Οὕτω μὲν Βελισάριος τὸ δεύτερον ἐς Ἰταλίαν ᾔει. ἐπεὶ δὲ στρατιώτας ὡς μάλιστα ὀλίγους εἶχε ῾τοὺς γάρ οἱ ἑπομένους τοῦ ἐν Μήδοις στρατοπέδου ἀποστῆσαι οὐδαμῆ ἴσχυσἐ Θρᾴκην ὅλην περιιὼν χρήματά τε προϊέμενος, ξυνῆγε νέους ἐθελουσίους. [2] ξυνῆν δὲ αὐτῷ βασιλέως γνώμῃ καὶ Βιτάλιος ὁ τῶν Ἰλλυριῶν στρατηγός, ἄρτι ἐπανήκων ἐξ Ἰταλίας, οὗ δὴ τοὺς Ἰλλυριοὺς στρατιώτας ἀπολιπὼν ἔτυχεν. [3] ἄμφω γοῦν ἐς τετρακισχιλίους ἀγείραντες ἐν Σάλωσιν ἐγένοντο, γνώμην ἔχοντες ἐπὶ Ῥαβέννης τὰ πρῶτα ἰέναι, τὸν δὲ πόλεμον ἐνθένδε ὅπη ἂν δυνατὸν εἴη διενεγκεῖν. [4] τὸ γὰρ ἐπὶ τὰ Ῥώμης χωρία ἀποβαίνειν οὐδαμῆ ἴσχυον, οὔτε τοὺς πολεμίους λανθάνοντες ῾ἐπεὶ αὐτοὺς ἔν τε Καλαβροῖς στρατοπεδεύεσθαι καὶ Καμπανοῖς ἤκουσαν̓ οὔτε αὐτοὺς τρόπῳ ὁτῳοῦν βιαζόμενοι. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐπ̓ αὐτοὺς ᾔεσαν. [5] Ἐν τούτῳ δὲ οἱ ἐν Δρυοῦντι πολιορκούμενοι τῶν ἀναγκαίων σφᾶς παντάπασιν ἐκλελοιπότων βαρβάροις τοῖς πολιορκοῦσιν ἐς λόγους ξυνῆλθον. ἐφ̓ ᾧ τὸ φρούριον ὁμολογίᾳ ἐνδώσουσι, τακτή τε ἀμφοτέροις ἐν τούτῳ ἡμέρα ξυνέκειτο. [6] Βελισάριος δὲ τὰ ἐπιτήδεια ἐς ἐνιαυτοῦ μῆκος πλοίοις ἐνθέμενος Βαλεντῖνον ξὺν αὐτοῖς πλεῖν εἰς Δρυοῦντα ἐκέλευε, καὶ τοὺς μὲν προτέρους φύλακας τοῦ φρουρίου ἐνθένδε ὑπεξαγαγεῖν ὅτι τάχιστα, οὓς δὴ νόσῳ τε ξυντετηκέναι καὶ λιμῷ ἔμαθε, τῶν δὲ ξυμπλεόντων τινὰς ἐπὶ τῷ φυλακτηρίῳ ἀντ̓ αὐτῶν καταστήσασθαι: ῥᾷον γὰρ οὕτως αὐτοὺς ἀκμῆτάς τε ὄντας καὶ οὐδενὸς τῶν ἀναγκαίων σπανίζοντας τὸ φρούριον ξὺν τῷ ἀσφαλεῖ διαφυλάξειν. [7] Βαλεντῖνος μὲν οὖν τῷ στόλῳ τούτῳ πνεύματος ἐπιφόρου ἐπιτυχὼν ἐς τὸν Δρυοῦντα κατέπλευσε τέτρασι πρότερον τῆς κυρίας ἡμέραις, ἀφύλακτόν τε τὸν λιμένα εὑρὼν αὐτοῦ τε ἐκράτησε καὶ πόνῳ οὐδενὶ ἐς τὸ φρούριον εἰσελθεῖν ἴσχυσε. [8] τοῖς γὰρ ὡμολογημένοις οἱ Γότθοι θαρσοῦντες οὐδέν τε μεταξὺ ἐναντίωμα ὑποτοπάζοντες σφίσιν ἔσεσθαι, ὀλιγώρως ἤδη τὰ ἐς τὸν Δρυοῦντα διαθέμενοι ἡσυχῆ ἔμενον. [9] τότε μέντοι καταπλέοντα ἐκ τοῦ αἰφνιδίου τὸν στόλον ἰδόντες ἔδεισάν τε καὶ τὴν προσεδρείαν διέλυσαν, μακράν τε ἄποθεν τοῦ χωρίου γενόμενοι ἐστρατοπεδεύσαντο καὶ πάντα ἐς Τουτίλαν τὰ ξυμβεβηκότα σφίσιν ἀνήνεγκαν. παρὰ τοσοῦτον μὲν Δρυοῦντος τὸ φρούριον κινδύνου ἦλθε. [10] τῶν δὲ ξὺν Βαλεντίνῳ τινὲς ληΐσασθαι βουλόμενοι τὰ ἐκείνῃ χωρία ἐπεκδρομὰς ἐποιήσαντο, τοῖς τε πολεμίοις τύχῃ τινὶ ὑπαντιάσαντες πρὸς τῇ τῆς θαλάσσης ἠϊόνι ἐς χεῖρας ἦλθον. [11] καὶ παρὰ πολὺ ἡσσηθέντες τῇ μάχῃ ἐς τὸ τῆς θαλασσης ὕδωρ οἱ πολλοὶ ἔφυγον, ἵνα δὴ ἑβδομηκοντα καὶ ἑκατὸν ἀποβαλόντες ἐς τὸ φρούριον οἱ λοιποὶ ἀνεχώρησαν. [12] Βαλεντῖνος δὲ τοὺς μὲν πάλαι φρουροὺς ἐνθένδε ἡμιθνῆτας εὑρὼν ὑπεξήγαγεν, ἑτέρους δὲ ἀντικαταστησάμενος ἀκραιφνεῖς, καθάπερ οἱ ἐπέστελλε Βελισάριος, καὶ τὰ ἐπιτήδεια ἐς χρόνον αὐτοῖς ἀπολιπὼν ἐνιαύσιον, ξὺν τῷ ἄλλῳ στρατῷ ἐς Σάλωνας ἦλθε. [13] Καὶ Βελισάριος παντὶ τῷ στόλῳ ἐνθένδε ἄρας Πόλῃ προσέσχεν. οὗ δὴ τὸ στράτευμα διέπων χρόνον τινὰ ἔμενε. [14] Τουτίλας δὲ ἥκειν αὐτὸν ἐνταῦθα ἀκούσας, τήν τε δύναμιν ἐθέλων γνῶναι ἥνπερ ἐπήγετο, ἐποίει τάδε. Βόνος ἦν τις Ἰωάννου ἀνεψιὸς φρουρᾶς ἄρχων τῆς ἐν Γενούᾳ. [15] τούτου δὲ τῷ ὀνόματι χρησάμενος γράμματα δῆθεν τῷ λόγῳ παῤ αὐτοῦ πρὸς Βελισάριον ἔγραψεν ἅτε παρακαλοῦντος αὐτὸν ὅτι τάχιστα παραγενέσθαι σφίσιν ἐν κινδύνοις τισὶ χαλεποῖς οὖσιν. [16] ἄνδρας τε ἀπολεξάμενος περιέργους ἐς τὰ μάλιστα πέντε τά τε γράμματα ἐνεχείρισε καὶ δύναμιν ἀκριβῶς κατανοεῖν τὴν Βελισαρίου ἐπέστελλεν, ἐνδεικνυμένους ὅτι δὴ ἀπὸ Βόνου σταλεῖεν. [17] Βελισάριος μὲν οὖν τοὺς ἄνδρας οἱ ἐς ὄψιν ἐλθόντας ξὺν φιλοφροσύνῃ πολλῇ, ὥσπερ εἰώθει, εἶδεν. [18] ἀναλεξάμενός τε τὰ γράμματα Βόνῳ ἀπαγγέλλειν ἐκέλευεν ὅτι δὴ παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἥξει. οἱ δὲ περισκοπήσαντες ἅπαντα, καθάπερ σφίσιν ἐπέστελλε Τουτίλας, ἔς τε τὸ Γότθων στρατόπεδον ἐπανῆκον καὶ ὡς ἥκιστα λόγου ἀξίαν τὴν Βελισαρίου δύναμιν ἰσχυρίζοντο εἶναι. [19] Ἐν τούτῳ δὲ Τουτίλας Τίβουριν πόλιν, Ἰσαύρων φρουρὰν ἔχουσαν, προδοσίᾳ εἷλε τρόπῳ τοιῷδε. τῶν τινες οἰκητόρων τὰς πύλας ξὺν τοῖς Ἰσαύροις ἐφύλασσον. [20] οὗτοι Ἰσαύροις τοῖς ξυμφυλάσσουσι διάφοροι γεγενημένοι ἀπ̓ οὐδεμιᾶς πρὸς αὐτῶν γινομένης αἰτίας ἄγχιστά που ἐνστρατοπεδευομένους τοὺς πολεμίους ἐπηγάγοντο νύκτωρ. [21] οἱ μὲν οὖν Ἴσαυροι ξυμφρονήσαντες ἁλισκομένης τῆς πόλεως σχεδόν τι ἅπαντες διαφυγεῖν ἴσχυσαν. [22] τῶν δὲ οἰκητόρων οὐδενὸς οἱ Γότθοι ἐφείσαντο, ἀλλὰ ξὺν τῷ τῆς πόλεως ἱερεῖ ἅπαντας ἔκτειναν τρόπῳ δὴ ὅνπερ ἐξεπιστάμενος ἔγωγε ὡς ἥκιστα ἐπιμνήσομαι, ὡς μὴ ἀπανθρωπίας ἀπολείπω μνημεῖα τῷ ὄπισθεν χρόνῳ: ἐν οἷς καὶ Κάτελλος ἀπώλετο ἔν γε Ἰταλιώταις ἀνὴρ δόκιμος. [23] καὶ οἱ μὲν βάρβαροι Τίβουριν ἔσχον, Ῥωμαῖοι δὲ οὐκέτι ἠδύναντο ἐκ Τούσκων τὰ ἐπιτήδεια διὰ τοῦ Τιβέριδος ἐσκομίζεσθαι. πρὸς γὰρ τῷ ποταμῷ ἡ πόλις κειμένη Ῥώμης ὕπερθεν ὡς ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐπιτείχισμα τὸ λοιπὸν τοῖς ἐνταῦθα εἰσπλεῖν
βουλομένοις ἐγίνετο.
Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε: ‘Οὐ νῦν πρῶτον, ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυηκέναι ξυμβέβηκεν. [2] ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρωπίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀνδρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν. [3] ᾧ δὴ τοσοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους εἴργασται. [4] τὸ μὲν οὖν μηδὲν ὑφ̓ ὁτουοῦν ἁμαρτάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις ἱκανῶς ἄξιον. [5] οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προσέσται: οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν πάντων χρημάτων; [6] ἐπειδὴ τοίνυν ἐπ̓ αὐτῷ τούτῳ ὑμῖν πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυνάμει χρήσασθαι, [7] ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην. [8] οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο. ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὒτ̓ ἂν ἑκών ποτε τοῖς βασιλέως κατηκόοις πολέμιος εἴην. [9] εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ̓ ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.’ [10] Τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν [11] ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι τῶν ταύτῃ χωρίων. [12] Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενός τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει ἡσύχαζε. [13] χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ̓ οἴκου ἀπεκομίσθησαν. [14] πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον ὤφειλε. [15] στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι τετύχηκεν. [16] ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ἀνεχώρησαν. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. Γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας. [17] ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν, [18] τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε. [19] Τότε δὴ Βελισάριον τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανόν, ἔστειλε ξὺν χιλίο ς στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπαμυνοῦντας. [20] οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διενοοῦντο. [21] τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ̓ αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύναμιν, ὡς μὴ ἀνεπισκέπτως ἐπ̓ αὐτοὺς ἴωσι. [22] Ῥικίλας δὲ ὁ Βελισαρίου δορυφόρος ῾οἰνωμένος γὰρ τηνικαῦτα ἐτύγχανεν̓ ἄλλους μὲν ἐπὶ κατασκοπῇ οὐκ εἴα ἰέναι, μόνος δὲ αὐτὸς τὸν ἵππον ἐξελάσας κατὰ τάχος ᾔει. [23] Γότθοις τε τρισὶν ἐντυχὼν ἐν χώρῳ κρημνώδει τὰ μὲν πρῶτα ὡς ἀντιταξόμενος ἔστη: ἐπὶ πλεῖστον γὰρ ἀνδριας ἐτύγχανεν ἥκων: πολλοὺς δὲ πανταχόθεν ἰδὼν ἐπ̓ αὐτὸν ἐπιρρέοντας ἐς φυγὴν ὥρμητο. [24] τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ̓ αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ. [25] καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμούθ, ἄραντές τε τὸν νεκρόν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπα�
�ίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν κληρωσάμενον. [26] Ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται. [27] καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι: αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ πρασσόμενα. [28] Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ αἴσθησιν παρεχόμενος. [29] οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου εἴχοντο. [30] καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν. [31] τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν. [32] Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανός, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ̓ ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι. [33] τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω: ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρήσατο λάθρα. [34] τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ, λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλομένους. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. [35] Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ̓ αὐτοὺς ἦλθε. [36] καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινά, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ εἰς τὸ στρατόπεδον ἀνεχώρησεν. [37] Ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδείς, ἀλλ̓ ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν ὃς ἐνταῦθα ἐτύγχανεν ὤν, ἐπέστελλε τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι. [38] Τουτίλας δὲ καὶ ὁ Γότθων στρατός, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν. [39] διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ασκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
Delphi Complete Works of Procopius Page 225