Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 253
Delphi Complete Works of Procopius Page 253

by Procopius of Caesarea


  Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινὲς μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ῥωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ῥωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται: [2] χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ῥωμαίων δυνατὰ εἴη. [3] ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι. [4] ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα. [5] ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι. [6] ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον. [7] οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ̓ αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ῥωμαίων τῇ γῇ. [8] τότε μὲν οὖν τά τε κατὰ τὸν πόλεμον πράγματα Ῥωμαίοις τε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε. [9] Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν. [10] ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε. [11] Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος. [12] Ῥωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ̓ ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον. [13] ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης ὁ Λαζῶν βασιλεύς. οὗτος δὲ ὁ Μήδων στρατός, τύχης αὐτῷ ξυμβάσης τινός, οὐδὲν ἄχαρι οὔτε Ῥωμαίων οὔτε Λαζῶν τινὰ ἔδρασε. [14] τὰ μὲν γὰρ πρῶτα ὁ Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι ἐπ̓ αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ. [15] καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν: ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο. [16] Ῥωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτην τε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαν τε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο. [17] διὸ δὴ οὐκ ἔχων ὁ Μερμερόης καθ̓ ὅ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπί τε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦ τε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις. [18] Ῥωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν. [19] μάχης τε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπί τε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ῥωμαίοις τε καὶ Πέρσαις ἐπέπρακτο τῇδε. [20] Τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ῥωμαίοις εὖ τε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγου τε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι. [21] ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τά τε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαν τε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳ τε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντό τε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ. [22] καὶ ἀπ̓ αὐτοῦ πολέμιον Ῥωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοις τε καὶ στάσεσιν ἔρημος ἀνθρώπων ἡ χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.

  Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μέν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον. [2] παντάπασι δὲ οὐχ οἷοί τε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι. [3] Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ̓ ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν. [4] ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισίν, τῶν δὲ Λα�
�γοβαρδῶν Αὐδουὶν ὄνομα, καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο. [5] δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ̓ αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε, μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν. [6] οἵπερ αὐτοὺς ἀνθέλκειν τε καὶ τῆς ὑπαγωγῆς ἀναχαιτίζειν ἀποπειρασάμενοι οὐδὲν ἤνυον οὔτε θωπείαις οἰκτραῖς οὔτε ἀπειλαῖς φοβεραῖς χρώμενοι. [7] Περιδεὴς οὖν γεγονὼς Αὐδουὶν ὁρῶν διασκεδαννυμένους ἀκόσμως οὕτως ῾οὐ γὰρ ᾔδει τοὺς πολεμίους τὴν ὁμοίαν κεκληρῶσθαι τύχην̓ τῶν οἱ ἑπομένων τινὰς ἐπὶ πρεσβείᾳ παρὰ τοὺς ἐναντίους εὐθὺς ἔπεμψε τὴν εἰρήνην αἰτησομένους. [8] οἵπερ, ἐπεὶ παρὰ τὸν ἄρχοντα τῶν Γηπαίδων Θορισὶν ἀφικόμενοι τὰ πρασσόμενα εἶδον, ἔκ τε τῶν ἐν σφίσιν αὐτοῖς τετυχηκότων κατενόησαν τὰ τοῖς πολεμίοις ξυνενεχθέντα καὶ τῷ Θορισὶν ἐς ὄψιν ἐλθόντες ἀνεπυνθάνοντο αὐτοῦ ὅπη ποτέ οἱ γῆς τῶν ἀρχομένων τὸ πλῆθος εἴη. [9] καὶ ὃς τῶν ξυμπεπτωκότων οὐδὲν ἀρνηθεὶς ‘Φεύγουσιν οὐδενὸς διώκοντος’ ἔφη. οἱ δὲ ὑπολαβόντες ‘Ταὐτὸ τοῦτο,’ φασί, ‘Λαγγοβάρδαι πεπόνθασιν. ἀληθιζομένῳ γάρ σοι, ὦ βασιλεῦ, οὐδέν τι τῶν ἡμετέρων ἀποκρυψόμεθα. [10] οὐκοῦν ἐπειδὴ τὰ γένη ταῦτα διολωλέναι ὡς ἥκιστα βουλομένῳ τῷ θεῷ ἐστὶ καὶ ἀπ̓ αὐτοῦ διέλυσε τὴν παράταξιν, σωτήριον ἀμφοτέροις ἐπιβαλὼν δέος, φέρε δὴ καὶ ἡμεῖς ἐπιχωρήσωμεν τῇ τοῦ θεοῦ γνώμῃ, τὸν πόλεμον καταλύοντες.’ ‘Ἔστω, γινέσθω ταῦτα,’ ὁ Θορισὶν ἔφη. δυοῖν τε οὕτως ἐνιαυτοῖν ἐκεχειρίαν πεποίηνται, [11] ὅπως μεταξὺ ἐπικηρυκευόμενοί τε καὶ παῤ ἀλλήλους ἀεὶ φοιτῶντες ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ διάφορα διαλύσωσι. τότε μὲν οὖν οὕτως ἑκάτεροι ἀνεχώρησαν. [12] Ἐν δὲ τῇ ἐκεχειρίᾳ ταύτῃ οὐχ οἷοί τε γεγενημένοι ἐς τῶν ἀντιλεγομένων τὴν διάλυσιν ἀλλήλοις ξυμβῆναι, αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον. [13] δειμαίνοντές τε Γήπαιδες τὴν Ῥωμαίων ἀρχὴν ῾ἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδαις ξυντάξονταἰ τῶν τινὰς Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο. [14] ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται Λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶνἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδας ξυνδιενεγκεῖν σφίσιν. [15] οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Χινιαλών, ἀνὴρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. [16] Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρός, ἀλλ̓ ἐνιαυτὸς ταῖς ξυνθήκαις ἔτι ἐλέλειπτο, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ῥωμαίους ἐπιβουλήν. [17] ἐπεὶ δὲ Ῥωμαῖοι τὴν διάβασιν ποταμοῦ Ἴστρου ἐς τὸ ἀκριβὲς ἔν τε Ἰλλυριοῖς καὶ τοῖς ἐπὶ Θρᾴκης χωρίοις ἐφρούρουν, αὐτοὶ τούτους δὴ τοὺς Οὔννους ἐν χώρᾳ τῇ κατ̓ αὐτοὺς διαπορθμεύσαντες ποταμὸν Ἴστρον ἐς τὰ Ῥωμαίων ἤθη ἀφίεσαν. [18] Καὶ οἱ μὲν πάντα σχεδόν τι ἐληΐσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε. πέμψας παρὰ Οὔννων τῶν Οὐτιγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα Λίμνης ᾤκηνται τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει. αὐτῶν γὰρ Κουτρίγουροι, [19] ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ῥωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ̓ ὁσημέραι καταθέουσί τε καὶ ληΐζονται αὐτοὺς οὐδενὶ λόγῳ. [20] τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες, οὐ προσποιοῦνται κακουμένους Ῥωμαίους, καίπερ αὐτοῖς φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες. [21] ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς βασιλεὺς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας δὲ ὅσων δώρων καὶ προτερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι. [22] Οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν. [23] ἦρχε δὲ αὐτῶν Σανδίλ, ἀνὴρ ξυνετώτατος μὲν καὶ πολέμων πολλῶν ἔμπειρος, ἐς ἀλκὴν δὲ καὶ ἀνδρίαν ἱκανῶς πεφυκώς. [24] ἐπεὶ δὲ τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον. ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη ἐγεγόνει, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν. ὀλίγοι δέ τινες φεύγοντες, ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ̓ οἴκου ἀπεκομίσθησαν.

 

‹ Prev