Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 241
Delphi Complete Works of Procopius Page 241

by Procopius of Caesarea


  Ὕστερον δὲ Γότθοι τῷ Ῥηγίνων προσέβαλον ὀχυρώματι, οἱ δὲ πολιορκούμενοι καρτερώτατα σφᾶς ἀμυνόμενοι ἀπεκρούοντο, ἔργα τε ὁ Θουριμοὺθ ἐπεδείκνυτο ἀεὶ ἐς αὐτοὺς ἀρετῆς ἄξια. [2] γνοὺς δὲ ὁ Τουτίλας ἐνδεῖν τοῖς πολιορκουμένοις τὰ ἐπιτήδεια, μοῖραν μὲν τοῦ στρατοῦ αὐτοῦ εἴασε φυλακῆς ἕνεκα, ὅπως δὴ οἱ πολέμιοι μηδὲν μὲν τοῦ λοιποῦ ἐσκομίζωνται, ἀπορίᾳ δὲ τῶν ἀναγκαίων σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον Γότθοις ἐνδώσουσιν: αὐτὸς δὲ τῷ ἄλλῳ στρατῷ ἐς Σικελίαν διαπορθμευσάμενος τῷ Μεσηνῶν προσέβαλε τείχει. [3] καί οἱ Δομνεντίολος ὁ Βούζου ἀδελφιδοῦς, ὅσπερ τῶν τῇδε Ῥωμαίων ἦρχεν, ὑπαντιάσας τε πρὸ τοῦ περιβόλου καὶ ἐς χεῖρας ἐλθὼν οὐκ ἔλασσον ἔσχεν. [4] αὖθις δὲ ἐν τῇ πόλει γενόμενος φυλακῆς τε τῆς ἐνταῦθα ἐπιμελούμενος ἡσυχίαν ἦγε. Γότθοι δέ, μηδενὸς σφίσιν ἐπεξιόντος, ἐληΐσαντο Σικελίαν σχεδόν τι ὅλην. [5] Ῥωμαῖοι δὲ οἱ ἐν Ῥηγίῳ πολιορκούμενοι, ὧν δὴ Θουριμούθ τε καὶ Ἱμέριος ἦρχον, ὥσπερ μοι εἴρηται, τὰ γὰρ ἀναγκαῖα σφᾶς παντάπασιν ἐπελελοίπει, αὑτούς τε καὶ τὸ φρούριον ὁμολογίᾳ τοῖς πολεμίοις ἐνέδοσαν. [6] Ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσε, στόλον τε ἀγείρας νηῶν καὶ στράτευμα λόγου ἄξιον ἐκ καταλόγων πεζῶν ἐν τῷ στόλῳ τούτῳ ἐνθέμενος, ἄρχοντά τε Λιβέριον αὐτοῖς ἐπιστήσας, πλεῖν κατὰ τάχος ἐπὶ Σικελίας ἐκέλευσε, καὶ τὴν νῆσον διασώσασθαι δυνάμει τῇ πάσῃ. [7] ἀλλά οἱ ἄρχοντα τοῦ στόλου καταστησαμένῳ Λιβέριον αὐτίκα δὴ μάλα μετέμελεν: ἦν γὰρ ἐσχατογέρων τε ὁ ἀνὴρ μάλιστα καὶ ἀμελέτητος πολεμέων ἔργων. [8] Ἀρταβάνῃ τε ἀφεὶς τὰ ἐς αὐτὸν ἐγκλήματα πάντα καὶ στρατηγὸν καταλόγων τῶν ἐπὶ Θρᾴκης καταστησάμενος ἐς Σικελίαν εὐθὺς ἔπεμψε, στράτευμα μὲν οὐ πολὺ παρασχόμενος, ἐπιστείλας δὲ τὸν ξὺν τῷ Λιβερίῳ παραλαβεῖν στόλον, ἐπεὶ Λιβέριον ἐς Βυζάντιον μετεπέμπετο. [9] αὐτοκράτορα δὲ τοῦ πρὸς Τουτίλαν τε καὶ Γότθους πολέμου Γερμανὸν κατεστήσατο τὸν αὑτοῦ ἀνεψιόν. ᾧ δὴ στράτευμα μὲν οὐ πολὺ ἔδωκε, χρήματα δὲ λόγου ἄξια παρασχόμενος στρατιὰν ἐπέστελλεν ἔκ τε Θρᾳκῶν καὶ Ἰλλυριῶν ἀξιολογωτάτην ἀγείραντι οὕτω δὴ στέλλεσθαι σπουδῇ ἐς τὴν Ἰταλίαν πολλῇ. [10] καί οἱ Φιλημούθ τε τὸν Ἔρουλον ξὺν τοῖς ἑπομένοις καὶ Ἰωάννην τὸν αὐτοῦ μὲν Γερμανοῦ κηδεστήν, Βιταλιανοῦ δὲ ἀδελφιδοῦν ῾στρατηγὸς γὰρ ὢν τῶν ἐν Ἰλλυριοῖς καταλόγων διατριβὴν ἐνταῦθα εἶχἐ ξὺν αὑτῷ ἐς τὴν Ἰταλίαν ἐπαγαγέσθαι ἐπήγγελλε. [11] Τότε δὴ Γερμανὸν φιλοτιμία πολλή τις ἔσχε Γότθων τὴν ἐπικράτησιν ἀναδήσασθαι, ὅπως οἱ Λιβύην τε καὶ Ἰταλίαν ἀνασώσασθαι περιέσται τῇ Ῥωμαίων ἀρχῇ. [12] Στότζα γὰρ τετυραννηκότος ἔν γε Λιβύῃ τὰ πρότερα καὶ τὸ Λιβύης κράτος βεβαιότατα ἤδη ἔχοντος αὐτὸς ἐκ βασιλέως σταλεὶς καὶ μάχῃ τοὺς στασιώτας παρὰ δόξαν νικήσας τήν τε τυραννίδα κατέπαυσε καὶ Λιβύην αὖθις ἀνεσώσατο τῇ Ῥωμαίων ἀρχῇ, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. [13] καὶ νῦν δὲ τῶν Ἰταλίας πραγμάτων ἐς τοῦτο τύχης ἐληλακότων ἐς ὅ μοι ἔναγχος δεδιήγηται, μέγα δὴ ἐνθένδε περιβαλέσθαι κλέος ἐβούλετο ἅτε δὴ καὶ αὐτὴν ἰσχύσας βασιλεῖ ἀνασώσασθαι. [14] καὶ πρῶτα μὲν ῾ἐτετελευτήκει γάρ οἱ πολλῷ πρότερον ἡ γυνὴ Πασσάρα ὄνομἀ Ματασοῦνθαν ἐν γαμετῆς ἐποιήσατο λόγῳ, τὴν Ἀμαλασούνθης τῆς Θευδερίχου θυγατρὸς παῖδα, Οὐιττίγιδος ἤδη ἐξ ἀνθρώπων ἀφανισθέντος. [15] ἤλπιζε γάρ, ἢν ξὺν αὐτῷ ἐν τῷ στρατοπέδῳ ἡ γυνὴ εἴη, αἰσχύνεσθαι, ὡς τὸ εἰκός, Γότθους ὅπλα ἐπ̓ αὐτὴν ἀνελέσθαι, ἀναμνησθέντας τῆς Θευδερίχου τε καὶ Ἀταλαρίχου ἀρχῆς. [16] ἔπειτα δὲ χρήματα μεγάλα τὰ μὲν ἐκ βασιλέως, τὰ δὲ πλείω οἴκοθεν οὐδεμιᾷ φειδοῖ προϊέμενος στρατιὰν ἐκ τοῦ ἀπροσδοκήτου πολλὴν ἀνδρῶν μαχιμωτάτων ἀγεῖραι δἰ ὀλίγου εὐπετῶς ἴσχυσε. [17] Ῥωμαῖοί τε γάρ, ἄνδρες ἀγαθοὶ τὰ πολέμια, τῶν ἀρχόντων πολλοὺς ὧν δὴ δορυφόροι τε καὶ ὑπασπισταὶ ἦσαν, ἐν ὀλιγωρίᾳ πεποιημένοι, Γερμανῷ εἵποντο, ἔκ τε Βυζαντίου καὶ τῶν ἐπὶ Θρᾴκης χωρίων καὶ Ἰλλυριῶν οὐδέν τι ἧσσον, Ἰουστίνου τε καὶ Ἰουστινιανοῦ, τῶν αὐτοῦ παίδων, πολλὴν ἐνδειξαμένων περὶ ταῦτα σπουδήν, [18] ἐπεὶ καὶ αὐτοὺς ἐπαγαγόμενος ἀπιὼν ᾤχετο. τινὰς δὲ καὶ ἐκ καταλόγων ἱππικῶν οἳ ἐπὶ τῆς Θρᾴκης ἵδρυντο, δόντος βασιλέως, ξυνέλεξε. [19] καὶ βάρβαροι πολλοὶ οἵπερ ἀμφὶ ποταμὸν Ἴστρον διατριβὴν εἶχον, κατὰ κλέος τοῦ Γερμανοῦ ἥκοντες καὶ χρήματα πολλὰ κεκομισμένοι, [20] ἀνεμίγνυντο τῷ Ῥωμαίων στρατῷ. ἄλλοι τε βάρβαροι ἐκ πάσης ἀγειρόμενοι ξυνέρρεον γῆς. καὶ ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος ὁπλίτας χιλίους ἐν παρασκευῇ πεποιημένος αὐτίκα δὴ μάλα ὑπέσχετο πέμψειν. [21] Τούτων δὴ καὶ πλειοτέρων ἐς τὴν Ἰταλίαν ἀγγελλομένων, οἷα δὴ ἐξεργάζεσθαι εἴωθεν ἐς τὰ ἀνθρώπεια προϊοῦσα ἡ φήμη, Γότθοι ἅμα μὲν ἔδεισαν, ἅμα δὲ καὶ ἐν ἀπόρῳ ἐγένοντο, εἰ σφίσιν ἐς γένος τὸ Θευδερίχου πολεμητέα εἴη. [22] στρατιῶται δὲ Ῥωμαίων, ὅσοι Γότθοις ἐτύγχανον ἀκούσιοι ξυστρατεύοντες, ἄγγελον πέμψαντες Γερμανῷ σημαίνειν ἐκέλευον ὡς, ἐπειδὰν τάχιστα ἐν Ἰταλίᾳ γενόμενον αὐτὸν ἴδοιεν, ἐνστρατοπεδευομένην τε τὴν αὐτοῦ στρατιάν, καὶ αὐτοὶ οὐδέν τι μελλήσαντες ξὺν ἐκείνοις τετάξ�
�νται πάντως. [23] οἷς δὴ ἅπασι θαρσήσαντες οἱ τοῦ βασιλέως στρατοῦ ἔν τε Ῥαβέννῃ καὶ εἴ που ἄλλη πόλις σφίσι λελεῖφθαι τετύχηκεν, εὐέλπιδες ἰσχυρότατα γεγενημένοι, τὰ χωρία βασιλεῖ ἐς τὸ ἀκριβὲς φυλάσσειν ἠξίουν. [24] ἀλλὰ καὶ ὅσοι ξὺν τῷ Βήρῳ τὰ πρότερα ἢ ἄλλοις τισὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθόντες ἡσσημένοι τε τῶν ἐναντίων ἐν τῇ ξυμβολῇ διέφυγόν τε καὶ σκεδαννύμενοι περιῄεσαν, ὅπη ἑκάστῳ τετύχηκεν, ἐπειδὴ ὁδῷ ἰέναι Γερμανὸν ἤκουσαν, ἀθρόοι ἐν Ἰστρίᾳ γεγενημένοι, ἐνταῦθά τε τὸ στράτευμα τοῦτο προσδεχόμενοι, ἡσυχῆ ἔμενον. [25] Τότε δὴ ὁ Τουτίλας, ἡμέρα γὰρ ἡ ξυγκειμένη αὐτῷ τε καὶ Διογένει ἀμφὶ Κεντουκέλλαις εἱστήκει, πέμψας παῤ αὐτὸν ἐκέλευέν οἱ κατὰ τὰ ξυγκείμενα τὴν πόλιν ἐνδοῦναι. [26] Διογένης δὲ τούτου δὴ κύριος ἔφασκεν αὐτὸς οὐκέτι εἶναι: ἀκηκοέναι γὰρ αὐτοκράτορα τοῦδε τοῦ πολέμου τὸν Γερμανὸν καταστῆναί τε καὶ ξὺν τῷ στρατῷ οὐκ ἄποθεν εἶναι. [27] τῶν δὲ ὁμήρων βουλομένῳ οἱ αὐτῷ εἶναι τοὺς μὲν σφετέρους ἀπολαβεῖν, τοὺς δὲ πρὸς Γότθων σφίσι δεδομένους ἀποτιννύναι. [28] τούς τε σταλέντας ἀποπεμψάμενος τοῦ τῆς πόλεως φυλακτηρίου ἐπεμελεῖτο, Γερμανόν τε καὶ τὸ ξὺν αὐτῷ καραδοκῶν στράτευμα. [29] ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε, καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

  Γερμανοῦ δὲ τὸ στράτευμα ἐν Σαρδικῇ, τῇ Ἰλλυριῶν πόλει, ἀγείραντός τε καὶ διέποντος, ἅπαντά τε ἰσχυρότατα ἐξαρτυομένου τὰ ἐς τὴν τοῦ πολέμου παρασκευήν, Σκλαβηνῶν ὅμιλος ὅσος οὔπω πρότερον ἀφίκετο ἐς Ῥωμαίων τὴν γῆν: Ἴστρον τε ποταμὸν διαβάντες ἀμφὶ Νάϊσον ἦλθον. [2] ὧν δὴ ὀλίγους τινὰς ἀποσκεδασθέντας μὲν τοῦ στρατοπέδου, πλανωμένους δὲ καὶ κατὰ μόνας περιιόντας τὰ ἐκείνῃ χωρία τῶν τινὲς Ῥωμαίων καταλαβόντες τε καὶ ξυνδήσαντες ἀνεπυνθάνοντο ὅτου δὴ ἕνεκα οὗτος δὴ ὁ τῶν Σκλαβηνῶν στρατὸς καὶ ὅ τι κατεργασόμενοι διέβησαν ποταμὸν Ἴστρον. [3] οἱ δὲ ἰσχυρίσαντο ὡς Θεσσαλονίκην τε αὐτὴν καὶ πόλεις τὰς ἀμφ̓ αὐτὴν πολιορκίᾳ ἐξαιρήσοντες ἥκοιεν. ἅπερ ἐπεὶ βασιλεὺς ἤκουσεν, ἄγαν τε ξυνεταράχθη καὶ πρὸς Γερμανὸν εὐθὺς ἔγραψεν, ὁδὸν μὲν ἐν τῷ παραυτίκα τὴν ἐπὶ Ἰταλίαν ἀναβαλέσθαι, Θεσσαλονίκῃ δὲ καὶ πόλεσι ταῖς ἄλλαις ἀμῦναι, καὶ τὴν Σκλαβηνῶν ἔφοδον ὅση δύναμις ἀποκρούσασθαι. καὶ Γερμανὸς μὲν ἀμφὶ ταῦτα διατριβὴν εἶχε. [4] Σκλαβηνοὶ δὲ γνόντες διαρρήδην πρὸς τῶν αἰχμαλώτων Γερμανὸν ἐν Σαρδικῇ εἶναι ἐς δέος ἦλθον: [5] μέγα γὰρ ὄνομα ἐς τούτους δὴ τοὺς βαρβάρους ὁ Γερμανὸς εἶχεν ἐξ αἰτίας τοιᾶσδε. ἡνίκα Ἰουστινιανὸς ὁ Γερμανοῦ θεῖος τὴν βασι: λείαν εἷχεν, Ἄνται, οἳ Σκλαβηνῶν ἄγχιστα ᾤκηνται, Ἴστρον ποταμὸν διαβάντες στρατῷ μεγάλῳ ἐσέβαλον ἐς Ῥωμαίων τὴν γῆν. [6] ἐτύγχανε δὲ Γερμανὸν βασιλεὺς Θρᾴκης ὅλης στρατηγὸν καταστησάμενος οὐ πολλῷ πρότερον. ὃς δὴ ἐς χεῖρας ἐλθὼν τῷ τῶν πολεμίων στρατῷ κατὰ κράτος τε μάχῃ νικήσας σχεδόν τι ἅπαντας ἔκτεινε, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ό Γερμανὸς ἐς πάντας ἀνθρώπους καὶ διαφερόντως ἐς τούτους δὴ τοὺς βαρβάρους περιεβάλετο. [7] δειμαίνοντες οὖν αὐτόν, ὥσπερ μοι εἴρηται, Σκλαβηνοί, ἅμα δὲ καὶ δύναμιν ἀξιολογωτάτην αὐτὸν ἐπάγεσθαι οἰόμενοι ἅτε πρὸς βασιλέως στελλόμενον ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὁδοῦ μὲν εὐθὺς τῆς ἐπὶ Θεσσαλονίκην ἀπέσχοντο, ἐς δὲ τὸ πεδίον καταβῆναι οὐκέτι ἐτόλμων, ἀλλὰ ξύμπαντα τὰ ὄρη τὰ Ἰλλυριῶν διαμείψαντες ἐν Δαλματίᾳ ἐγένοντο. [8] ὧν δὴ ὁ Γερμανὸς ἀφροντιστήσας πάσῃ ἐπήγγελλε τῇ στρατιᾷ ξυσκευάζεσθαι, ὡς ἡμέραιν δυοῖν ὕστερον ὁδοῦ ἐνθένδε τῆς ἐπὶ τὴν Ἰταλίαν ἀρξόμενος. [9] Ἀλλά τις αὐτῷ ξυνέπεσε τύχη νοσήσαντι ἐξαπιναίως τὸν βίον διαμετρήσασθαι. εὐθυωρόν τε ὁ Γερμανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, ἀνὴρ ἀνδρεῖός τε καὶ δραστήριος ἐς τὰ μάλιστα, ἐν μὲν τῷ πολέμῳ στρατηγός τε ἄριστος καὶ αὐτουργὸς δεξιός, ἐν δὲ εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασι τά τε νόμιμα καὶ τὸν τῆς πολιτείας κόσμον βεβαιότατα φυλάσσειν ἐξεπιστάμενος, δικάσας μὲν ὀρθότατα πάντων μάλιστα, χρήματα δὲ τοῖς δεομένοις ἅπασι δεδανεικὼς μεγάλα καὶ τόκον οὐδ̓ ὅσον λόγῳ κεκομισμένος πρὸς αὐτῶν πώποτε, ἐν Παλατίῳ μὲν καὶ τῇ ἀγορᾷ ἐμβριθέστατός τε καὶ σοβαρὸς ἄγαν, ἑστιάτωρ δὲ καθ̓ ἡμέραν οἴκοι ἡδύς τε καὶ ἐλευθέριος καὶ ἐπίχαρις, οὐδέ τι ἐν Παλατίῳ ἁμαρτάνεσθαι παρὰ τὰ εἰωθότα ὅση δύναμις ξυγχωρῶν, οὐδὲ στασιώταις τοῖς ἐν Βυζαντίῳ τῆς βουλήσεως ἢ τῆς ὁμιλίας μεταλαχὼν πώποτε, καίπερ καὶ τῶν ἐν δυνάμει πολλῶν ἐς τοῦτο ἀτοπίας ἐληλακότων. ταῦτα μὲν οὖν τῇδε κεχώρηκε. [10] Βασιλεὺς δὲ τοῖς ξυμπεσοῦσι περιώδυνος γεγονὼς Ἰωάννην ἐκέλευε, τὸν Βιταλιανοῦ μὲν ἀδελφιδοῦν. Γερμανοῦ δὲ γαμβρόν, ξὺν Ἰουστινιανῷ θατέρῳ τοῖν Γερμανοῦ παίδοιν τῷ στρατῷ τούτῳ ἐς τὴν Ἰταλίαν ἡγήσασθαι. [11] καὶ οἱ μὲν τὴν ἐπὶ Δαλματίας ᾔεσαν, ὡς ἐν Σάλωσι διαχειμάσοντες, ἐπεὶ ἀδύνατα σφίσιν ᾤοντο εἶναι τηνικάδε τοῦ καιροῦ περιιοῦσι τὴν τοῦ κόλπου περίοδον ἐς Ἰταλίαν κομίζεσθαι: διαπορθμεύεσθαι γὰρ νηῶν σφίσιν οὐ παρουσῶν ἀμήχανα ἦν. [12] Λιβέριος δέ, οὔπω τι πεπ�
�σμένος ὧνπερ βασιλεῖ ἀμφὶ τῷ στόλῳ τούτῳ μετέμελε, Συρακούσαις προσέσχε πολιορκουμέναις πρὸς τῶν πολεμίων. [13] βιασάμενός τε τοὺς ταύτῃ βαρβάρους ἔς τε τὸν λιμένα κατῆρε καὶ παντὶ τῷ στόλῳ ἐντὸς τοῦ περιβόλου ἐγένετο. καὶ [14] Ἀρταβάνης δὲ οὐ πολλῷ ὕστερον ἐν Κεφαλωνίᾳ γενόμενος, ἐπειδὴ τοὺς ἀμφὶ Λιβέριον ἤδη ἐνθένδε ἀναχθέντας ἐπὶ Σικελίας κεχωρηκέναι ἔγνω, ἄρας ἐνθένδε πέλαγος αὐτίκα τὸ Ἀδριατικὸν καλούμενον διέβη. [15] ἐπεὶ δὲ Καλαβρῶν ἀγχοῦ ἐγένετο, χειμῶνός οἱ ἐξαισίου ἐπιπεσόντος καὶ τοῦ πνεύματος σκληροῦ τε ὑπεράγαν ὄντος καὶ ἀπ̓ ἐναντίας σφίσιν ἰόντος, οὕτως ἁπάσας διασκεδάννυσθαι τὰς ναῦς ξυνηνέχθη, ὡς δοκεῖν ὅτι δὴ αἱ πολλαὶ ἐς τὴν Καλαβρίαν ἐξενεχθεῖσαι ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. [16] οὐκ ἦν δὲ οὕτως, ἀλλὰ πρὸς τοῦ πνεύματος ξὺν βίᾳ πολλῇ διωθούμεναι ἀνέστρεφόν τε βιαζόμεναι ὑπερφυῶς καὶ αὖθις ἐν Πελοποννήσῳ ἐγένοντο. καὶ ταῖς ἄλλαις δέ, ὅπη παρατύχῃ, ἢ διεφθάρθαι ἢ διασεσῶσθαι τετύχηκε. [17] ναῦς δὲ μία, ἐν ᾗ ἔπλει Ἀρταβάνης αὐτός, τοῦ ἱστοῦ οἱ ἐν τῷ σάλῳ τούτῳ ἀποκοπέντος, ἐς τοσόνδε κινδύνου ἐλθοῦσα, πρός τε τοῦ ῥοθίου φερομένη καὶ τῷ κλύδωνι ἐπισπομένη Μελίτῃ προσέσχε τῇ νήσῳ. οὕτω μὲν Ἀρταβάνην διασεσῶσθαι ἐκ τοῦ ἀπροσδοκήτου ξυνέπεσε. [18] Λιβέριος δὲ οὔτε τοῖς πολιορκοῦσιν ἐπεξιέναι ἢ μάχῃ πρὸς αὐτοὺς οἷός τε ὢν διακρίνεσθαι, καὶ τῶν ἐπιτηδείων σφίσιν ἅτε πολλοῖς οὖσιν ἐς πλείω χρόνον οὐδαμῆ διαρκούντων, ἄρας ἐνθένδε ξὺν τοῖς ἑπομένοις καὶ τοὺς πολεμίους λαθὼν ἐς Πάνορμον ἀπεχώρησε. [19] Τουτίλας δὲ καὶ Γότθοι σχεδόν τι ἅπαντα ληϊσάμενοι τὰ ἐπὶ Σικελίας χωρία ἵππων μὲν ἐπαγόμενοι καὶ ζῴων ἄλλων μέγα τι χρῆμα, σῖτον δὲ καὶ τοὺς ἄλλους καρποὺς ἅπαντας ἐκ τῆς νήσου μετενεγκόντες καὶ πάντα τὰ χρήματα, μεγάλα κομιδῆ ὄντα, ἐν τοῖς πλοίοις ἐνθέμενοι, τήν τε νῆσον ἐξαπιναίως ἐξέλιπον καὶ ἐς τὴν Ἰταλίαν ἀνέστρεφον, τρόπῳ ὁρμώμενοι τοιῷδε. [20] τῶν τινὰ Ῥωμαίων, Σπῖνον ὄνομα, ἐκ Σπολιτίου ὁρμώμενόν οἱ αὐτῷ πάρεδρον οὐ πολλῷ πρότερον καταστησάμενος Τουτίλας ἔτυχεν. [21] οὗτος ἀνὴρ ἐν πόλει Κατάνῃ, ἀτειχίστῳ οὔσῃ, διατριβὴν εἶχε. τύχη τέ τις αὐτῷ ξυνέβη ὑπὸ τοῖς πολεμίοις ἐνταῦθα γενέσθαι. [22] ὃν δὴ ῥύεσθαι ὁ Τουτίλας ἐπειγόμενος τῶν τινὰ ἐπιφανῶν γυναῖκα, αἰχμάλωτον οὖσαν, ἀφεῖναι Ῥωμαίοις ἀντ̓ αὐτοῦ ἤθελε. [23] γυναῖκα δὲ Ῥωμαῖοι οὐδαμῆ ἐδικαίουν ἀνταλλάξασθαι ἀνδρὸς τὴν τοῦ καλουμένου κοιαίστωρος ἀρχὴν ἔχοντος. [24] δείσας οὖν ὁ ἀνὴρ μὴ παρὰ τοῖς πολεμίοις διαφθαρείη, ὡμολόγησε Ῥωμαίοις αυτ̣̣̔̓κα Τουτίλαν ἀναπείσειν Σικελίας μὲν ἀπανίστασθαι, παντὶ δὲ τῷ Γότθων στρατῷ ἐς Ἰταλίαν διαπορθμεύσασθαι. [25] καὶ οἱ μὲν ὅρκοις αὐτὸν σφίσιν ἀμφὶ ταύτῃ τῇ ὁμολογίᾳ καταληφθέντα Γότθοις ἀπέσοσαν, ἀντ̓ αὐτοῦ τὴν γυναῖκα κεκομισμένοι. [26] ὁ δὲ Τουτίλᾳ ἐς ὄψιν ἥκων οὐκ ἐπὶ τῷ σφετέρῳ ξυμφόρῳ Γότθους ἔφασκε Σικελίαν ληϊσαμένους σχεδόν τι ὅλην ὀλίγων τινῶν φρουρίων διατριβὴν ἐνταῦθα ἔχειν. [27] ἔναγχος γὰρ ἰσχυρίζετο ἀκηκοέναι, ἡνίκα παρὰ τοῖς πολεμίοις ἐτύγχανεν ὤν, Γερμανὸν μὲν τὸν βασιλέως ἀνεψιὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι, Ἰωάννην δὲ τὸν αὐτοῦ κηδεστὴν καὶ Ἰουστινιανὸν τὸν αὐτοῦ παῖδα παντὶ τῷ πρὸς Γερμανοῦ συλλεγέντι στρατῷ εἶναι μὲν ἤδη ἐν Δαλματίᾳ, εὐθὺ δὲ Λιγουρίας αὐτίκα δὴ μάλα ξυσκευαζομένους ἐνθένδε χωρήσειν, ἐφ̓ ᾧ δὴ Γότθων ἐξ ἐπιδρομῆς παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσουσι καὶ χρήματα ληΐσονται πάντα, οἷσπερ ἡμᾶς ὑπαντιάζειν ἄμεινον ἂν εἴη ἐν τῷ ἀσφαλεῖ ξὺν τοῖς οἰκείοις διαχειμάζοντας. [28] ἢν γὰρ ἐκείνων περιεσόμεθα, Σικελίας αὖθις ἅμα ἦρι ἀρχομένῳ παρέσται ἡμῖν ἀδεέστερον ἐπιβήσεσθαι πολέμιον οὐδὲν ἐν νῷ ἔχουσι. [29] ταύτῃ ὁ Τουτίλας τῇ ὑποθήκῃ ἀναπεισθεὶς φρουροὺς μὲν ἐν ὀχυρώμασι τέτρασιν εἴασεν, αὐτὸς δὲ ξύμπασαν τὴν λείαν ἐπαγόμενος παντὶ τῷ ἄλλῳ στρατῷ ἐς Ἰταλίαν διεπορθμεύσατο. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. [30] Ἰωάννης δὲ καὶ ὁ βασιλέως στρατὸς ἀφικόμενοι ἐς Δαλματίαν ἐν Σάλωσι διαχειμάζειν ἔγνωσαν, ἐνθένδε μετὰ τὴν τοῦ χειμῶνος ὥραν εὐθὺ Ῥαβέννης ὁδῷ ἰέναι διανοούμενοι. [31] Σκλαβηνοὶ δέ, οἵ τε τὰ πρότερα ἐν γῇ τῇ βασιλέως γενόμενοι, ὥσπερ μοι ἔναγχος δεδιήγηται, καὶ ἄλλοι οὐ πολλῷ ὕστερον Ἴστρον ποταμὸν διαβάντες καὶ τοῖς προτέροις ἀναμιχθέντες, κατέθεον ἐν πολλῇ ἐξουσίᾳ τὴν Ῥωμαίων ἀρχήν. [32] καί τινες μὲν ἐν ὑποψίᾳ εἶχον ὡς Τουτίλας τούτους δὴ τοὺς βαρβάρους χρήμασι πολλοῖς ἀναπείσας ἐπιπέμψειε τοῖς ταύτῃ Ῥωμαίοις, ὅπως δὴ βασιλεῖ ἀδύνατα εἴη τὸν πρὸς Γότθους πόλεμον ἀσχολίᾳ τῇ ἐς τούτους δὴ τοὺς βαρβάρους εὖ διοικήσασθαι. [33] εἴτε δὲ Τουτίλᾳ χαριζόμενοι εἴτε ἄκλητοι Σκλαβηνοὶ ἐνταῦθα ἦλθον οὐκ ἔχω εἰπεῖν. ἐς τρία μέντοι τέλη σφᾶς αὐτοὺς διελόντες οἱ βάρβαροι οὗτοι ἀνήκεστα ἐν Εὐρώπῃ τῇ ὅλῃ ἔργα εἰργάσαντο, οὐκ ἐξ ἐπιδρομῆς ληϊζόμενοι τὰ ἐκείνῃ χωρία, ἀλλ̓ ὥσπερ ἐν χώρᾳ οἰκείᾳ διαχειμάζοντες οὐδέν τε δεδιότες πολέμιον. [34] ὕστερον δὲ Ἰουστινιανὸς βασιλεὺς στρατιὰν ἀξιολογωτάτην ἐπ̓ αὐτοὺς ἔπεμψεν, ἧς ἄλλοι τε καὶ Κωνσταντιανὸ
ς καὶ Ἀράτιος καὶ Ναζάρης ἡγοῦντο καὶ Ἰουστῖνος ὁ Γερμανοῦ παῖς καὶ Ἰωάννης, ὅνπερ ἐπίκλησιν ἐκάλουν Φαγᾶν. [35] ἐπιστάτην δὲ Σχολαστικὸν ἐφ̓ ἅπασι κατεστήσατο, τῶν ἐν Παλατίῳ εὐνούχων ἕνα. [36] Οὗτος ὁ στρατὸς μοῖραν τῶν βαρβάρων καταλαμβάνουσιν ἀμφὶ Ἀδριανούπολιν, ἥπερ ἐπὶ Θράκης ἐν μεσογείοις κεῖται, πέντε ἡμερῶν ὁδὸν Βυζαντίου διέχουσα. [37] καὶ πρόσω μὲν χωρεῖν οἱ βάρβαροι οὐκέτι εἶχον: λείαν γὰρ ἐπήγοντο ἀνθρωπων τε καὶ ζῴων ἄλλων καὶ πάντων χρημάτων ἀριθμοῦ κρείσσονα. [38] μένοντες δὲ αὐτοῦ ἠπείγοντο τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι, τούτου δὴ αὐτοῖς αἴσθησιν ὡς ἥκιστα παρεχόμενοι. καὶ οἱ μὲν Σκλαβηνοὶ ἐστρατοπεδεύοντο ἐς τὸ ὄρος ὃ ταύτῃ ἀνέχει, Ῥωμαῖοι δὲ ἐν τῷ πεδίῳ οὐ πολλῷ ἄποθεν. [39] χρόνου δὲ σφίσιν ἐν ταύτῃ τῇ προσεδρείᾳ τριβομένου συχνοῦ ἤσχαλλόν τε οἱ στρατιῶται καὶ δεινὰ ἐποιοῦντο, τοῖς στρατηγοῖς ἐπικαλοῦντες ὅτι δὴ αὐτοὶ τὰ ἐπιτήδεια ξύμπαντα εὔπορα ἔχοντες ἅτε τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες τοὺς στρατιώτας περιορῶσι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιεζομένους καὶ οὐ βούλονται τοῖς πολεμίοις ἐς χεῖρας ἰέναι. [40] οἶς δὴ οἱ στρατηγοὶ ἀναγκασθέντες τοῖς ἐναντίοις ξυνέμιξαν. καὶ γίνεται μὲν καρτερὰ μάχη, ἡσσῶνται δὲ κατὰ κράτος Ῥωμαῖοι. [41] ἔνθα δὴ στρατιῶται μὲν πολλοί τε καὶ ἄριστοι θνήσκουσιν, οἱ δὲ στρατηγοὶ παῤ ὀλίγον ἐλθόντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι ξὺν τοῖς καταλοίποις μόλις διαφυγόντες ἐσώθησαν, [42] ὥς πη ἑκάστῳ δυνατὰ γέγονε. καὶ Κωνσταντιανοῦ δὲ τὸ σημεῖον οἱ βάρβαροι εἷλον, τοῦ τε Ῥωμαίων στρατοῦ ἐς ὀλιγωρίαν τραπόμενοι πρόσω ἐχώρουν. [43] καὶ χώραν τὴν Ἀστικὴν καλουμένην ἐληΐζοντο κατ̓ ἐξουσίαν, ἀδῄωτον ἐκ παλαιοῦ οὖσαν, καὶ ἀπ̓ αὐτοῦ λείαν αὐτοὺς πολλήν τινα ἐνταῦθα εὑρεῖν ξυνηνέχθη: οὕτω δὲ χώραν πολλὴν ληϊζόμενοι ἄχρι ἐς τὰ μακρὰ τείχη ἀφίκοντο, ἅπερ ὀλίγῳ πλέον ἢ ἡμέρας ὁδὸν Βυζαντίου διέχει. [44] οὐ πολλῷ δὲ ὕστερον ὁ Ῥωμαίων στρατὸς τούτοις δὴ ἐπισπόμενοι τοῖς βαρβάροις, μοίρᾳ τε αὐτῶν ἐντυχόντες τινὶ καὶ ἐξαπιναίως ἐς χεῖρας ἐλθόντες ἐτρέψαντο. [45] καὶ τῶν μὲν πολεμίων πολλοὺς ἔκτειναν, Ῥωμαίων δὲ τῶν αἰχμαλώτων μέγα τι διεσώσαντο χρῆμα, τό τε Κωνσταντιανοῦ σημεῖον εὑρόντες ἀνείλοντο. οἱ δὲ λοιποὶ βάρβαροι ξὺν τῇ ἄλλῃ λείᾳ ἐπ̓ οἴκου ἀπεκομίσθησαν.

 

‹ Prev