαι τοῦ ἐν Δρυοῦντι φρουρίου ἐπέστελλεν. ἐπεὶ δὲ ὡς ἥκιστά οἱ προσχωρεῖν ἤθελον οἱ φυλακτήριον ταύτῃ ἔχοντες, τοὺς μὲν ἐνταῦθα ἐσταλμένους ἐκέλευεν ἐς πολιορκίαν καθίστασθαι, αὐτὸς δὲ τῷ πλείονι τοῦ στρατοῦ ἐς τὰ ἐπὶ Ῥώμης χωρία ᾔει. [23] ταῦτα ἐπεὶ βασιλεὺς ἔμαθεν, ἔς τε ἀμηχανίαν ἐμπέπτωκε καὶ Βελισάριον ἐπὶ Τουτίλαν πέμψαι, καίπερ ἔτι Περσῶν ἰσχυρότατα ἐγκειμένων, ἠνάγκαστο. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἔνατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

 

‹ Prev