Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 260
Delphi Complete Works of Procopius Page 260

by Procopius of Caesarea


  Τῷ μὲν οὖν Ῥωμαίων στρατῷ τά γε ἀμφὶ τῇ πορείᾳ ταύτῃ πη εἶχε. Τουτίλας δὲ πεπυσμένος ἤδη τὰ ἐν Βενετίαις ξυνενεχθέντα Τεΐαν μὲν τὰ πρῶτα καὶ τὴν ξὺν αὐτῷ στρατιὰν προσδεχόμενος ἐν τοῖς ἐπὶ Ῥώμης χωρίοις ἡσυχῆ ἔμενεν. [2] ἐπειδὴ δὲ παρῆσαν, μόνοι τε δισχίλιοι ἱππεῖς ἐλείποντο ἔτι, τούτους δὴ οὐκ ἀναμείνας ὁ Τουτίλας, ἀλλὰ παντὶ ἄρας τῷ ἄλλῳ στρατῷ ὡς τοῖς πολεμίοις ἐν ἐπιτηδείῳ ὑπαντιάσων ᾔει. [3] ἐν δὲ τῇ ὁδῷ ταύτῃ τά τε τῷ Οὐσδρίλᾳ συμπεπτωκότα καὶ Ἀρίμηνον τοὺς πολεμίους διαβεβηκέναι μαθών, ὅλην μὲν Τουσκίαν ἀμείψας, ἐν ὄρει δὲ τῷ Ἀπεννίνῳ καλουμένῳ γενόμενος, αὐτοῦ ἐνστρατοπεδευσάμενος, ἔμενεν ἄγχιστα κώμης ἥνπερ οἱ ἐπιχώριοι Ταγίνας καλοῦσιν. [4] ἥ τε Ῥωμαίων στρατιὰ Ναρσοῦ ἡγουμένου οὐ πολλῷ ὕστερον ἐν τῷ ὄρει καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον, σταδίους ἑκατὸν μάλιστα τοῦ τῶν ἐναντίων στρατοπέδου διέχοντες, ἐν χωρίῳ ὁμαλῷ μέν, λόφους δὲ ἄγχιστά πη περιβεβλημένῳ πολλούς, ἵνα δή ποτε στρατηγοῦντα Ῥωμαίων Κάμιλλον τῶν Γάλλων ὅμιλον διαφθεῖραι μάχῃ νενικηκότα φασί. [5] φέρει δὲ καὶ εἰς ἐμὲ μαρτύριον τοῦ ἔργου τούτου τὴν προσηγορίαν ὁ χῶρος καὶ διασώζει τῇ μνήμῃ τῶν Γάλλων τὸ πάθος, Βουσταγαλλώρων καλούμενος. βοῦστα γὰρ Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα. [6] τύμβοι τε τῇδε γεώλοφοι τῶν νεκρῶν ἐκείνων παμπληθεῖς εἰσίν. Αὐτίκα δὲ στείλας ἐνθένδε Ναρσῆς τῶν οἱ ἐπιτηδείων τινὰς παραίνεσιν ἐπήγγελλε ποιεῖσθαι τῷ Τουτίλᾳ καταθέσθαι μὲν τὰ πολέμια, βουλεύεσθαι δὲ εἰρηναῖά ποτε, διαριθμουμένῳ ὅτι δὴ αὐτός, ἀνθρώπων ἄρχων ὀλίγων τέ τινων καὶ ὑπόγυον νόμῳ οὐδενὶ ξυνειλεγμένων, πάσῃ τῇ Ῥωμαίων ἀρχῇ ἐπὶ πλεῖστον διαμάχεσθαι οὐκ ἂν δύναιτο. [7] ἔφη δὲ αὐτοῖς καὶ τοῦτο, ὥστε δὴ αὐτόν, εἰ πολεμησείοντα ἴδοιεν, μελλήσει οὐδεμιᾷ ἐγκελεύεσθαι τακτὴν διορίσαι τινὰ ἡμέραν τῇ μάχῃ. [8] ἐπειδὴ γοῦν οἱ πρέσβεις οὗτοι τῷ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, τὰ ἐπιτεταγμένα ἐποίουν. καὶ ὁ μὲν νεανιευόμενος ἐκομψεύετο ὡς τρόπῳ αὐτοῖς παντὶ πολεμητέον εἴη, οἱ δὲ ὑπολαβόντες ‘Ἀλλ̓, ὦ γενναῖε’ ἔφασαν ‘ῥητόν τινα καιρὸν τῇ ξυμβολῇ τίθει.’ καὶ ὃς αὐτίκα ‘ὀκτὼ ἡμερῶν ξυμμίξωμεν’ ἔφη. [9] οἱ μὲν οὖν πρέσβεις παρὰ τὸν Ναρσῆν ἐπανήκοντες τὰ ξυγκείμενα σφίσιν ἐπήγγελλον, ὁ δὲ Τουτίλαν δολώσεις ὑποτοπάζων ἐπινοεῖν παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ μαχούμενος. [10] καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. ἡμέρᾳ γὰρ τῇ ἐπιγενομένῃ αὐτάγγελος παντὶ τῷ στρατῷ παρῆν ὁ Τουτίλας. ἤδη δὲ ἀλλήλοις ἑκατεροι ἀντεκάθηντο, οὐ πλέον ἢ δυοῖν διέχοντες τοξευμάτων βολαῖν. [11] Ἦν γέ τι γεώλοφον ἐνταῦθα βραχύ, ὃ δὴ καταλαβεῖν ἀμφότεροι διὰ σπουδῆς εἶχον, ἐν ἐπιτηδείῳ σφίσιν οἰόμενοι κεῖσθαι, ὅπως τε βάλλειν τοὺς ἐναντίους ἐξ ὑπερδεξίων ἔχοιεν καὶ ὅτι χῶροι λοφώδεις, ᾗπέρ μοι δεδήλωται, ἐνταῦθά πη ἦσαν, ταύτῃ τοι κυκλώσασθαί τινας τὸ Ῥωμαίων στρατόπεδον κατὰ νώτου ἰόντας ἀμήχανον ἧν, ὅτι μὴ διὰ μιᾶς τινὸς ἀτραποῦ, [12] ἣ παρὰ τὸ γεώλοφον ἐτύγχανεν οὖσα. διὸ δὴ περὶ πλείονος αὐτὸ ποιεῖσθαι ἀμφοτέροις ἐπάναγκες ἦν, Γότθοις μέν, ὅπως ἐν τῇ ξυμβολῇ κυκλωσάμενοι τοὺς πολεμίους ἐν ἀμφιβόλῳ ποιήσονται, Ῥωμαίοις δέ, ὅπως δὴ ταῦτα μὴ πάθοιεν. [13] ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταληψομένους τε καὶ καθέξοντας αὐτὸ ἔστειλε. [14] καὶ οἱ μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον. [15] ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι. [16] Μεθ̓ ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴλην τε ἱππέων εὐθὺς ἐπ̓ αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας. [17] οἱ μὲν οὖν ἱππεῖς θορύβῳ τε πολλῷ καὶ κραυγῇ ἐπ̓ αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες, οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι, [18] τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν. εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶν τε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδές τε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς. [19] καὶ οἵ τε ἵπποι ἀνεχαιτίζοντο τῇ τε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵ τε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποις τε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρουσθέντες τε τὴν πρώτην ὀπίσω ἐχώρουν. [20] καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκις τε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ̓ ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη. [21] ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλ�
�γέντων ἕτεροι ἐς την πρᾶξιν καθίσταντο. πολλάς τε ἴλας ὁ Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαις τε ἄπρακτος γεγονὼς εἶτα ἀπεῖπεν. [22] Οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλός τε καὶ ᾿Ανσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα πάντων πεποίηνται. [23] τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολεμίων. [24] καὶ πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους διεχρήσαντο, ἕως ἔτι εἶχον τοὺς ἀτράκτους αὐτοῖς αἱ φαρέτραι. ἐπειδὴ δὲ ἅπαντα αὐτοὺς τὰ βέλη ἤδη ἐπιλελοίπει, οἱ δὲ τά τε ξίφη ἀνελόμενοι καὶ τὰς ἀσπίδας προβεβλημένοι κατὰ μόνας τοὺς ἐπιόντας ἠμύνοντο. [25] ἐπειδάν τε ἱππευόμενοι τῶν ἐναντίων τινὲς ξὺν τοῖς δόρασιν ἐπ̓ αὐτοὺς ἴοιεν, οἱ δὲ τοῖς ξίφεσι παίοντες ἀπεκαύλιζον τῶν δοράτων εὐθὺς τὰς αἰχμάς. [26] πολλάκις δὲ αὐτῶν οὕτω δὴ ἀναστελλόντων τὰς τῶν πολεμίων ἐπιδρομὰς ξυνηνέχθη τὸ θατέρου ξίφος ῾ἦν δὲ οὗτος ἀνὴρ Παῦλος ὀνόματἰ συγκεκάμφθαι τῇ ἐς τὰ ξύλα συνεχεῖ τομῇ καὶ τὸ παράπαν ἀχρεῖον εἶναι. ὅπερ αὐτίκα μὲν προσουδίζει χαμαί, [27] χερσὶ δὲ ἀμφοτέραις ἐπιλαβόμενος τῶν δοράτων ἀφῃρεῖτο τοὺς ἐπιόντας. τέτταρά τε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι. [28] διὸ δὴ αὐτὸν ὑπασπιστὴν αὑτοῦ ἴδιον ἀπὸ τοῦ ἔργου τούτου Ναρσῆς τὸ λοιπὸν κατεστήσατο.

  Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἑκάτεροι δὲ παρεσκευάζοντο εἰς παράταξιν. καὶ Ναρσῆς τὸ στράτευμα ἐν χώρῳ ὀλίγῳ ξυναγαγὼν τοιάδε παρεκελεύσατο: ‘Τοῖς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς ἀγωνίαν τοῖς πολεμίοις καθισταμένοις παρακελεύσεώς τε ἂν ἴσως δεήσειε πολλῆς καὶ παραινέσεως ἐς τὴν προθυμίαν ὁρμώσης, ὅπως δὴ ταύτῃ τῶν ἐναντίων πλεονεκτοῦντες κατὰ νοῦν μάλιστα τῆς παρατάξεως ἀπαλλάξωσιν: ὑμῖν δέ, ὦ ἄνδρες, οἷς καὶ τῇ ἀρετῇ καὶ τῷ πλήθει καὶ τῇ ἄλλῃ παρασκευῇ πάσῃ πολλῷ τῷ διαλλάσσοντι πρὸς καταδεεστέρους ἡ μάχη ἐστίν, οὐδὲν ἄλλο προσδεῖν οἴομαι ἢ τῷ θεῷ ἵλεῳ ἐς ξυμβολὴν τήνδε καθίστασθαι. [2] εὐχῇ τοίνυν αὐτὸν ἐνδελεχέστατα ἐς ξυμμαχίαν ἐπαγόμενοι πολλῷ τῷ καταφρονήματι ἐπὶ τούτων δὴ τῶν λῃστῶν τὴν ἐπικράτησιν ἵεσθε, οἵ γε δοῦλοι βασιλέως τοῦ μεγάλου τὸ ἐξ ἀρχῆς ὄντες καὶ δραπέται γεγενημένοι τύραννόν τε αὑτοῖς ἀγελαῖόν τινα ἐκ τοῦ συρφετοῦ προστησάμενοι ἐπικλοπώτερον συνταράξαι τὴν Ῥωμαίων ἀρχὴν ἐπὶ καιροῦ τινὸς ἴσχυσαν. [3] καίτοι τούτους γε ἡμῖν οὐδὲ ἀντιπαρατάσσεσθαι νῦν τὰ εἰκότα λογιζομένους ὑπώπτευσεν ἄν τις. [4] οἱ δὲ θράσει θανατῶντες ἀλογίστῳ τινὶ καὶ μανιώδη προπέτειαν ἐνδεικνύμενοι προὖπτον αὐτοῖς θάνατον ἀναιρεῖσθαι τολμῶσιν, οὐ προβεβλημένοι τὴν ἀγαθὴν ἐλπίδα, οὐδὲ τί ἐπιγενήσεται σφίσιν αὐτοῖς ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καραδοκοῦντες, ἀλλὰ πρὸς τοῦ θεοῦ διαρρήδην ἐπὶ τὰς ποινὰς τῶν πεπολιτευμένων ἀγόμενοι. ὧν γὰρ ἄνωθέν τι κατεγνώσθη παθεῖν, χωροῦσιν ἐπὶ τὰς τιμωρίας αὐτόματοι. [5] χωρὶς δὲ τούτων ὑμεῖς μὲν πολιτείας εὐνόμου προκινδυνεύοντες καθίστασθε εἰς ξυμβολὴν τήνδε, οἱ δὲ νεωτερίζουσιν ἐπὶ τοῖς νόμοις ζυγομαχοῦντες, οὐ παραπέμψειν τι τῶν ὑπαρχόντων ἐς διαδόχους προσδοκῶντές τινας, ἀλλ̓ εὖ εἰδότες ὡς συναπολεῖται αὐτοῖς ἅπαντα καὶ μετ̓ ἐφημέρου βιοτεύουσι τῆς ἐλπίδος. [6] ὥστε καταφρονεῖσθαι τὰ μάλιστά εἰσιν ἄξιοι. τῶν γὰρ οὐ νόμῳ καὶ ἀγαθῇ πολιτείᾳ ξυνισταμένων ἀπολέλειπται μὲν ἀρετὴ πᾶσα, διακέκριται δέ, ὡς τὸ εἰκός, ἡ νίκη, οὐκ εἰωθυῖα [7] ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.’ τοιαύτην μὲν ὁ Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. Καὶ Τουτίλας δὲ τεθηπότας. τὴν Ῥωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε. ‘Ὑστάτην ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον. [8] ἄλλης γάρ, οἶμαι, παρακελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμβήσεται πάντως. [9] οὕτω γὰρ ἡμᾶς τε καὶ βασιλέα Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆσθαι δυνάμεις ἁπάσας, πόνοις τε καὶ μάχαις καὶ ταλαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, ἀπειρηκέναι τε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν. [10] ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτίζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν μνήμης. [11] τοσαῦτα, ὦ ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζεσθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετήν, ταλαιπωρεῖσθε δὲ ἀλκῇ τῇ πάσῃ, μηδὲ τὸ σῶμα ταμ�
�ευόμενοι ἐς κίνδυνον ἄλλον. [12] ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων μηδεμία φειδώ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα ἡ τύχη, μόνην τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε ταύτην. [13] τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολμίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἡ ἐλπίς, ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐδὲ χρόνου τινὰ βραχυτάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει. [14] παρεληλυθυίας γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος ἡ σπουδὴ τὸ λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος ᾖ, οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον, ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ ἐπιγινόμενα ἐπάναγκες εἶναι. [15] οἶμαι τοίνυν προσήκειν ὑμᾶς ἐπικαιριώτατα ἐν ἔργῳ λαβεῖν τὴν ἀγώνισιν, ὡς ἂν δυνήσεσθε καὶ τοῖς αὐτῆς ἀγαθοῖς χρῆσθαι. ἐξεπίστασθέ τε ὡς ἐν τῷ παρόντι ἀξιώλεθρος μάλιστα ἡ φυγὴ γίνεται. [16] φεύγουσι γὰρ ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου του ἕνεκα ἢ ὅπως βιώσονται: ἢν δὲ θάνατον ἡ φυγὴ προὖπτον ἐπάγεσθαι μέλλῃ, ὁ τὸν κίνδυνον ὑποστὰς τοῦ φυγόντος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται. [17] τοῦ δὲ τῶν πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνειλεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλαχόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν ἀσφαλῆ φέρεται, ἀλλὰ σχοζομένη τοῖς γένεσι μερίζεται καὶ ταῖς γνώμαις εἰκότως. [18] μηδὲ γὰρ οἴεσθε Οὔννους τε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτέ, χρημάτων αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύσειν αὐτῶν ἄχρι ἐς θάνατον. [19] οὐ γὰρ οὕτως αὐτοῖς ἡ ψυχὴ ἄτιμος ὥστε καὶ ἀργυρίου τὰ δευτερεῖα παῤ αὐτοῖς φέρεσθαι, ἀλλ̓ εὖ οἶδα ὡς μάχεσθαι τὰ ἐς τὴν ὄψιν ποιούμενοι ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα, ἢ κεκομισμένοι τὴν μίσθωσιν, ἢ τὴν ἐπίταξιν ὑποτετελεκότες τῶν ἐν σφίσιν ἀρχόντων. [20] τοῖς γὰρ ἀνθρώποις καὶ τὰ τῶν πραγμάτων τερπνότατα δοκοῦντα εἶναι μὴ ὅτι πολέμια, ἢν μὴ κατὰ γνώμην αὐτοῖς πράσσηται, ἀλλὰ βιασθεῖσιν ἢ μισθαρνήσασιν ἢ ἄλλῳ τῳ ἀναγκασθεῖσιν, οὐκέτι αὐτοῖς ἐπὶ τὸ καταθύμιον ἀποκεκρίσθαι ξυμβήσεται, ἀλλὰ τῷ ἀναγκαίῳ μοχθηρὰ φαίνεται. ὧν ἐνθυμηθέντες προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς πολεμίοις χωρήσωμεν.’

 

‹ Prev