Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 227
Delphi Complete Works of Procopius Page 227

by Procopius of Caesarea


  Χιλβούδιος ἦν τις ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τόσον δὲ χρημάτων κρείσσων ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὑτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν: [2] τοῦτον βασιλεὺς τὸν Χιλβούδιον, ὅτε δὴ τέταρτον ἔτος τὴν αὐτοκράτορα εἶχεν ἀρχήν, Θρᾴκης στρατηγὸν ἀνειπών, ἐπὶ τῇ τοῦ Ἴστρου ποταμοῦ φυλακῇ κατεστήσατο, φυλάσσειν κελεύσας ὅπως μηκέτι τοῖς ταύτῃ βαρβάροις ὁ ποταμὸς διαβατὸς ἔσται, ἐπεὶ αὐτοῦ τὴν διάβασιν πολλάκις ἤδη Οὖννοί τε καὶ Ἄνται καὶ Σκλαβηνοὶ πεποιημένοι ἀνήκεστα Ῥωμαίους ἔργα εἰργάσαντο. [3] Χιλβούδιος δὲ οὕτω τοῖς βαρβάροις φοβερὸς γέγονεν ὥστε ἐς τριῶν ἐνιαυτῶν χρόνον, ὅσον ξὺν ταύτῃ δὴ τῇ τιμῇ τὴν διατριβὴν ἐνταῦθα εἶχεν, οὐχ ὅσον διαβῆναι τὸν Ἴστρον ἐπὶ τοὺς Ῥωμαίους οὐδεὶς ἴσχυσεν, ἀλλὰ καὶ Ῥωμαῖοι ἐς ἤπειρον τὴν ἀντιπέρας σὺν Χιλβουδίῳ πολλάκις ἰόντες ἔκτεινάν τε καὶ ἠνδραπόδισαν τοὺς ταύτῃ βαρβάρους. [4] ἐνιαυτοῖς δὲ τρισὶν ὕστερον διέβη μὲν ὁ Χιλβούδιος τὸν ποταμὸν ᾗπερ εἰώθει ξὺν ὀλίγῳ στρατῷ, Σκλαβηνοὶ δὲ πανδημεὶ ὑπηντίαζον. [5] μάχης τε καρτερᾶς γενομένης Ῥωμαίων τε πολλοὶ ἔπεσον καὶ Χιλβούδιος ὁ στρατηγός. [6] καὶ τὸ λοιπὸν ὅ τε ποταμὸς ἐσβατὸς ἀεὶ τοῖς βαρβάροις κατ̓ ἐξουσίαν καὶ τὰ Ῥωμαίων πράγματα εὐέφοδα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσε. [7] Χρόνῳ δὲ ὕστερον Ἄνται καὶ Σκλαβηνοὶ διάφοροι ἀλλήλοις γενόμενοι ἐς χεῖρας ἦλθον, ἔνθα δὴ τοῖς Ἄνταις ἡσσηθῆναι τῶν ἐναντίων τετύχηκεν. [8] ἐν ταύτῃ δὲ τῇ μάχῃ Σκλαβηνὸς ἀνὴρ τῶν τινα πολεμίων ἄρτι γενειάσκοντα, Χιλβούδιον ὄνομα, αἰχμάλωτον εἷλεν, ἔς τε τὰ οἰκεῖα λαβὼν ᾤχετο. [9] οὗτος ὁ Χιλβούδιος προϊόντος τοῦ χρόνου εὔνους τε ὡς ἔνι μάλιστα τῷ κεκτημένῳ ἐγένετο καὶ τὰ ἐς τοὺς πολεμίους δραστήριος. [10] πολλάκις τε τοῦ δεσπότου προκινδυνεύσας ἠρίστευσέ τε διαφερόντως καὶ κλέος ἴσχυσε περιβαλέσθαι ἀπ̓ αὐτοῦ μέγα. [11] ὑπὸ δὲ τὸν χρόνον τοῦτον Ἄνται ἐπισκήψαντες εἰς τὰ ἐπὶ Θράκης χωρία πολλοὺς ἐληΐσαντο καὶ ἠνδραπόδισαν τῶν ἐκείνῃ Ῥωμαίων. οὕσπερ ἐπαγόμενοι ἀπεκομίσθησαν εἰς τὰ πάτρια ἤθη. [12] Τούτων δὲ ἕνα τῶν αἰχμαλώτων εἰς φιλάνθρωπόν τινα ἤγαγεν ἡ τύχη καὶ πρᾷον δεσπότην. ἦν δὲ οὗτος ἀνὴρ κακοῦργός τε λίαν καὶ οἷος ἀπάτῃ τοὺς ἐντυχόντας περιελθεῖν. [13] ἐπειδή τε βουλόμενος ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπενόει τοιάδε. τῷ κεκτημένῳ ἐς ὄψιν ἥκων τῆς τε φιλανθρωπίας ἐπῄνεσε καὶ πολλὰ μέν οἱ διὰ τοῦτο πρὸς τοῦ θεοῦ ἰσχυρίσατο τἀγαθὰ ἔσεσθαι, καὶ αὐτὸν δὲ οὐδαμῆ ἀχάριστον δεσπότῃ φιλανθρωποτάτῳ φανήσεσθαι, ἀλλ̓, ἤν γε αὐτῷ τὰ βέλτιστα εἰσηγουμένῳ ἐπακούειν ἐθέλῃ, κύριον αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι χρημάτων μεγάλων. [14] εἶναι γὰρ ἐν τῷ Σκλαβηνῶν ἔθνει Χιλβούδιον, τὸν Ῥωμαίων στρατηγήσαντα, ἐν ἀνδραπόδων λόγῳ, πάντας βαρβάρους λανθάνοντα ὅστις ποτέ ἐστιν. [15] ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη προέσθαι τε τὰς τοῦ Χιλβουδίου τιμὰς καὶ διακομίζειν τὸν ἄνθρωπον ἐς Ῥωμαίων τὴν γῆν, δόξαν τε ἀγαθὴν καὶ πλούτου αὐτὸν πάμπολυ χρῆμα περιβαλέσθαι πρὸς βασιλέως οὐκ ἀπεικὸς εἶναι. [16] ταῦτα ὁ Ῥωμαῖος εἰπὼν τὸν κεκτημένον εὐθὺς ἔπεισε, καὶ ξὺν αὐτῷ γίνεται ἐν Σκλαβηνοῖς μέσοις: ἐπεκηρυκεύοντο γὰρ ἤδη καὶ ἀλλήλοις ἀνεμίγνυντο ἀδεῶς οἱ βάρβαροι οὗτοι. χρήματα γοῦν πολλὰ τῷ Χιλβούδιον κεκτημένῳ προέμενοι τὸν ἄνδρα ὠνοῦντο καὶ ξὺν αὐτῷ ἀπιόντες εὐθὺς ᾤχοντο. [17] ἐπεί τε ἐν ἤθεσι τοῖς σφετέροις ἐγένοντο, ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὁ πριάμενος, εἰ Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη. [18] καὶ ὃς οὐκ ἀπηξίου τὰ ὄντα καταλέγειν ξὺν τῷ ἀληθεῖ λόγῳ ἐφεξῆς ἅπαντα, ὡς εἴη μὲν καὶ αὐτὸς Αντης τὸ γένος, μαχόμενος δὲ ξὺν τοῖς ὁμογενέσι πρὸς Σκλαβηνούς, τότε πολεμίους σφίσιν ὄντας, πρός του τῶν ἐναντίων ἁλῴη, τανῦν δέ, ἐπεὶ ἀφίκετο ἐς τὰ πάτρια ἤθη, ἐλεύθερος τὸ λοιπὸν κατά γε τὸν νόμον καὶ αὐτὸς ἔσται. [19] Ὁ μὲν οὖν ὑπὲρ αὐτοῦ χρυσίον προέμενος εἰς ἀφασίαν ἐμπεπτωκὼς ἤσχαλλεν, ἐλπίδος ἀποτυχὼν οὐ μετρίας τινός. [20] ὁ δὲ Ῥωμαῖος τόν τε ἄνθρωπον παρηγορεῖν τήν τε ἀλήθειαν ἐκκρούειν ἐθέλων, ὡς μή τι αὐτῷ τῆς ἐς τὴν οἰκείαν ἐπανόδου χαλεπὸν εἴη, Χιλβούδιον μὲν ἐκεῖνον ἔτι τοῦτον δὴ τὸν ἄνδρα ἰσχυρίζετο εἶναι, δεδιότα δὲ ἅτε δὴ ὄντα ἐν μέσοις βαρβάροις ὡς ἥκιστα ἐθέλειν ἀποκαλύψαι τὸν πάντα λόγον, ἢν μέντοι γένηται ἐν γῇ τῇ Ῥωμαίων, οὐχ ὅσον οὐκ ἀποκρύψεσθαι τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ φιλοτιμήσεσθαι, ὡς τὸ εἰκός, ἐπὶ τούτῳ δὴ τῷ ὀνόματι. τὰ μὲν οὖν πρῶτα κρύφα ταῦτα ἐπράσσετο τῶν ἄλλων βαρβάρων. [21] Ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθεν, ἠγείροντο μὲν ἐπὶ τούτῳ Ἄνται σχεδὸν ἅπαντες, κοινὴν δὲ εἶναι τὴν πρᾶξιν ἠξίουν, μεγάλα σφίσιν οἰόμενοι ἀγαθὰ ἔσεσθαι, κυρίοις ἤδη τοῦ Ῥωμαίων στρατηγοῦ Χιλβουδίου γεγενημένοις. [22] τὰ γὰρ ἔθνη ταῦτα, Σκλαβηνοί τε καὶ Ἄνται, οὐκ ἄρχονται πρὸς ἀνδρὸς ἑνός, ἀλλ̓ ἐν δημοκρατίᾳ ἐκ παλαιοῦ βιοτεύουσι, καὶ διὰ τοῦτο αὐτοῖς τῶν
πραγμάτων ἀεὶ τά τε ξύμφορα καὶ τὰ δύσκολα ἐς κοινὸν ἄγεται. ὁμοίως δὲ καὶ τὰ ἄλλα ὡς εἰπεῖν ἅπαντα ἑκατέροις ἐστί τε καὶ νενόμισται τούτοις ἄνωθεν τοῖς βαρβάροις. [23] θεὸν μὲν γὰρ ἕνα τὸν τῆς ἀστραπῆς δημιουργὸν ἁπάντων κύριον μόνον αὐτὸν νομίζουσιν εἶναι, καὶ θύουσιν αὐτῷ βόας τε καὶ ἱερεῖα πάντα: εἱμαρμένην δὲ οὔτε ἴσασιν οὔτε ἄλλως ὁμολογοῦσιν ἔν γε ἀνθρώποις ῥοπήν τινα ἔχειν, ἀλλ̓ ἐπειδὰν αὐτοῖς ἐν ποσὶν ἤδη ὁ θάνατος εἴη, ἢ νόσῳ ἁλοῦσιν ἢ ἐς πόλεμον καθισταμένοις, ἐπαγγέλλονται μέν, ἢν διαφύγωσι, θυσίαν τῷ θεῷ ἀντὶ τῆς ψυχῆς αὐτίκα ποιήσειν, διαφυγόντες δὲ θύουσιν ὅπερ ὑπέσχοντο, καὶ οἴονται τὴν σωτηρίαν ταύτης δὴ τῆς θυσίας αὐτοῖς ἐωνῆσθαι. [24] σέβουσι μέντοι καὶ ποταμούς τε καὶ νύμφας καὶ ἄλλα ἄττα δαιμόνια, καὶ θύουσι καὶ αὐτοῖς ἅπασι, τάς τε μαντείας ἐν ταύταις δὴ ταῖς θυσίαις ποιοῦνται. οἰκοῦσι δὲ ἐν καλύβαις οἰκτραῖς διεσκηνημένοι πολλῷ μὲν ἀπ̓ ἀλλήλων, ἀμείβοντες δὲ ὡς τὰ πολλὰ τὸν τῆς ἐνοικήσεως ἕκαστοι χῶρον. [25] ἐς μάχην δὲ καθιστάμενοι πεζῇ μὲν ἐπὶ τοὺς πολεμίους οἱ πολλοὶ ἴασιν ἀσπίδια καὶ ἀκόντια ἐν χερσὶν ἔχοντες, θώρακα δὲ οὐδαμῆ ἐνδιδύσκονται. [26] τινὲς δὲ οὐδὲ χιτῶνα οὐδὲ τριβώνιον ἔχουσιν, ἀλλὰ μόνας τὰς ἀναξυρίδας ἐναρμοσάμενοι μέχρι ἐς τὰ αἰδοῖα, οὕτω δὴ ἐς ξυμβολὴν τοῖς ἐναντίοις καθίστανται. ἔστι δὲ καὶ μία ἑκατέροις φωνὴ ἀτεχνῶς βάρβαρος. [27] οὐ μὴν οὐδὲ τὸ εἶδος ἐς ἀλλήλους τι διαλλάσσουσιν. εὐμήκεις τε γὰρ καὶ ἄλκιμοι διαφερόντως εἰσὶν ἅπαντες, τὰ δὲ σώματα καὶ τὰς κόμας οὔτε λευκοὶ ἐσάγαν ἢ ξανθοί εἰσιν οὔτε πη ἐς τὸ μέλαν αὐτοῖς παντελῶς τέτραπται, ἀλλ̓ ὑπέρυθροί εἰσιν ἅπαντες. [28] δίαιταν δὲ σκληράν τε καὶ ἀπημελημένην, ὥσπερ οἱ Μασσαγέται, καὶ αὐτοὶ ἔχουσι, καὶ ῥύπου ᾗπερ ἐκεῖνοι ἐνδελεχέστατα γέμουσι, πονηροὶ μέντοι ἢ κακοῦργοι ὡς ἥκιστα τυγχάνουσιν ὄντες, ἀλλὰ κἀν τῷ ἀφελεῖ διασώζουσι τὸ Οὐννικὸν ἦθος. [29] καὶ μὴν καὶ ὄνομα Σκλαβηνοῖς τε καὶ Ἄνταις ἓν τὸ ἀνέκαθεν ἦν: Σπόρους γὰρ τὸ παλαιὸν ἀμφοτέρους ἐκάλουν, ὅτι δὴ σποράδην, οἶμαι, διεσκηνημένοι τὴν χώραν οἰκοῦσι. [30] διὸ δὴ καὶ γῆν τινα πολλὴν ἔχουσι: τὸ γὰρ πλεῖστον τῆς ἑτέρας τοῦ Ἴστρου ὄχθης αὐτοὶ νέμονται. τὰ μὲν οὖν ἀμφὶ τὸν λεὼν τοῦτον ταύτῃ πη ἔχει. [31] Ἄνται δὲ τότε ἀγειρόμενοι, ὥσπερ ἐρρήθη, τὸν ἄνδρα τοῦτον ἠνάγκαζον ὁμολογεῖν σφίσιν ὅτι Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη. [32] ἀρνηθέντα τε κολάζειν ἠπείλουν. ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων αὐτὴν τῶν ταύτῃ βαρβάρων. [33] ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ̓ αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ̓ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται, καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν. [34] Ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπῄνεσάν τε καὶ πράξειν ἅπαντα ὑπέσχοντο, εἴπερ αὐτοῖς τὸν Χιλβούδιον στρατηγὸν Ῥωμαίων αὖθις καταστησάμενος ξυνοικιστὴν δοίη, αὐτὸν ἐκεῖνον ἰσχυριζόμενοι, ᾗπερ ἠβούλοντο, Χιλβούδιον εἶναι. [35] ταύταις δὲ ὁ ἄνθρωπος ἐπαρθεὶς ταῖς ἐλπίσιν ἤδη καὶ αὐτὸς ἤθελέ τε καὶ ἔφασκε Χιλβούδιος ὁ Ῥωμαίων στρατηγὸς εἶναι. ἐφ̓ οἷς δὴ αὐτὸν στελλόμενον ἐς Βυζάντιον Ναρσῆς ἐν ταύτῃ τῇ πορείᾳ καταλαμβάνει. [36] καὶ ξυγγενόμενος, ἐπεὶ φενακίζοντα τὸν ἄνθρωπον εὗρε ῾καίπερ τήν τε Λατίνων ἀφιέντα φωνὴν καὶ τῶν Χιλβουδίου γνωρισμάτων πολλὰ ἐκμαθόντα τε ἤδη καὶ προσποιεῖσθαι ἱκανῶς ἔχοντἀ ἔν τε δεσμωτηρίῳ καθεῖρξε καὶ τὸν πάντα ἐξειπεῖν λόγον ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ξὺν αὑτῷ ἤγαγεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

 

‹ Prev