Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 234
Delphi Complete Works of Procopius Page 234

by Procopius of Caesarea


  Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο τῇδε, ἐν τούτῳ Ἰωάννῃ Ἀχεροντίδα τὸ φρούριον πολιορκοῦντι, ἐπεὶ οὐδὲν προὐχώρει, ἔννοιά τις καὶ τόλμα γέγονεν, ἣ Ῥωμαίων μὲν τὴν βουλὴν διασώσασθαι, αὐτῷ δὲ κλέος περιβαλέσθαι μέγα τε καὶ ὑπερφυὲς ἐς ἀνθρώπους ἅπαντας ἴσχυσε. [2] Τουτίλαν γὰρ καὶ τὸν Γότθων στρατὸν τειχομαχεῖν ἀκούσας ἀμφὶ τὸν Ῥώμης περίβολον, τῶν ἱππέων τοὺς δοκιμωτάτους ἀπολεξάμενος, τῶν πάντων οὐδενὶ προρρηθέν, ἐς Καμπανούς, οὔτε νύκτα ἀνιεὶς οὔτε ἡμέραν, ᾔει ῾ἐνταῦθα γὰρ αὐτοὺς ἀπολιπὼν Τουτίλας ἔτυχεν̓, ὅπως ἐπιπεσὼν ἀπροσδόκητος ἀναρπάσαι τε καὶ διασώσασθαι τοὺς ἀπὸ τῆς συγκλήτου βουλῆς οἷός τε εἴη ἅτε τῶν ἐνταῦθα χωρίων ἀτειχίστων παντάπασιν ὄντων. [3] Ξυνηνέχθη δὲ ὑπὸ τὸν χρόνον τοῦτον Τουτίλαν δείσαντα, ὅπερ ἐγένετο, μή τις τῶν πολεμίων ἐς τοὺς αἰχμαλώτους κακουργήσων ἴοι, στράτευμα ἐπὶ Καμπανίας ἱππέων στεῖλαι. [4] οἳ δὴ ἐπεὶ ἐν Μεντούρνῃ πόλει ἐγένοντο, ἄμεινον σφίσιν ἔδοξεν εἶναι τοὺς μὲν πλείστους ἐνταῦθα ἡσυχῆ μένειν τῶν τε ἵππων ἐπιμελεῖσθαι ῾κόπῳ γὰρ πολλῷ ἐν ταύτῃ τῇ πορείᾳ σφίσιν ὁμιλῆσαι ξυνέβἠ, στεῖλαι δέ τινας τὰ ἐν Καπύῃ τε κατασκεψομένους καὶ τοῖς ταύτῃ χωρίοις. χώραν δὲ ξυμβαίνει εἶναι τὴν μεταξὺ οὐ πλέον ἢ σταδίους τριακοσίους. [5] τετρακοσίους οὖν, οὕσπερ δὴ ἵπποις τε καὶ σώμασιν ἀκραιφνέσι χρῆσθαι ξυνέτυχε, ἐπὶ κατασκοπῇ ἔπεμψαν. [6] τύχῃ τέ τινι ξυνηνέχθη ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὸ τὸν αὐτὸν χρόνον τόν τε ξὺν τῷ Ἰωάννῃ στρατὸν καὶ τούτους δὴ τοὺς τετρακοσίους βαρβάρους ἐν Καπύῃ γενέσθαι, οὐδετέρους τι πρότερον τῶν ἐναντίων πέρι ἀκούσαντας. [7] καὶ μάχη μὲν ἐκ τοῦ αἰφνιδίου ἰσχυρὰ γίνεται: ἅμα γὰρ τῇ ὄψει ἐς χεῖρας ἦλθον: νικῶσι δὲ κατὰ κράτος Ῥωμαῖοι καὶ τοὺς πλείστους τῶν πολεμίων εὐθὺς ἔκτειναν. [8] ὀλίγοι τε τῶν βαρβάρων τινὲς φυγεῖν ἴσχυσαν, καὶ δρόμῳ ἐχόμενοι ἐς Μεντοῦρναν ἀφίκοντο. οὕσπερ ἐπεὶ οἱ ἄλλοι εἶδον τοὺς μὲν αἵματι περιρρεομένους, τοὺς δὲ καὶ τὰ βέλη ἐν τοῖς σώμασιν ἔτι φέροντας, ἄλλους δὲ οὔτε τι φθεγγομένους οὔτε τι ἀπαγγέλλοντας τῶν ξυμπεσόντων, ἀλλ̓ ἔτι τῆς ὑπαγωγῆς ἐχομένους καὶ τὸ ἐν σφίσιν αὐτοῖς δέος ἐνδεικνύντας, αὐτίκα ἐς τοὺς ἵππους ἀναθορόντες ξὺν αὐτοῖς ἔφευγον. [9] καὶ παρὰ Τουτίλαν ἐλθόντες πλῆθος ἀμύθητον εἶναι τῶν πολεμίων ἐσήγγελλον, ταύτῃ δηλονότι τὴν ἐκ τῆς φυγῆς αἰσχύνην ἰώμενοι. [10] Ἐτύγχανον δὲ στρατιῶται Ῥωμαῖοι οὐχ ἧσσον ἢ ἑβδομήκοντα τῶν εἰς Γότθους ηὐτομοληκότων τὸ πρότερον ἐς τὰ ἐπὶ Καμπανίας χωρία ἰόντες, [11] οἵπερ Ἰωάννῃ προσχωρεῖν ἔγνωσαν. Ἰωάννης δὲ ἄνδρας μὲν τῶν ἐκ βουλῆς ὀλίγους τινὰς ἐνταῦθα εὗρε, γυναῖκας δὲ σχεδόν τι ἁπάσας. [12] Ῥώμης γὰρ ἁλισκομένης πολλοὶ μὲν ἄνδρες φεύγουσι τοῖς στρατιώταις ἐπισπόμενοι ἐς τὸν Πόρτον ἀφίκοντο, ταῖς δὲ γυναιξὶ πάσαις ἁλῶναι ξυνέβη. [13] Κλημεντῖνος μέντοι, πατρίκιος ἀνήρ, καταφυγὼν ἔς τινα τῶν ἐκείνῃ νεῶν, τῷ Ῥωμαίων στρατῷ ἕπεσθαι οὐδαμῆ ἤθελεν, ἐπεὶ φρούριον ὃ Νεαπόλεως ἄγχιστά ἐστι Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοὺς πρότερον, τὴν βασιλέως, ὡς τὸ εἰκός, ὀργὴν ἐδεδίει: Ὀρέστης τε, ὁ Ῥωμαίων γεγονὼς ὕπατος, ἄγχιστα μέν πη ἐτύγχανεν ὤν, ἵππων δὲ ἀπορίᾳ ὡς ἥκιστα ἐθέλων αὐτοῦ ἔμενε. [14] τοὺς μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν τοῖς προσκεχωρηκόσιν ἑβδομήκοντα στρατιώταις ἐς Σικελίαν εὐθὺς ἔστειλεν ὁ Ἰωάννης. [15] Τουτίλας δὲ ταῦτα ἀκούσας ἐν πένθει ἐποιεῖτο μεγάλῳ καὶ τίσασθαι Ἰωάννην τοῦ ἔργου τούτου ἠπείγετο. διὸ δὴ ξὺν τῷ πλείονι τοῦ στρατοῦ ἐπ̓ αὐτὸν ἤλαυνε, τῶν οἱ ἑπομένων μοῖράν τινα φρουρᾶς ἕνεκα ἐνταῦθα ἀπολιπών. [16] ἐτύγχανε δὲ Ἰωάννης ξὺν τοῖς ἀμφ̓ αὐτόν, χιλίοις οὖσιν, ἐν Λευκανοῖς στρατόπεδον ποιησάμενος κατασκόπους τε πρότερον πέμψας, οἳ δὴ ἁπάσας διερευνώμενοι τὰς ὁδοὺς ἐφύλασσον μὴ πολεμίων στρατὸς κακουργήσων ἐπ̓ αὐτοὺς ἴῃ. [17] ἐν νῷ τε τὸ τοιοῦτον Τουτίλας ἔχων, ὅτι δὴ οὐχ οἷόν τέ ἐστι κατασκόπων χωρὶς τοὺς ἀμφὶ τὸν Ἰωάννην ἐν τῷ στρατοπέδῳ καθῆσθαι, τὰς συνειθισμένας ὁδοὺς ἐκλιπὼν διὰ τῶν ὀρῶν, ἅπερ ἐνταῦθα πολλὰ κρημνώδη τε καὶ ὑψηλὰ λίαν ἀνέχει, ἐπ̓ αὐτοὺς ἤλαυνεν, ὅπερ οὐκ ἄν τις ὑποτοπάζειν ἔσχεν, ἐπεὶ καὶ ἄβατα τὰ ὄρη ταῦτα νομίζεται εἶναι. [18] οἱ μέντοι ἐπὶ ταύτῃ δὴ τῇ κατασκοπῇ πρὸς τοῦ Ἰωάννου σταλέντες αἰσθόμενοι μὲν πολεμίων στρατὸν ἀμφὶ τὰ ἐκείνῃ χωρία γενέσθαι, οὐδὲν δὲ τούτου δὴ ἕνεκα σαφὲς πεπυσμένοι, ἀλλ̓ὅπερ ἐγένετο δείσαντες ἤλαυνον καὶ αὐτοὶ ἐπὶ τὸ Ῥωμαίων στρατόπεδον. [19] καὶ ξυνηνέχθη ὁμοῦ τοῖς βαρβάροις ἐνταῦθα γενέσθαι νύκτωρ. ὀργῇ δὲ πολλῇ καὶ οὐ προμηθεῖ γνώμῃ ὁ Τουτίλας ἤδη ἐχόμενος τῆς ἐκ τοῦ θυμοῦ ἀβελτερίας ἀπώνατο. [20] στράτευμα γὰρ δεκαπλάσιον ἢ τὸ τῶν ἐναντίων ἦν ξὺν αὑτῷ ἔχων εὔδηλόν τε ὂν ὅτι δὴ στρατῷ κρείσσονι ξύμφορόν ἐστιν ἐκ τοῦ ἐμφανοῦς διαμάχεσθαι, δέον τε μᾶλλον αὐτὸν ὄρθρου τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, ὡς μὴ ἐν σκότῳ διαλαθεῖν δυνατοὶ εἶεν, τοῦτο μὲν ὡς ἥκιστα ἐφυλάξατο: ἦ γὰρ ἅπαντας σαγηνεύσας εὐθὺς ἂν τοὺς ἐναντίους εἷλεν: ἀλλὰ τῷ θυμῷ χαριζόμενος ἀωρὶ τῶν νυκτῶν ἐπέστ�
� τῷ τῶν πολεμίων στρατῷ. [21] καὶ αὐτῶν οὐδεὶς μὲν τὸ παράπαν ἐς ἀλκὴν εἶδεν, ἐπεὶ καὶ οἱ πλεῖστοι ἔτι ἐκαθευδον, οὐ μέντοι ἀνελεῖν πολλοὺς δεδύνηνται Γότθοι, ἀλλὰ ἀναστάντες οἱ πλεῖστοι ἅτε ἐν σκότῳ διαλαθεῖν ἴσχυσαν. [22] ἔξω δὲ τοῦ στρατοπέδου γενόμενοι ἐς τὰ ὄρη, ἅπερ ἄγχιστά πη πολλὰ ἀνέχει, ἀναδραμόντες ἐσώθησαν. [23] ἐν οἷς Ἰωάννης τε αὐτὸς ἦν καὶ Ἄρουφος ὁ τῶν Ἐρούλων ἡγούμενος. ἀπέθανον δὲ Ρωμαῖοι ἐς ἑκατὸν μάλιστα. [24] Ἦν δέ τις ξὺν τῷ Ἰωάννῃ Γιλάκιος ὄνομα, Ἀρμένιος γένος, ὀλίγων τινῶν Ἀρμενίων ἄρχων. οὗτος ὁ Γιλάκιος οὔτε ἑλληνίζειν ἠπίστατο οὔτε Λατίνην ἢ Γοτθικὴν ἢ ἄλλην τινὰ ἢ Ἀρμενίαν μόνην ἀφεῖναι φωνήν. [25] τούτῳ δὴ Γότθοι ἐντυχόντες τινὲς ἐπυνθάνοντο ὅστις ποτὲ εἴη. κτεῖναι γὰρ τὸν παραπίπτοντα οὐδαμῆ ἤθελον, ὡς μὴ ἀλλήλους διαφθείρειν ἐν νυκτομαχίᾳ, ὡς τὸ εἰκός, [26] ἀναγκάζοιντο. ὁ δὲ αὐτοῖς ἄλλο οὐδὲν ἀποκρίνασθαι ἴσχυσε πλήν γε δὴ ὅτι Γιλάκιος στρατηγὸς εἴη. τὸ γὰρ ἀξίωμα, ὃ δὴ πρὸς βασιλέως λαβὼν ἔτυχε, πολλάκις ἀκούσας ἐκμαθεῖν ἴσχυσε. [27] ταύτῃ τοίνυν οἱ βάρβαροι αἰσθόμενοι ὅτι δὴ πολέμιος εἴη, ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον τὸν ἄνθρωπον διεχρήσαντο. [28] Ἰωάννης μὲν οὖν καὶ Ἄρουφος ξὺν τοῖς ἑπομένοις ἔφευγόν τε πάσῃ δυνάμει καὶ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκοντο, Γότθοι δὲ τὸ Ῥωμαίων στρατόπεδον ληϊσάμενοι ἀπεχώρησαν.

  Τὰ μὲν οὖν ἐν Ἰταλιώταις στρατόπεδα τῇδε ἐφέρετο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα πέμπειν ἄλλο ἐπὶ Γότθους καὶ Τουτίλαν ἔγνω, γράμμασι τοῖς Βελισαρίου ἠγμένος, ἐπεὶ αὐτὸν ἐς τοῦτο ἐνῆγε, τὰ παρόντα σφίσι πολλάκις σημήνας. [2] πρῶτα μὲν οὖν Πακούριόν τε τὸν Περανίου καὶ Σέργιον τὸν Σολόμωνος ἀδελφιδοῦν ξὺν ὀλίγοις τισὶν ἔπεμψεν. οἱ δὲ εἰς Ἰταλίαν ἀφικόμενοι τῷ ἄλλῳ στρατῷ αὐτίκα ξυνέμιξαν. [3] μετὰ δὲ Βῆρόν τε ξὺν Ἐρούλοις τριακοσίοις καὶ Οὐαράζην Ἀρμένιον γένος ξὺν ὀκτακοσίοις Ἀρμενίοις στέλλει, Βαλεριανόν τε τὸν τῶν Ἀρμενίων στρατηγὸν ἐνθένδε ἀναστήσας ξὺν τοῖς ἑπομένοις δορυφόροις τε καὶ ὑπασπισταῖς πλέον ἢ χιλίοις οὖσιν ἐς Ἰταλίαν ἐκέλευεν ἰέναι. [4] Βῆρος οὖν πρῶτος Δρυοῦντι προσχὼν καὶ τὰς ναῦς ἐνταῦθα ἀφεὶς μένειν μὲν αὐτοῦ οὐδαμῆ ἤθελεν, οὗ δὴ καὶ τὸ Ἰωάννου στρατόπεδον ἦν, ἱππεύων δὲ ξὺν τοῖς ἀμφ̓ αὐτὸν πρόσθεν ᾔει. [5] ἦν γὰρ οὗτος ἀνὴρ οὐ κατεσπουδασμένος, ἀλλὰ μέθης νόσῳ ἀνειμένος ἐκ τοῦ ἐπὶ πλεῖστον, καὶ ἀπ̓ αὐτοῦ θράσει ἀπερισκέπτῳ ἐς ἀεὶ εἴχετο. [6] ἐπεὶ δὲ ἄγχιστά πη πόλεως Βρεντεσίου ἀφίκοντο, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἔμενον. Ἅπερ ὁ Τουτίλας μαθὼν ‘Ὁ Βῆρος δυοῖν’ ἔφη ‘τὸ ἕτερον: ἢ δυνάμει μεγάλῃ χρῆται, ἢ ἀνοίᾳ πολλῇ ἔχεται. [7] ἴωμεν τοίνυν ἐπ̓ αὐτὸν αὐτίκα δὴ μάλα, ὅπως ἢ τῆς δυνάμεως ἀποπειρασώμεθα τοῦ ἀνθρώπου, ἢ τῆς ἀνοίας ἐκεῖνος τῆς αὑτοῦ [8] αἴσθηται.’ ὁ μὲν οὖν Τουτίλας ταῦτα εἰπὼν στρατῷ πολλῷ ἐπ̓ αὐτὸν ᾔει, Ἔρουλοι δὲ παρόντας ἤδη κατιδόντες τοὺς πολεμίους κατέφυγον ἐς ὕλην τινὰ ἐγγύς πη οὖσαν. [9] κυκλώσαντές τε αὐτοὺς οἱ πολέμιοι πλέον μὲν ἢ διακοσίους διέφθειραν, ἔμελλον δὲ Βῆρόν τε αὐτὸν καὶ τοὺς λειπομένους ἐς τὰς ἀκάνθας κρυπτομένους χειρώσασθαι, ἀλλὰ τύχη τις αὐτοῖς ξυμβᾶσα διεσώσατο ἐκ τοῦ παραδόξου. [10] νῆες γὰρ ἐν αἷς ὅ τε Οὐαράζης καὶ οἱ ξὺν αὐτῷ Ἀρμένιοι ἔπλεον, ἄφνω ἐς τὴν ἐκείνῃ ἀκτὴν κατῆραν. ὅπερ ἐπεὶ ὁ Τουτίλας εἶδε, πλείονα ἤπερ ἦν ὑποτοπάζων εἶναι τὸν τῶν πολεμίων στρατὸν ἄρας αὐτίκα ἐνθένδε ἀπήλαυνεν, οἵ τε ἀμφὶ τὸν Βῆρον ἄσμενοι ἐς τὰς ναῦς δρόμῳ ἀφίκοντο. [11] ὅ τε Οὐαράζης πλεῖν μὲν ἐπίπροσθεν οὐκέτι ἔγνω, ἐς δὲ τὸν Τάραντα ξὺν αὐτοῖς ἦλθεν, οὗ δὴ καὶ Ἰωάννης ὁ Βιταλιανοῦ παντὶ τῷ στρατῷ ἀφίκετο οὐ πολλῷ ὕστερον. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε. [12] Βελισαρίῳ δὲ βασιλεὺς ἔγραψεν ὅτι δὴ πολλὴν αὐτῷ στρατιὰν πέμψειεν, οἷσπερ αὐτὸν δεῖν ἐν Καλαβρίᾳ ξυμμίξαντα τοῖς πολεμίοις ὁμόσε ἰέναι. [13] ἤδη δὲ καὶ Βαλεριανὸς ἄγχιστα κόλπου τοῦ Ἰονίου ἥκων διαπορθμεύσασθαι μὲν ᾤετό οἱ ἔν γε τῷ παρόντι ἀξύμφορον εἶναι. [14] στρατιώταις τε γὰρ καὶ ἵπποις ἐς ἐκεῖνο τοῦ καιροῦ τὰ ἐπιτήδεια οὐκ ἂν ἐπαρκέσειν, ἐπεὶ ἀμφὶ τροπὰς χειμερινὰς ἦν. [15] τριακοσίους δὲ τῶν αὐτῷ ἑπομένων Ἰωάννῃ πέμψας ὡμολόγησε διαχειμάσας ἅμα ἦρι ἀρχομένῳ καὶ αὐτὸς ἥξειν. [16] Βελισάριος οὖν ἐπειδὴ τὰ βασιλέως ἀνελέξατο γράμματα, ἐνακοσίους ἀριστίνδην ἀπολεξάμενος, ἱππεῖς μὲν ἑπτακοσίους, πεζοὺς δὲ διακοσίους, τούς τε λοιποὺς ἅπαντας ἐς φυλακὴν τῆς ἐκείνῃ χώρας καταστησάμενος, ἄρχοντά τε αὐτοῖς Κόνωνα ἐπιστήσας ἐπὶ Σικελίας αὐτίκα ἔπλει. [17] ἔνθεν τε ἀνηγάγετο. καταίρειν διανοούμενος ἐς τὸν Ταραντηνῶν λιμένα, ἐν ἀριστερᾷ ἔχων τὸν Σκύλαιον καλούμενον χῶρον, ἐφ̓ οὗ δὴ τὴν Σκύλλαν οἱ ποιηταὶ γεγενῆσθαί φασιν, οὐχ ὅτι ταύτῃ πη τὸ θηριῶδες γύναιον, ὥσπερ ἐκεῖνοι λέγουσιν, ἦν, ἀλλ̓ ὅτι σκυλάκων μέγα τι χρῆμα, οὕσπερ κυνίσκους τανῦν καλοῦσιν, ἐνταῦθα τοῦ πορθμοῦ ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ξυμβαίνει εἶναι. [18] τὰ γὰρ ὀνόματα τοῖς πράγμασιν ἀρχὴν μὲν εἰκότα ἐς ἀεὶ γίνεται, ἡ δὲ φήμη αὐτὰ π�
�ριαγαγοῦσα ἐς ἄλλους ἀνθρώπους τινὰς δόξας οὐκ ὀρθὰς ἀγνοίᾳ τῶν ἀληθινῶν ἐνταῦθα ποιεῖται. [19] καὶ προϊὼν οὕτως ὁ χρόνος ἰσχυρὸς μέν τις δημιουργὸς αὐτίκα τοῦ μύθου καθίσταται, μάρτυρας δὲ τῶν οὐ γεγονότων τοὺς ποιητὰς ἐξουσίᾳ τῆς τέχνης, ὡς τὸ εἰκός, ἑταιρίζεται. ταῦτά τοι ἐκ παλαιοῦ μὲν ὠνόμασαν ἐπιχώριοι Κυνὸς Κεφαλὴν ἄκραν τὴν μίαν Κερκύρας τῆς νήσου ἣ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν, ἄλλοι δὲ ἀπ̓ αὐτοῦ κυνοκεφάλους τινὰς εἶναι βούλονται τοὺς τῇδε ἀνθρώπους. [20] ἀλλὰ καὶ Λυκοκρανίτας καλοῦσι τῶν Πισιδῶν τινας, οὐχ ὅτι λύκων κεφαλὰς ἔχουσιν, ἀλλ̓ ὅτι Λύκου Κράνος τὸ ὄρος ἐκλήθη ὃ ταύτῃ ἀνέχει. ἀλλὰ ταῦτα μὲν ὅπη ἑκάστῳ βουλομένῳ εἴη ταύτῃ δοκείτω τε καὶ λεγέσθω. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.

 

‹ Prev