VIII
Ταῦτα μὲν οὖν ἔν τε Βυζαντίῳ ἐπράττετο καὶ πόλει ἑκάστῃ. ὥσπερ γὰρ ἄλλο τι νόσημα ἐνθένδε ἀρξάμενον τὸ κακὸν πανταχῆ ἐπέσκηψε τῆς Ῥωμαίων ἀρχῆς. [2] βασιλεῖ δὲ τῶν πρασσομένων ἥκιστα ἔμελεν, ἐπεὶ οὐδέ τις αἴσθησις τῷ ἀνθρώπῳ ἐγένετο, καίπερ αὐτόπτῃ τῶν δρωμένων ἐν τοῖς ἱπποδρομίοις ἀεὶ γινομένῳ. [3] ἠλίθιός τε γὰρ ὑπερφυῶς ἦν καὶ νωθεῖ ὄνῳ ἐμφερὴς μάλιστα καὶ οἷος τῷ τὸν χαλινὸν ἕλκοντι ἕπεσθαι, συχνά οἱ σειομένων τῶν ὤτων. [4] Ἰουστινιανὸς ταῦτά τε ἔπρασσε καὶ ξύμπαντα τἄλλα ἐκύκα. ὅσπερ ἐπειδὴ τάχιστα ἐπελάβετο τῆς τοῦ θείου ἀρχῆς, χρήματα μὲν τὰ δημόσια εὐθὺς καταναλοῦν κόσμῳ οὐδενὶ ἐν σπουδῇ εἶχεν ἅτε αὐτῶν κύριος γεγονώς. [5] Οὔννων γὰρ τοῖς ἀεὶ προστυγχάνουσι πλεῖστα ἐπὶ τῇ πολιτείᾳ προΐετο: ἐξ οὗ δὴ ἐφόδοις ἀποκεῖσθαι συχναῖς ξυνέβαινε [6] Ῥωμαίων τὴν γῆν. ἀπογευσάμενοι γὰρ οἱ βάρβαροι οὗτοι Ῥωμαίων πλούτου μεθίεσθαι οὐκέτι ἠνείχοντο τῆς ἐνταῦθα φερούσης ὁδοῦ. [7] Πολλὰ δὲ ῥίπτειν καὶ ἐς θαλαττίους οἰκοδομίας τινὰς ἠξίου, βιαζόμενος τὸ τῶν κυμάτων ἐς ἀεὶ ῥόθιον. [8] ἐκ γὰρ τῆς ἠιόνος ταῖς τῶν λίθων ἐπιβολαῖς ἐπίπροσθεν ᾔει φιλονείκως ταῖς ἐκ τοῦ πόντου ἐπιρροαῖς ἔχων καὶ καθάπερ ἐξουσίᾳ πλού του πρὸς τὴν τῆς θαλάσσης ἀντιφιλοτιμούμενος δύναμιν. [9] τάς τε τῶν Ῥωμαίων ἰδίας ἑκάστων οὐσίας ἐκ πάσης γῆς ἐς αὐτὸν ἤγειρε, τοῖς μὲν ὅ τι δὴ ἔγκλημα οὐχ ἁμαρτηθὲν ἐπικαλέσας, τῶν δὲ καὶ τὴν γνώμην ἅτε αὐτὸν δεδωρημένων τερατευσάμενος. [10] πολλοὶ δὲ φόνων τε καὶ ἄλλων ἐγκλημάτων τοιούτων ἁλόντες, εἶτα ἐξιστάμενοι αὐτῷ τῶν πάντων χρημάτων διέφυγον ὧν ἥμαρτον μὴ δοῦναι τὴν δίκην: [11] ἕτεροι δὲ χωρίων, οὐ δέον, τοῖς πέλας τινῶν, ἂν οὕτω τύχοι, ἀμφισβητοῦντες, ἐπεὶ καταδιαιτήσασθαι τῶν ἀντιδίκων οὐδαμῆ εἶχον τοῦ νόμου σφίσιν ἀντιστατοῦντος, οἱ δὲ τούτοις δὴ τοῖς ἀντιλεγομένοις αὐτὸν δωρησάμενοι ἀπηλλάσσοντο, αὐτοὶ μὲν χάριτι ἀζημίῳ κερδάναντες τὸ γνώριμοι γεγονέναι τῷ ἀνδρὶ τούτῳ, τρόπῳ δὲ παρανομωτάτῳ καταδικάσασθαι τῶν ἀντιδίκων ἰσχύσαντες. [12] Οὐκ ἄπο δὲ καιροῦ ἡγοῦμαι εἶναι καὶ τὸ εἶδος τούτου δὴ τοῦ ἀνθρώπου σημῆναι. τὸ μὲν οὖν σῶμα οὔτε μακρὸς οὔτε κολοβὸς ἄγαν, ἀλλὰ μέτριος ἦν, οὐ μέντοι ἰσχνὸς, ἀλλὰ κατὰ βραχὺ εὔσαρκος, τὴν δὲ δὴ ὄψιν στρογγύλος τε καὶ οὐκ ἄμορφος: ἐπυρρία γὰρ καὶ δυοῖν ἡμέραιν ἀπόσιτος ὤν. [13] ὅπως δὲ ἅπαν αὐτοῦ τὸ εἶδος συλλήβδην σημήνω, Δομετιανῷ τῷ Οὐεσπασιανοῦ παιδὶ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμφερέστερος ἦν, οὗπερ Ῥωμαῖοι τῆς κακοτροπίας ἐς τοσόνδε ἀπώναντο ὥστε οὐδὲ κρεουργήσαντες ὅλον ἐκλῦσαι τὴν ἐς αὐτὸν ὀργὴν ἔγνωσαν, ἀλλὰ δόγμα ἐγεγόνει τῆς συγκλήτου βουλῆς μηδὲ ὄνομα τοῦ βασιλέως τούτου ἐν γράμμασιν εἶναι μηδ̓ εἰκόνα ἡντιναοῦν αὐτοῦ διασώζεσθαι. [14] τό τε γοῦν ὄνομα τοῦτο πανταχόσε ἐπὶ τῶν τῆς Ῥώμης γραμμάτων καὶ εἴ που ἄλλῃ τοῦτο γεγράφθαι ξυνέβη ἐκκεκολαμμένον ἰδεῖν μεταξὺ τῶν ἄλλων πάρεστι μόνον, καί τις αὐτοῦ εἰκὼν οὐδαμῆ φαίνεται οὖσα τῆς Ῥωμαίων ἀρχῆς, ὅτι μὴ χαλκῆ μία ἐξ αἰτίας τοιᾶσδε. [15] ἦν τῷ Δομετιανῷ γυνὴ ἐλευθέριος καὶ ἄλλως κοσμία, καὶ οὔτε αὐτὴ κακόν τι οὐδένα εἰργάσατο πώποτε τῶν πάντων ἀνθρώπων, οὔτε τις αὐτῇ τῶν τοῦ ἀνδρὸς πράξεων ἤρεσκε. [16] διόπερ αὐτὴν ἄγαν ἀγαπωμένην ἡ βουλὴ τότε μεταπεμψαμένη αἰτεῖσθαι ὅ τι ἂν αὐτῇ βουλομένῃ εἴη ἐκέλευεν. [17] ἡ δὲ τοῦτο μόνον ἱκέτευε, τό τε Δομετιανοῦ σῶμα λαβοῦσα θάψαι καὶ μίαν αὐτῷ ἀναθεῖναι εἰκόνα χαλκῆν, ὅποι ἂν ἐθέλοι. [18] καὶ ἡ μὲν βουλὴ ξυνεχώρει ταῦτα: ἡ δὲ γυνὴ τῆς ἀπανθρωπίας τῶν τὸν ἄνδρα κρεουργησάντων ἀπολεῖψαι βουλομένη [19] μνημεῖα τῷ ὄπισθεν χρόνῳ ἐπενόει τάδε. τὰ Δομετιανοῦ ξυλλεξαμένη κρέα, ξυνθεῖσά τε αὐτὰ ἐς τὸ ἀκριβὲς καὶ ἐναρμοσαμένη ἐς ἄλληλα κατέρραψε μὲν τὸ σῶμα ὅλον, τοῖς δὲ πλάσταις ἐνδειξαμένη ἐν εἰκόνι χαλκῇ τὸ πάθος ἀπομιμεῖσθαι τοῦτο ἐκέλευεν. [20] οἱ μὲν οὖν τεχνῖται τὴν εἰκόνα εὐθὺς ἐποίουν. λαβοῦσα δὲ ἡ γυνὴ ἔστησεν ἐπὶ τῆς ἐς τὸ Καπιτώλιον φερούσης ἀνόδου ἐν δεξιᾷ ἐκ τῆς ἀγορᾶς ἐνταῦθα ἰόντι, εἶδός τε τὸ Δομετιανοῦ καὶ τὸ πάθος δηλοῦσαν ἐς τόδε τοῦ χρόνου. [21] εἰκάσειεν ἄν τις τό τε ἄλλο Ἰουστινιανοῦ σῶμα καὶ τὴν ὄψιν αὐτὴν καὶ τὰ τοῦ προσώπου ἅπαντα ἤθη ἐν ταύτῃ τῇ εἰκόνι διαφανῶς εἶναι. [22] Τὸ μὲν οὖν εἶδος τοιοῦτός τις ἦν: τὸν δὲ τρόπον ἐς μὲν τὸ ἀκριβὲς οὐκ ἂν φράσαιμι. ἦν γὰρ οὗτος ἀνὴρ κακοῦργός τε καὶ εὐπαράγωγος, ὃν δὴ μωροκακοήθη καλοῦσιν, οὔτε αὐτὸς ἀληθιζόμενος τοῖς ἐντυγχάνουσιν, ἀλλὰ νῷ δολερῷ ἅπαντα ἐς ἀεὶ καὶ λέγων καὶ πράττων, καὶ τοῖς ἐξαπατᾶν ἐθέλουσιν ἀποκείμενος οὐδενὶ πόνῳ. [23] καί τις ἀήθης κρᾶσις ἐν αὐτῷ ἐπεφύκει ἔκ τε ἀνοίας καὶ κακοτροπίας ξυγκεκραμένη. καὶ τάχα τοῦτο ἦν ὅπερ ἐν τοῖς ἄνω χρόνοις τῶν τις ἐκ τοῦ περιπάτου φιλοσόφων ἀπεφθέγξατο, ὡς καὶ τὰ ἐναντιώτατα ἐν ἀνθρώπου φύσει ξυμβαίνει εἶναι, ὥσπερ ἐν τῶν χρωμάτων τῇ μίξει. [24] γράφω μέντοι ὧν μοι ἐφικέσθαι οὐ δυνατὸν γέγονεν. ἦν τοίνυν ὁ βασιλεὺς οὗτος εἴρων, δολερὸς, κατάπλαστος, σκότιος ὀργὴν, διπλοῦς, ἄνθρωπος �
�εινὸς, ὑποκρίνασθαι γνώμην τελεώτατος, καὶ δάκρυα οὐχ ὑφ̓ ἡδονῆς τινος ἢ πάθους ἐκφέρων, ἀλλὰ τεχνάζων ἐπὶ καιροῦ κατὰ τὸ τῆς χρείας παρὸν, ψευδόμενος ἐς ἀεὶ, οὐκ εἰκῆ μέντοι, ἀλλὰ καὶ γράμματα καὶ ὅρκους δεινοτάτους ἐπὶ τοῖς ξυγκειμένοις πεποιημένος, καὶ ταῦτα πρὸς τοὺς κατηκόους τοὺς αὑτοῦ. [25] ἀνεχώρει δὲ τῶν τε ὡμολογημένων καὶ ὀμωμοσμένων εὐθὺς, ὥσπερ τῶν ἀνδραπόδων τὰ χείριστα, δέει τῶν ἐγκειμένων σφίσι βασάνων διώμοτα εἰς τὴν ὁμολογίαν ἠγμένα. [26] φίλος ἀβέβαιος, ἐχθρὸς ἄσπονδος, φόνων τε καὶ χρημάτων διάπυρος ἐραστὴς, δύσερίς τε καὶ νεωτεροποιὸς μάλιστα, ἐς μὲν τὰ κακὰ εὐπαράγωγος, ἐς δὲ τὰ ἀγαθὰ οὐδεμιᾷ ξυμβουλῇ ἥκων, ἐπινοῆσαι μὲν τὰ φαῦλα καὶ ἐπιτελέσαι ὀξὺς, τῶν δὲ δὴ ἀγαθῶν καὶ αὐτήν που τὴν ἀκοὴν ἁλμυρὰν εἶναι οἰόμενος. [27] πῶς ἄν τις τῶν Ἰουστινιανοῦ τρόπων ἐφικέσθαι τῷ λόγῳ δυνατὸς εἴη; ταῦτά τε καὶ πολλὰ ἔτι μείζω κακὰ οὐ κατὰ ἄνθρωπον ἔχων ἐφαίνετο, ἀλλὰ πᾶσαν ἡ φύσις ἐδόκει τὴν κακοτροπίαν ἀφελομένη τοὺς ἄλλους ἀνθρώπους ἐν τῇ τοῦδε τοῦ ἀνδρὸς καταθέσθαι ψυχῇ. [28] ἦν δὲ πρὸς τοῖς ἄλλοις ἐς μὲν τὰς διαβολὰς εὔκολος ἄγαν, ἐς δὲ τὰς τιμωρίας ὀξύς. οὐ γάρ τι πώποτε διερευνησάμενος ἔκρινεν, ἀλλ̓ ἀκούσας τοῦ διαβάλλοντος τὴν γνῶσιν εὐθὺς ἐξενεγκεῖν ἔγνω. [29] ἔγραφέ τε γράμματα οὐδεμιᾷ ὀκνήσει, χωρίων τε ἁλώσεις καὶ πόλεων ἐμπρησμοὺς καὶ ὅλων ἐθνῶν ἀνδραποδισμοὺς ἐξ αἰτίας οὐδεμιᾶς ἔχοντα. [30] ὥστε εἴ τις ἄνωθεν ἅπαντα τὰ Ῥωμαίοις ξυνενεχθέντα σταθμώμενος ἀντισηκοῦν αὐτὰ τούτοις ἐθέλοι, δοκεῖ μοι ἂν πλείω φόνον εὑρέσθαι ἀνθρώπων πρὸς τοῦ ἀνδρὸς τοῦδε ξυμβάντα ἢ ἐν τῷ ἄλλῳ παντὶ αἰῶνι γεγενῆσθαι τετύχηκε. [31] τῶν δὲ ἄλλων χρημάτων ἐς μὲν τὴν ἀναίσθητον κτῆσιν ἀοκνότατος ἦν: οὐδὲ γὰρ οὐδὲ σκῆψιν ἠξίου τινὰ παραπέτασμα τοῦ δικαίου προβεβλημένος τῶν οὐ προσηκόντων ἐπιβατεύειν: γενομένων δὲ οἰκείων ἑτοιμότατος ἦν ἀλογίστῳ φιλοτιμίᾳ περιφρονεῖν τε καὶ τοῖς βαρβάροις προΐεσθαι οὐδενὶ λόγῳ. [32] καὶ τὸ ξύμπαν εἰπεῖν, χρήματα οὔτε αὐτὸς εἶχεν οὔτε ἄλλον τινὰ ἔχειν τῶν ἁπάντων εἴα, ὥσπερ οὐ φιλοχρηματίας ἡσσώμενος, ἀλλὰ φθόνῳ ἐς τοὺς ταῦτα κεκτημένους ἐχόμενος. [33] ἐξοικίσας οὖν ῥᾷστα τὸν πλοῦτον ἐκ Ῥωμαίων τῆς γῆς πενίας δημιουργὸς ἅπασι γέγονεν.
Delphi Complete Works of Procopius Page 269