Οὗτος τοίνυν ὁ Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν. [2] καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι Βιθυνοί τε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλα τε χωρία καὶ Ἡράκλειάν τε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ̓ αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματά τε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπη τε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τό τε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί μοι οὐ πολλῷ ὄπισθεν. [3] Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ῥιζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι. [4] Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ̓ αὐτὸ δόξης. [5] τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ῥωμαίων κατήκοοι ᾤκηνται. [6] Ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔς τε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ μέντοι Βόας καλούμενος. [7] ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπιγινομένων ὄνομα κτώμενος. [8] Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν, ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν: οἵ τε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς διαπλεῖν δύνανται. [9] κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι. [10] Μετὰ δὲ τὸ Ῥιζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ῥωμαίων τε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ ὁ τάφος ἐνταῦθα καὶ εἰς ἐμέ ἐστι. [11] μετὰ δὲ Ἀθήνας Ἄρχαβίς τε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, ἣ τοῦ Ῥιζαίου διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα. [12] αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείας τε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δἰ αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν: ὁ μὲν γὰρ ἐν ἐκείνῳ ἀπέθνησκε, τὸ δὲ ἀπ̓ αὐτοῦ ὠνομάζετο. [13] ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ. [14] τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς ἄλλοις ἅπασιν οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη. [15] Ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ̓ ἔμπαλιν ἐπὶ Φᾶσίν τε ποταμὸν καὶ τοὺς ἐνδοτάτω βαρβάρους. [16] λέγουσι μὲν οὖν ὡς κατὰ τοὺς Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος χρόνους κατάλογοι Ῥωμαίων στρατιωτῶν ἐνταῦθά τε καὶ μέχρι ἐς Λαζοὺς καὶ Σαγίνας ἵδρυντο. [17] τὰ δὲ νῦν ἄνθρωποι ἐνταῦθα οἰκοῦσιν οὔτε τοῦ Ῥωμαίων οὔτε τοῦ Λαζῶν βασιλέως κατήκοοι ὄντες, πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι. [18] καὶ αὐτοὶ ἔνσπονδοί τε καὶ φίλοι ἀμφοτέροις ἐθέλοντες εἶναι, τοὺς ἐξ ἑκατέρων παρὰ τοὺς ἑτέρους ἀεὶ στελλομένους παραπέμψειν διηνεκῶς ὡμολόγησαν: ὃ δὴ φαίνονται καὶ ἐς ἐμὲ δρῶντες. [19] ἀκάτοις γὰρ ἰδίαις τοὺς παρὰ θατέρου βασιλέως ἐς τὸν ἕτερον στελλομένους ἀγγέλους ναυτιλλόμενοι παραπέμπουσι. φόρου μέντοι ὑποτελεῖς οὐδαμῆ γεγένηνται ἐς τόδε τοῦ χρόνου. [20] τούτων δὲ τῶν χωρίων ἐν δεξιᾷ ὄρη τε λίαν ἀπότομα ἀποκρέμαται καὶ χώρα ἔρημος ἐπὶ πλεῖστον διήκει. καὶ αὐτῆς ὕπερθεν οἱ Περσαρμένιο�
� καλούμενοι ᾤκηνται, καὶ Ἀρμένιοι οἳ Ῥωμαίων κατήκοοί εἰσι μέχρι ἐς τοὺς Ἰβηρίας ὅρους διήκοντες. [21] Ἐκ δὲ Ἀψαροῦντος πόλεως ἐς Πέτραν τε πόλιν καὶ τοὺς Λαζῶν ὅρους, οὗ δὴ τελευτᾷ ὁ Εὔξεινος Πόντος, μιᾶς ἐστὶν ἡμέρας ὁδός. ἀπολήγων δὲ ὁ Πόντος ἐνταῦθα μηνοειδῆ τίθεται τὴν ἀκτήν. [22] καὶ ὁ μὲν τοῦ μηνοειδοῦς τούτου διάπλους ἐς πεντήκοντά τε καὶ πεντακοσίους μάλιστα σταδίους διήκει, τὰ δὲ αὐτοῦ ὄπισθεν ξύμπαντα Λαζική τέ ἐστι καὶ ὠνόμασται. [23] μετὰ δὲ αὐτοὺς κατὰ τὴν μεσόγαιαν Σκυμνία τε καὶ Σουανία ἐστί. ταῦτα δὲ τὰ ἔθνη Λαζῶν κατήκοα τυγχάνει ὄντα. καὶ ἄρχοντας μὲν οἱ τῇδε ἄνθρωποι τῶν ὁμογενῶν τινὰς ἔχουσιν, ἐπειδὰν δὲ τῶν ἀρχόντων τινὶ ἐπιγένηται ἡ τέλειος ἡμέρα τοῦ βίου, ἕτερον αὐτοῖς ἀντικαθίστασθαι πρὸς τοῦ Λαζῶν βασιλέως ἐς ἀεὶ εἴθισται. [24] ταύτης δὲ τῆς χώρας ἐκ πλαγίου μὲν παῤ αὐτὴν μάλιστα τὴν Ἰβηρίαν Μέσχοι Ἰβήρων ἐκ παλαιοῦ κατήκοοι ᾤκηνται, [25] τὰ οἰκία ἐν ὄρεσιν ἔχοντες. ὄρη δὲ τὰ Μέσχων οὐ σκληρὰ οὐδὲ καρπῶν ἄφορά ἐστιν, ἀλλ̓ εὐθηνοῦσιν ἀγαθοῖς ἅπασιν, ἐπεὶ καὶ οἱ Μέσχοι γεωργοὶ δεξιοὶ καὶ ἀμπελῶνες τυγχάνουσιν ἐκεῖ ὄντες. [26] ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαν τε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει: ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστί, μέχρι ἐς Περσαρμενίους διήκουσα. [27] Διὰ δὲ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει. [28] ταύτῃ τε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστί, τὰ δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται. [29] κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ῥωμαῖοι ἐνταῦθα ἐδείμαντο πρότερον. [30] κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, ἀληθιζόμενοι ἥκιστα. [31] οὐ γὰρ ἄν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ, ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, ὃ δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι. [32] ὁ μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχήν, ἣ τῆς Ἀσίας ἐστί, Πέτρα ἡ πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν Ἀψιλίων ἡ χώρα ἐστί: [33] Λαζῶν δὲ κατήκοοί εἰσι καὶ Χριστιανοὶ γεγόνασιν ἐκ παλαιοῦ οἱ Ἀψίλιοι, ὥσπερ καὶ τἄλλα ξύμπαντα ἔθνη ὧνπερ ἐμνήσθην ἐς τόδε τοῦ λόγου.
Ταύτης δὲ τῆς χώρας καθύπερθεν ὄρος τὸ Καυκάσιόν ἐστι. τοῦτο δὲ τὸ ὄρος, ὁ Καύκασος, ἐς τοσόνδε ὕψος ἀνέχει, ὥστε δὴ αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ: τῶν γὰρ νεφελῶν αὐτὰς ἁπασῶν καθυπερτέρας ξυμβαίνει εἶναι. τὰ δὲ μέσα μέχρι τῶν ἐσχάτων χιόνων ἔμπλεα διηνεκές ἐστι. [2] καὶ ἀπ̓ αὐτοῦ οἱ πρόποδες ὑψηλοὶ ἐσάγαν τυγχάνουσιν ὄντες, οὐδέν τι καταδεέστεροι τῶν ἐν τοῖς ὄρεσι τοῖς ἄλλοις σκοπέλων. [3] τῶν δὲ τοῦ Καυκασίου ὄρους προπόδων οἱ μὲν πρός τε βορρᾶν ἄνεμον καὶ ἥλιον δύοντα τετραμμένοι ἔς τε Ἰλλυριοὺς καὶ Θρᾷκας διήκουσιν, οἱ δὲ πρός τε ἀνίσχοντα ἥλιον καὶ ἄνεμον νότον ἐς τὰς διεξόδους ἐξικνοῦνται αὐτὰς αἳ τὰ τῇδε ᾠκημένα Οὐννικὰ ἔθνη ἐς γῆν τήν τε Περσῶν καὶ Ῥωμαίων ἄγουσιν. [4] ὧνπερ ἁτέρα μὲν Τζοὺρ ἐπικέκληται, ἡ δὲ δὴ ἑτέρα Πύλη ἐκ παλαιοῦ Κασπία ἐκλήθη. ταύτην δὲ τὴν χώραν ἣ ἐξ ὄρους τοῦ Καυκάσου ἄχρι ἐς τὰς Κασπίας κατατείνει Πύλας Ἀλανοὶ ἔχουσιν, αὐτόνομον ἔθνος, οἳ δὴ καὶ Πέρσαις τὰ πολλὰ ξυμμαχοῦσιν, ἐπί τε Ῥωμαίους καὶ ἄλλους πολεμίους στρατεύουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ ὄρει τῷ Καυκασίῳ ταύτῃ πη ἔχει. [5] Οὖννοι δέ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται, [6] οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι. τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ἢ ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ̓ αὐταῖς πολλοὶ εἴρηνται. [7] ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ̓ ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας
τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευήν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε. [8] ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ̓ ἐμὲ ξυνηνέχθη γενέσθαι. [9] τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται. [10] Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ῥωμαίων ἀρχήν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ῥωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον. [11] ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας ἢ τῆς Εὐρώπης ἐπιχωρίαζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω. [12] Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, [13] ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, ὁ δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο. [14] οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο: θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι. [15] πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ῥωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων. [16] τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθύς, τοῦ μὴ αὐτῶν τινὰς τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν, μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. ἥ τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο: [17] διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν. καὶ ἀπ̓ αὐτοῦ τῶν ἐν Ῥωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες. [18] Ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι. [19] τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινὰ ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. ὃ δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν, [20] καὶ τῇ τοῦ Ῥωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται. [21] τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.
Delphi Complete Works of Procopius Page 243