XIII
Ἀλλὰ ταῦτα μὲν οὕτω δὴ δόξης τοῖς πλείστοις εἶχεν. Ἰουστινιανὸς δὲ τοιοῦτος μὲν ἦν τὸ ἄλλο ἦθος οἷος δεδήλωται, εὐπρόσιτον δὲ παρεῖχεν αὑτὸν καὶ πρᾷον τοῖς ἐντυγχάνουσιν, οὐδενί τε τῶν πάντων ἀποκεκλεῖσθαι τῆς εἰς αὐτὸν εἰσόδου συνέβαινεν, ἀλλὰ καὶ τοῖς οὐκ ἐν κόσμῳ παῤ αὐτῷ ἑστῶσιν ἢ φθεγγομένοις οὐδεπώποτε χαλεπῶς ἔσχεν. [2] οὐ μέντοι διὰ ταῦτα ἠρυθρία τινὰ τῶν πρὸς αὐτοῦ ἀπολουμένων. οὐ μὴν οὐδὲ ὀργῆς πώποτε ἢ ἀκροχολίας τι ὑποφαίνων ἐς τοὺς προσκεκρουκότας ἔνδηλος γέγονεν, ἀλλὰ πρᾷος μὲν τῷ προσώπῳ, καθειμέναις δὲ ταῖς ὀφρύσιν, ὑφειμένῃ δὲ τῇ φωνῇ ἐκέλευε μυριάδας μὲν διαφθεῖραι μηδὲν ἠδικηκότων ἀνθρώπων, πόλεις δὲ καθελεῖν, χρήματά τε ἀνάγραπτα ἐς τὸ δημόσιον πάντα ποιεῖσθαι. [3] εἴκασεν ἄν τις ἐκ τοῦδε τοῦ ἤθους προβατίου γνώμην τὸν ἄνθρωπον ἔχειν. ἢν μέντοι τις αὐτὸν ἱλεούμενος τοὺς παραπεπτωκότας ἱκεσίοις λιταῖς παραιτεῖσθαι πειρῷτο, ἐνταῦθα ἠγριωμένος τε καὶ σεσηρὼς μεστοῦσθαι ἐδόκει, ὡς μή τινι τῶν οἱ ἐπιτηδείων δοκούντων εἶναι ἐξαιτεῖσθαι ἐν ἐλπίδι τὸ λοιπὸν εἴη. [4] Δόξαν δὲ βέβαιον ἀμφὶ τῷ Χριστῷ ἔχειν ἐδόκει, ἀλλὰ καὶ τοῦτο ἐπὶ φθόρῳ τῶν κατηκόων. τοῖς τε γὰρ ἱερεῦσιν ἀδεέστερον τοὺς πέλας ξυνεχώρει βιάζεσθαι καὶ ληϊζομένοις τὰ τῶν ὁμόρων συνέχαιρεν, εὐσεβεῖν ταύτῃ ἀμφὶ τὸ θεῖον οἰόμενος. [5] δίκας τε τοιαύτας δικάζων τὰ ὅσια ποιεῖν ᾤετο, ἤν τις ἱερῶν λόγῳ τῶν τι οὐ προσηκόντων ἁρπάσας νενικηκώς τε ἀπιὼν οἴχοιτο. τὸ γὰρ δίκαιον ἐν τῷ περιεῖναι τοὺς ἱερέας τῶν ἐναντίων ᾤετο εἶναι. [6] καὶ αὐτὸς δὲ κτώμενος ἐξ οὐ προσηκόντων τὰς τῶν περιόντων ἢ τετελευτηκότων οὐσίας, καὶ ταύτας τῶν τινι νεῶν εὐθὺς ἀνατιθεὶς τῷ τῆς εὐσεβείας ἐφιλοτιμεῖτο παραπετάσματι, ὡς μὴ ἐς [7] τοὺς βιασθέντας ἡ τούτων αὖθις ἐπανίοι κτῆσις. ἀλλὰ καὶ φόνων ἀριθμὸν ἄκριτον διὰ ταῦτα εἰργάζετο. ἐς μίαν γὰρ ἀμφὶ τῷ Χριστῷ δόξαν συναγαγεῖν ἅπαντας ἐν σπουδῇ ἔχων λόγῳ οὐδενὶ τοὺς ἄλλους ἀνθρώπους διέφθειρε, καὶ ταῦτα ἐν τῷ τῆς εὐσεβείας προσχήματι πράσσων: οὐ γάρ οἱ ἐδόκει φόνος ἀνθρώπων εἶναι, ἤν γε μὴ τῆς αὐτοῦ δόξης οἱ τελευτῶντες τύχοιεν ὄντες. [8] οὕτως ἦν αὐτῷ κατεσπουδασμένος ὁ τῶν ἀνθρώπων ἐς ἀεὶ φθόρος, ἐπινοῶν τε ξὺν τῇ γαμετῇ οὔποτε ἀνίει τὰς ἐς τοῦτον φερούσας αἰτίας. [9] ἄμφω γὰρ τώδε τὼ ἀνθρώπω τὰς μὲν ἐπιθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον ἀδελφὰς εἶχον, οὗ δὲ αὐτοῖς καὶ διαλλάσσειν τὸν τρόπον ξυνέβη, πονηρὸς μὲν ἑκάτερος ἦν, τὰ μέντοι ἐναντιώτατα ἐνδεικνύμενοι τοὺς ὑπηκόους διέφθειρον. [10] ὁ μὲν γὰρ κονιορτοῦ τὰ ἐς τὴν γνώμην κουφότερος ἦν, ὑποκείμενος τοῖς ἀεὶ παράγειν ὅποι ποτ̓ ἐδόκει βουλομένοις αὐτὸν, ἢν μὴ τὸ πρᾶγμα ἐς φιλανθρωπίαν ἢ ἀκερδίαν ἄγοι, θῶπάς τε λόγους ἐνδελεχέστατα προσιέμενος. [11] ἔπειθον γὰρ αὐτὸν οἱ κολακεύοντες οὐδενὶ πόνῳ ὅτι μετέωρος ἀρθείη καὶ ἀεροβατοίη. [12] Καί ποτε αὐτῷ παρεδρεύων Τριβωνιανὸς ἔφη περιδεὴς ἀτεχνῶς εἶναι μή ποτε αὐτὸν ὑπὸ εὐσεβείας ἐς τὸν οὐρανὸν ἀναληφθεὶς λάθοι ταῦτα. τοιούτους δὲ τοὺς ἐπαίνους ἤτοι σκώμματα ἐν τῷ τῆς διανοίας ἐποιεῖτο βεβαίῳ. [13] ἀλλὰ καί του θαυμάσας, ἂν οὕτω τύχοι, τὴν ἀρετὴν, ὀλίγῳ ὕστερον ἅτε πονηρῷ ἐλοιδορεῖτο. καὶ κακίσας τῶν τινα ὑπηκόων αὖθις αὐτοῦ ἐπαινέτης ἐγίνετο λόγῳ, ἐξ οὐδεμιᾶς μεταβεβλημένος αἰτίας. [14] τὰ γὰρ τῆς γνώμης αὐτῷ ἐξ ἐναντίας ᾔει ὧν τε αὐτὸς ἔλεγε καὶ ἐβούλετο ἔνδηλος εἶναι. [15] ὅπως μέντοι ὁ τρόπος αὐτῷ τὰ ἐς φιλίαν τε καὶ ἔχθος εἶχεν, ὑπεῖπον ἤδη, τοῖς τῷ ἀνθρώπῳ ἐκ τοῦ ἐπὶ πλεῖστον εἰργασμένοις τεκμηριώσας. [16] ἐχθρὸς μὲν γὰρ ἀσφαλής τε καὶ ἄτρεπτος ἦν, ἐς δὲ τοὺς φίλους ἄγαν ἀβέβαιος. ὥστε ἀμέλει τῶν μέν οἱ ἐσπουδασμένων κατειργάσατο πλείστους, φίλος δὲ τῶν πώποτε μισουμένων οὐδενὶ γέγονεν. [17] οὓς δὲ μάλισνα γνωρίμους καὶ ἐπιτηδείους ἔδοξεν ἔχειν, τούτους τῇ ὁμόζυγι ἢ ἄλλῳ ὁτῳοῦν χαριζόμενος ἀπολουμένους οὐκ ἐς μακρὰν προὔδωκε, καίπερ εὖ εἰδὼς ὅτι δὴ τῆς ἐς αὐτὸν εὐνοίας ἕνεκα τεθνήξονται μόνης. [18] ἄπιστος γὰρ ἐν πᾶσι πλήν γε δὴ τῆς τε ἀπανθρωπίας καὶ φιλοχρηματίας διαφανῶς ἦν. ταύτης γὰρ αὐτὸν ἀποστῆσαι δυνατὸν οὐδενὶ γέγονεν. [19] ἀλλὰ καὶ ἐς ἃ πείθειν αὐτὸν ἡ γαμετὴ οὐκ εἶχε, χρημάτων αὐτῷ μεγάλων ἐλπίδας ἐκ τοῦ ἔργου ἐσομένων ἐμβαλομένη ἐς τὴν πρᾶξιν ἥνπερ ἐβούλετο οὔτι ἐθελούσιον τὸν ἄνδρα ἐφεῖλκε. [20] κέρδους γὰρ οὐκ εὐπρεποῦς ἕνεκα καὶ νόμους τιθέναι καὶ αὖ πάλιν αὐτοὺς καθελεῖν οὐδαμῆ ἀπηξίου. [21] Ἐδίκαζέ τε οὐ κατὰ τοὺς νόμους, οὓς αὐτὸς ἔγραψεν, ἀλλ̓ ἔνθα ἂν αὐτὸν μείζων τε ὀφθεῖσα καὶ μεγαλοπρεπεστέρα ἡ τῶν χρημάτων ὑπόσχεσις ἄγοι. [22] καὶ κατὰ μικρὸν γὰρ κλέπτοντι ἀφαιρεῖσθαι τὰς τῶν ὑπηκόων οὐσίας αἰσχύνην αὐτῷ φέρειν τινὰ οὐδαμῆ ᾤετο, ἡνίκα δὴ οὐχ ἁπαξάπαντα ἀφελέσθαι λόγῳ τινὶ εἶχεν ἢ ἔγκλημα ἐπενεγκὼν ἀπροσδόκητον, ἢ διαθήκης οὐ γεγενημένης προσχήματι. [23] ἔμεινέ τε αὐτοῦ Ῥωμαίων ἄρχοντος, οὐ πίστις ἢ δόξα πρὸς θεὸν ἀσφαλὴς, οὐ νόμος ὀχυρὸς, οὐ πρᾶξις βεβαία, οὐ συμβόλαιον οὐδέν. [24] στελλομένων δὲ πρὸς αὐτοῦ τῶν
οἱ ἐπιτηδείων ἐπί τινα πρᾶξιν, εἰ μὲν δὴ αὐτοῖς ἀπολωλεκέναι ξυνέβη τῶν σφίσι παραπεπτωκότων πολλοὺς καὶ χρημάτων τι ληΐσασθαι πλῆθος, οὗτοι δὴ εὐθὺς εὐδόκιμοι τῷ αὐτοκράτορι ἐδόκουν τε εἶναι καὶ ὀνομάζεσθαι ἅτε δὴ ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐπηγγελμένα ἐπιτελέσαντες: εἰ δὲ φειδοῖ τινι ἐς ἀνθρώπους χρησάμενοι παῤ αὐτὸν ἵκοντο, δύσνους τε αὐτοῖς τὸ λοιπὸν καὶ πολέμιος ἦν. [25] ἀπογνούς τε, ὥσπερ ἀρχαιότροπόν τινα τὴν τῶν ἀνδρῶν φύσιν, ἐς τὴν ὑπουργίαν οὐκέτι ἐκάλει. ὥστε καὶ πολλοὶ ἐν σπουδῇ ἐποιοῦντο ἐνδείκνυσθαι αὐτῷ ὡς πονηροὶ εἶεν, καίπερ σφίσι τῶν ἐπιτηδευμάτων οὐ ταύτῃ ἐχόντων. [26] ὑποσχόμενος δέ τισι πολλάκις καὶ ὅρκῳ ἢ γράμμασι τὴν ὑπόσχεσιν ὀχυρωτέραν πεποιημένος, εὐθὺς ἐθελούσιος ἐς λήθην ἀφῖκτο, δόξης τι φέρειν αὐτῷ τὸ ἔργον τοῦτο οἰόμενος. [27] καὶ ταῦτα ὁ Ἰουστινιανὸς οὐ μόνον ἐς τοὺς ὑπηκόους ἔπρασσεν, ἀλλὰ καὶ ἐς τῶν πολεμίων πολλοὺς, ὥσπερ μοι εἴρηται ἔμπροσθεν. [28] Ἦν τε ἄυπνός τε ὡς ἐπὶ πλεῖστον εἰπεῖν καὶ σιτίοις μὲν ἢ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδόν τι ἄκρῳ δακτύλῳ ἀπογευσάμενος ἀπηλλάσσετο. [29] ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι, ἐπεὶ καὶ ἀπόσιτος ἡμέρας τε καὶ νύκτας δύο τὰ πολλὰ ἔμενεν, ἄλλως τε ἡνίκα ὁ πρὸ τῆς Πασχαλίας καλουμένης ἑορτῆς χρόνος ἐνταῦθα ἄγοι. [30] τότε γὰρ πολλάκις ἡμέραιν δυοῖν, ὥσπερ εἴρηται, γεγονὼς ἄσιτος ὕδατί τε βραχεῖ ἀποζῆν ἐπηξίου καὶ βοτάναις ἀγρίαις τισὶν, ὥραν τε, ἂν οὕτω τύχοι, καταδαρθὼν μίαν, εἶτα περιπάτους ἀεὶ [31] ποιούμενος τὸν ἄλλον κατέτριβε χρόνον. καίτοι εἰ τοῦτον αὐτὸν καιρὸν ἐς πράξεις δαπανᾶν ἀγαθὰς ἤθελεν, ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ πράγματα. [32] νῦν δὲ τῇ φύσεως ἰσχύϊ ἐπὶ τῷ Ῥωμαίων πονηρῷ χρώμενος ξύμπασαν αὐτῶν τὴν πολιτείαν ἐς τὸ ἔδαφος καθελεῖν ἴσχυσεν. ἐγρηγορέναι τε γὰρ διηνεκὲς καὶ ταλαιπωρεῖν καὶ πονεῖσθαι οὐκ ἄλλου του ἕνεκα ἔργον πεποίηται ἢ ὥστε κομπωδεστέρας ἀεὶ καθ̓ ἑκάστην τοῖς ὑπηκόοις ἐπιτεχνᾶσθαι τὰς συμφοράς. [33] ἦν γὰρ ὅπερ εἴρηται, διαφερόντως ὀξὺς ἐπινοῆσαί τε καὶ ταχὺς ἀποτελέσαι ἀνόσια ἔργα, ὥστε αὐτῷ καὶ τὰ τῆς φύσεως ἀγαθὰ ἐπὶ λύμῃ τῶν ὑπηκόων ἀποκεκρίσθαι ξυνέβαινε.
Delphi Complete Works of Procopius Page 273