Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 275
Delphi Complete Works of Procopius Page 275

by Procopius of Caesarea


  XVI

  Ἡνίκα Ἀμαλασοῦνθα τῆς Γότθοις ἀπαλλαξείουσα διατριβῆς μεταμπίσχεσθαί τε τὸν βίον ἔγνω, καὶ τὴν ἐπὶ τὸ Βυζάντιον διενοεῖτο πορεύεσθαι, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, λογισαμένη ἡ Θεοδώρα ὡς εὐπατρίδης τε ἡ γυνὴ καὶ βασιλὶς εἴη, καὶ ἰδεῖν μὲν εὐπρεπὴς ἄγαν, ἐπινοεῖν δὲ ὅ τι ἂν βούλοιτο γοργὸς μάλιστα, ὕποπτον δὲ αὐτῆς ποιησαμένη τό τε μεγαλοπρεπὲς καὶ διαφερόντως ἀρρενωπὸν, ἅμα δὲ καὶ τὸ τοῦ ἀνδρὸς ἐλαφρὸν δείσασα, οὐκ ἐπὶ μικροῖς τὴν ζηλοτυπίαν ἐξήνεγκεν, ἀλλ̓ ἐνεδρεύειν τὴν γυναῖκα μέχρις ἐς θάνατον ἐν βουλῇ ἔσχεν. [2] αὐτίκα τοίνυν ἀναπείθει τὸν ἄνδρα, Πέτρον μόνον αὐτὸν ἅτε πρεσβεύσοντα ἐς Ἰταλίαν πέμψαι. [3] ᾧ δὴ στελλομένῳ βασιλεὺς μὲν ἐπέστελλεν ἅπερ μοι ἐν τοῖς ἐγκαίροις δεδιήγηται λόγοις, ἵνα δή μοι τῶν πεπραγμένων ἐκπύστους ποιεῖσθαι τὰς ἀληθείας δέει τῆς βασιλίδος ἀδύνατα ἦν. [4] αὐτὴ δὲ τοῦτο ἐπήγγελλε μόνον, ὅτι τάχιστα τὴν γυναῖκα ἐξ ἀνθρώπων ἀφανιεῖν, ἐπ̓ ἐλπίδος ὀχεῖσθαι μεγάλων ἀγαθῶν, ἢν τὰ ἐπηγγελμένα ποιοίη, [5] καταστησαμένη τὸν ἄνθρωπον. καὶ ὃς ἐν Ἰταλίᾳ γενόμενος ῾οὐ γὰρ οἶδεν ἀνθρώπου φύσις ὀκνηρῶς ἐς ἄδικον φόνον ἰέναι, ἀρχῆς τινος ἴσως ἢ χρημάτων ἐν ἐλπίδι κειμένων μεγάλων̓ οὐκ οἶδα ἥντινα Θευδάτῳ παραίνεσιν ποιησάμενος διαχρήσασθαι τὴν Ἀμαλασοῦνθαν ἀνέπεισε. καὶ ἀπ̓ αὐτοῦ ἔς τε τὸ τοῦ μαγίστρου ἀξίωμα ἦλθε καὶ ἐπὶ πλεῖστον δυνάμεώς τε καὶ μάλιστα πάντων ἔχθους. [6] Τὰ μὲν οὖν κατὰ τὴν Ἀμαλασοῦνθαν ἐς τοῦτο ἐτελεύτα. [7] ἦν δέ τις Ἰουστινιανῷ ἐπιστολογράφος, Πρίσκος ὀνόματι, ἄγαν πονηρὸς μὲν καὶ Παφλαγὼν καὶ πρέπων τῷ προστάτῃ τὸν τρόπον ἀρέσκειν, λίαν δὲ πρὸς αὐτὸν εὐνοϊκῶς ἔχων καὶ πρὸς αὐτοῦ τυγχάνειν τῶν ὁμοίων οἰόμενος: διὸ δὴ καὶ χρημάτων μεγάλων ὧν κύριος ὑπῆρχεν οὐκ ἐν δίκῃ τάχιστα γέγονε. [8] τοῦτον δὴ ἅτε ὀφρυάζοντά τε καί οἱ ἀντιτείνειν πειρώμενον ἡ Θεοδώρα ἐς τὸν ἄνδρα διέβαλε. [9] καὶ τὰ μὲν πρῶτα οὐδὲν ἤνυσεν, οὐ πολλῷ δὲ ὕστερον αὐτὴ μὲν τὸν ἄνθρωπον χειμῶνος μέσου εἰς ναῦν ἐμβιβάσασα ὅπῃ ἐβούλετο ἔπεμψε καὶ ἀποθρίξασα ἱερέα οὔτι ἑκούσιον ἠνάγκασεν εἶναι. [10] αὐτὸς δὲ δόκησιν παρεχόμενος ὅτι δὴ τῶν ποιουμένων οὐδὲν εἰδείη Πρίσκον μὲν οὐ διηρευνᾶτο ὅπῃ γῆς εἴη οὐδὲ ἐν μνήμῃ τὸ λοιπὸν εἶχεν, ἀλλὰ σιωπῇ ὥσπερ ληθάργῳ ἁλοὺς καθῆστο, τὰ μέντοι χρήματα ὀλίγων οἱ ἀπολελειμμένων [11] ἐληίσατο πάντα. ὑποψίας δὲ συμπεσούσης αὐτῇ ἐρωτολήπτῳ εἶναι εἰς τῶν οἰκετῶν ἕνα, Ἀρεόβινδον ὄνομα, βάρβαρον μὲν γένος, εὐπρεπῆ δὲ καὶ νεανίαν, ὅνπερ ταμίαν αὐτὴ καταστησαμένη ἐτύγχανεν, ἀπολύσασθαι βουλομένη τὸ ἔγκλημα, καίπερ, ὥς φασι, τοῦ ἀνθρώπου δαιμονίως ἐρῶσα, ἐν μὲν τῷ παρόντι πικρότατα αὐτὸν ἀπ̓ οὐδεμιᾶς αἰτίας αἰκίζεσθαι ἔγνω, τὸ δὲ λοιπὸν οὐδέν τι ἀμφ̓ αὐτῷ ἔγνωμεν, οὐδέ τις αὐτὸν ἄχρι νῦν εἶδεν. [12] ἢν γάρ τι τῶν πρασσομένων ἀποκρύπτεσθαι αὐτῇ βουλομένῃ εἴη, τοῦτο δὴ ἄρρητόν τε καὶ ἀμνημόνευτον ἅπασιν ἔμεινε, καὶ οὔτε τῷ ἐπισταμένῳ ἀγγεῖλαι τῶν τινι ἀναγκαίων ἔτι ἐξῆν οὔτε τῷ μανθάνειν βουλομένῳ πυνθάνεσθαι, κἂν πάνυ τις περίεργος ἦν. [13] τοιοῦτο γὰρ δέος ἐξ οὗ γεγόνασιν ἄνθρωποι ἐκ τυράννων οὐδενὸς γέγονεν, ἐπεὶ οὐδὲ λαθεῖν τινα τῶν προσκεκρουκότων οἷόν τε ἦν. [14] πλῆθος γὰρ κατασκόπων αὐτῇ τὰ λεγόμενα καὶ πρασσόμενα ἔν τε τῇ ἀγορᾷ καὶ ταῖς οἰκίαις ἐσήγγελλον. [15] ἡνίκα τοίνυν τοῦ παραπεπτωκότος τὴν κόλασιν ἐκφέρεσθαι οὐδαμῆ ἤθελεν, ἐποίει τάδε. [16] τὸν ἄνθρωπον μετακαλεσαμένη, ἤν τις τῶν λογίμων ἐτύγχανεν ὢν, μόνη τε αὐτὴ τῶν ὑπουργούντων τινὶ παραδοῦσα μόνῳ ἐπήγγελλεν εἰς τὰς ἐσχατιὰς αὐτὸν μετακομίσαι τῆς Ῥωμαίων ἀρχῆς. [17] καὶ ὃς ἀωρὶ τῶν νυκτῶν κατακεκαλυμμένον αὐτὸν καὶ δεθέντα εἰς τὴν ναῦν ἐμβιβάσας καὶ σὺν αὐτῷ γεγονὼς, οὗ οἱ πρὸς τῆς γυναικὸς ἐπετέτακτο, ἐνταῦθα παρεδίδου λαθραιότερον τῷ ἐς ταύτην τὴν ὑπουργίαν ἱκανῶς ἔχοντι, φυλάσσειν τε ὡς ἀσφαλέστατα ἐπιστείλας τὸν ἄνθρωπον καὶ ἀπειπὼν μηδενὶ φράζειν, ἕως ἂν ἢ τὸν ταλαίπωρον ἡ βασιλὶς οἰκτίζηται ἢ χρόνον πολὺν τῇ ἐνταῦθα κακοπαθείᾳ δυσθανατήσας τε καὶ καταμαρανθεὶς τελευτῄσειεν, ἀπηλλάσσετο. [18] Καὶ Βασιανὸν δέ τινα Πράσινον, οὐκ ἀφανῆ νέον ὄντα, αὐτῇ διαλοιδορησάμενον δἰ ὀργῆς ἔσχε. διὸ δὴ ὁ Βασιανὸς ῾οὐ γὰρ ἀνήκοος ταύτης δὴ τῆς ὀργῆς ἐγεγόνεἰ ἐς τοῦ ἀρχαγγέλου τὸν νεὼν φεύγει. [19] ἡ δέ οἱ ἐπέστησεν αὐτίκα τὴν τῷ δήμῳ ἐφεστῶσαν ἀρχὴν, οὐδὲν μὲν τῆς λοιδορίας ἐπικαλεῖν ἐπαγγείλασα, ὅτι δὲ παιδεραστοίη ἐπενεγκοῦσα. [20] καὶ ἡ μὲν ἀρχὴ ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον ἀναστήσασα ᾐκίζετο ἀνυποίστῳ τινὶ κολάσει, ὁ δὲ δῆμος ἅπας ἐπεὶ ἐν τοιαύταις συμφοραῖς εἶδε σῶμα ἐλευθέριόν τε καὶ ἀνειμένῃ ἄνωθεν διαίτῃ ἐντραφὲν, ἀπήλγησάν τε τὸ πάθος εὐθὺς καὶ ξὺν οἰμωγῇ ἀνέκραγον οὐράνιον ὅσον ἐξαιτούμενοι τὸν νεανίαν. [21] ἡ δὲ αὐτὸν ἔτι μᾶλλον κολάσασα καὶ τὸ αἰδοῖον ἀποτεμομένη διέφθειρεν ἀνεξελέγκτως, καὶ τὴν οὐσίαν ἐς τὸ δημόσιον ἀνεγράψατο. [22] οὕτως ἡνίκα ὀργῴη τὸ γύναιον τοῦτο, οὔτε ἱερὸν ὀχυρὸν ἐγεγόνει οὔτε νόμου του ἀπα
γόρευσις οὔτε πόλεως ἀντιβόλησις ἐξελέσθαι τὸν παραπεπτωκότα ἱκανὴ ἐφαίνετο οὖσα, οὔτε ἄλλο αὐτῇ ἀπήντα τῶν πάντων οὐδέν. [23] καὶ Διογένην δέ τινα οἷα Πράσινον ὄντα δἰ ὀργῆς ἔχουσα, ἄνδρα ἀστεῖον καὶ ποθεινὸν ἅπασί τε καὶ αὐτῷ τῷ βασιλεῖ, οὐδέν τι ἧσσον γάμων ἀνδρείων συκοφαντεῖν ἐν σπουδῇ εἶχε. [24] δύο γοῦν ἀναπείσασα τῶν αὐτοῦ οἰκετῶν κατηγόρους τε καὶ μάρτυρας τῷ κεκτημένῳ ἐπέστησε. [25] τοῦ δὲ οὐ κρύβδην ἐξεταζομένου καὶ λαθραιότατα, ᾗπερ εἰώθει, ἀλλ̓ ἐν δημοσίῳ, δικαστῶν ᾑρημένων πολλῶν τε καὶ οὐκ ἀδόξων, διὰ τὴν Διογένους δόξαν, ἐπεὶ οὐκ ἐδόκουν ἀκριβολογουμένοις τοῖς δικασταῖς οἱ τῶν οἰκετῶν λόγοι ἀξιόχρεῳ ἐς τὴν κρίσιν εἶναι, ἄλλως τε καὶ παιδαρίων ὄντων, Θεόδωρον τῶν Διογένει ἀναγκαίων τινὰ ἐν τοῖς εἰωθόσιν οἰκιδίοις καθεῖρξεν. [26] ἐνταῦθα πολλαῖς μὲν θωπείαις, πολλοῖς δὲ τὸν ἄνθρωπον αἰκισμοῖς περιῆλθεν. ἐπεί τέ οἱ οὐδὲν προὐχώρει, νευρὰν βοείαν ἐς τοῦ ἀνθρώπου τὴν κεφαλὴν ἀμφὶ τὰ ὦτα περιελίξαντας τὴν νευρὰν στρέφειν τε καὶ σφίγγειν ἐκέλευε. [27] καὶ τοὺς μέν οἱ ὀφθαλμοὺς Θεόδωρος ἐκπεπηδηκέναι τὴν οἰκείαν λιπόντας χώραν ὑπώπτευεν, οὐδὲν μέντοι τῶν οὐ γεγονότων ἀναπλάσσειν ἔγνω. [28] διὸ δὴ οἱ μὲν δικασταὶ ἅτε ἀμαρτυρήτου δίκης Διογένους ἀπέγνωσαν, ἡ δὲ πόλις ἑορτὴν ἀπ̓ αὐτοῦ πανδημεὶ ἦγεν.

  XVII

  Ἀλλὰ τοῦτο μὲν τῇδε ἐχώρησεν. ἐρρήθη δὲ ἀρχομένῳ μοι τοῦδε τοῦ λόγου καὶ ὅσα Βελισάριόν τε καὶ Φώτιον καὶ Βούζην αὐτῇ ἐργασθείη. [2] στασιῶται δὲ Βένετοι δύο Κίλικες γένος Καλλινίκῳ τῷ Κιλικίας Δευτέρας ἄρχοντι σὺν θορύβῳ πολλῷ ἐπιστάντες χειρῶν ἀδίκων ἐπ̓ αὐτὸν ἦρξαν, τόν τε αὐτοῦ ἱπποκόμον ἄγχιστά που ἑστῶτα καὶ ἀμύνειν τῷ κεκτημένῳ πειρώμενον ἔκτειναν, τοῦ τε ἄρχοντος καὶ τοῦ δήμου θεωμένου παντός. [3] καὶ ὁ μὲν τοὺς στασιώτας ἄλλων τε πολλῶν καὶ τοῦδε ἁλόντας τοῦ φόνου ἐν δίκῃ ἀνεῖλεν, ἡ δὲ μαθοῦσα καὶ ὅτι τοὺς Βενέτους προσποιεῖται ἐνδεικνυμένη, ἔτι αὐτὸν τὴν ἀρχὴν ἔχοντα ἐν τῷ τῶν φονέων τάφῳ ἀνεσκολόπισεν οὐδενὶ λόγῳ. [4] βασιλεὺς δὲ κλάειν τε καὶ ὀδύρεσθαι τὸν ἀπολωλότα σκηπτόμενος καθῆστο γρυλλίζων, πολλά τε τοῖς ἐς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος οὐδὲν ἔδρασε, τὰ μέντοι χρήματα τοῦ τετελευτηκότος ληΐζεσθαι ὡς ἥκιστα ἀπηξίωσεν. [5] Ἀλλὰ καὶ ὑπὲρ ἁμαρτάδων τῶν ἐς τὸ σῶμα κολάσεις τῇ Θεοδώρᾳ ἐπινοεῖν ἐπιμελὲς ἦν. πόρνας ἀμέλει πλέον ἢ πεντακοσίας ἀγείρασα ἐν ἀγορᾷ μέσῃ ἐς τριώβολον, ὅσον ἀποζῆν μισθαρνούσας, ἔς τε τὴν ἀντιπέρας ἤπειρον στείλασα ἐν τῷ καλουμένῳ Μετανοίᾳ μοναστηρίῳ καθεῖρξε τὸν βίον μεταμφιέσασθαι ἀναγκάζουσα. [6] ὧν δή τινες ἐρρίπτουν αὑτὰς ἀφ̓ ὑψηλοῦ νύκτωρ, ταύτῃ τε τῆς ἀκουσίου μεταβολῆς ἀπηλλάσσοντο. [7] Δύο δὲ κόραι ἐν Βυζαντίῳ ἀδελφαὶ ἤτην, οὐκ ἐκ πατρός τε καὶ τριγονίας ὑπάτων μόνον, ἀλλ̓ ἀνέκαθεν αἵματος τοῦ πρώτου ἔν γε τῇ συγκλήτῳ βουλῇ γεγονυῖαι. [8] ταύταις ἤδη ἐς γάμον ἐλθούσαις ἀπολωλότων τῶν ἀνδρῶν χήραις γεγονέναι ξυνέπεσεν. αὐτίκα δὲ ἄνδρας ἡ Θεοδώρα δύο ἀγελαίους τε καὶ βδελυροὺς ἀπολέξασα συνοικίζειν αὐταῖς ἐν σπουδῇ εἶχεν, ἐπικαλοῦσα μὴ σωφρόνως βιοῦν. [9] ὅπερ ἵνα μὴ γένηται δείσασαι, ἐς τὸ τῆς Σοφίας ἱερὸν φεύγουσιν, ἔς τε τὸν θεῖον λουτρῶνα ἐλθοῦσαι τῆς ἐνταῦθα κολυμβήθρας ἀπρὶξ εἴχοντο. [10] ἀλλὰ τοσαύτην αὐταῖς ἀνάγκην τε καὶ κακοπάθειαν προσετρίψατο ἡ βασίλισσα ὥστε αὐταῖς ἀπαλλαξειούσαις τῶν ἐνθένδε κακῶν τὸν γάμον αὐτῶν ἀνταλλάξασθαι ἐν σπουδῇ γέγονεν. οὕτως αὐτῇ ἄχραντος οὐδεὶς ἢ ἄσυλος μεμένηκε χῶρος. [11] αὗται μὲν οὖν ἀνδράσι πτωχοῖς τε καὶ ἀπερριμμένοις πολλῷ ἀπὸ τῆς σφετέρας ἀξίας ἀκούσιαι ξυνῳκίσθησαν, καίπερ εὐπατριδῶν σφίσι παρόντων μνηστήρων. [12] ἡ δὲ μήτηρ αὐταῖς χήρα καὶ αὐτὴ γεγονυῖα οὔτε ἀνοιμῶξαι οὔτε [13] ἀποκλαῦσαι τολμῶσα τὸ πάθος παρῆν τῇ ἐγγύῃ. ὕστερον δὲ ἀφοσιουμένη ἡ Θεοδώρα τὸ μίασμα, δημοσίαις αὐτὰς παρηγορῆσαι ξυμφοραῖς ἔγνω. [14] ἄρχοντα γὰρ ἑκάτερον κατεστήσατο. καὶ ταῖς μὲν κόραις παραψυχὴ οὐδ̓ ὣς γέγονε, πάθη δὲ ἀνήκεστα καὶ ἀνύποιστα τοῖς ὑπηκόοις σχεδόν τι ἅπασι πρὸς τῶν ἀνδρῶν τούτων ξυνηνέχθη παθεῖν, ἅπερ μοι ἐν τοῖς ὄπισθεν λόγοις λελέξεται. [15] Θεοδώρᾳ γὰρ οὔτε ἀρχῆς οὔτε πολιτείας ἀξίωσις οὔτε τι ἄλλο ἐπιμελὲς ἦν, εἰ τὸ βούλημα περανεῖται μόνον. [16] Ἐτύγχανε δὲ ὑπό του κυήσασα τῶν ἐραστῶν, ἡνίκα ἔτι ἐπὶ σκηνῆς ἦν, τοῦ δὲ κακοῦ ὀψὲ τοῦ καιροῦ αἰσθομένη πάντα μὲν ἐς τὸ ἀμβλύσκειν, ὥσπερ εἰώθει, ἐποίει, ἄωρον δὲ ἀποκτιννύναι τὸ βρέφος οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπεὶ οὐ πολλῷ ἀπελέλειπτο τοῦ ἀνθρωποειδὲς γένος γεγονέναι. [17] διὸ δὴ ἐπεὶ οὐδὲν προὐχώρει, τῆς πείρας ἀφεμένη τίκτειν ἠνάγκαστο. ὁρῶν δὲ αὐτὴν ὁ τοῦ τεχθέντος πατὴρ ἀπορουμένην τε καὶ ἀσχάλλουσαν, ὅτι μήτηρ γενομένη τῷ σώματι ὁμοίως ἐργάζεσθαι οὐκέτι ἂν δυνατὴ εἴη, ἐπεὶ καὶ ἀληθῶς δὴ ὑπῄσθετο ὡς διαχρήσεται τὸ παιδίον, ἀνείλετό τε καὶ Ἰωάννην ἐπονομάσας, ἐπεὶ ἄρσεν ἦν, ἐς τὴν Ἀραβίαν ἐς ἥνπερ ὥρμητο ἀπιὼν ᾤχετο. [18] ἐπεὶ δὲ αὐτὸς μὲν τελευτᾶν ἔμελλεν, Ἰωάννης δὲ ἤδη μειράκιον ἦν, τ�
�ν πάντα λόγον αὐτῷ ἀμφὶ τῇ μητρὶ ὁ πατὴρ ἔφρασε. [19] καὶ ὃς ἅπαντα ἐπὶ τῷ πατρὶ ἐξ ἀνθρώπων ἀφανισθέντι τὰ νόμιμα ποιήσας, χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἦλθε καὶ τοῖς παρὰ τὴν μητέρα τὰς εἰσόδους ἀεὶ ποιουμένοις τὸ πρᾶγμα ἀγγέλλει. [20] οἱ δὲ οὐδὲν ἀπὸ τοῦ ἀνθρωπείου τρόπου αὐτὴν λογιεῖσθαι ὑποτοπήσαντες ἐπαγγέλλουσι τῇ μητρὶ ὅτι δὴ αὐτῆς Ἰωάννης ὁ υἱὸς ἥκοι. [21] δείσασα δὲ ἡ γυνὴ μὴ ἐς τὸν ἄνδρα ἔκπυστος ὁ λόγος γένηται, τὸν παῖδά οἱ ἐς ὄψιν ἐκέλευεν ἥκειν. [22] ἐπεί τε εἶδε παραγενόμενον, τῶν οἰκείων τινὶ ἐνεχείρισεν, [23] ᾧπερ ἀεὶ τὰ τοιαῦτα ἐπέχειν εἰώθει. καὶ τρόπῳ μὲν ὅτῳ ὁ ταλαίπωρος ἐξ ἀνθρώπων ἠφάνισται οὐκ ἔχω εἰπεῖν, οὐδεὶς δὲ αὐτὸν ἄχρι δεῦρο ἰδεῖν οὐδὲ ἀπογενομένης τῆς βασιλίδος ἔσχε. [24] Τότε καὶ ταῖς γυναιξὶ σχεδόν τι ἁπάσαις τὸν τρόπον διεφθάρθαι ξυνέβη. ἐξήμαρτον γὰρ ἐς τοὺς ἄνδρας ἐξουσίᾳ τῇ πάσῃ, οὐ φέροντος αὐταῖς κίνδυνόν τινα ἢ βλάβην τοῦ ἔργου, ἐπεὶ καὶ ὅσαι μοιχείας ἁλοῖεν, αὗται κακῶν ἀπαθεῖς ἔμενον, παρὰ δὲ τὴν βασιλίδα αὐτίκα ἰοῦσαι ἀντίστροφοί τε γενόμεναι καὶ δίκην οὐ γεγονότων ἐγκλημάτων ἀντιλαχοῦσαι τοὺς ἄνδρας ὑπῆγον. [25] περιῆν τε αὐτοῖς ἀνεξελέγκτοις οὖσι τὴν μὲν προῖκα ἐν διπλασίῳ ἀποτιννύναι, μεμαστιγωμένοις δὲ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐς τὸ δεσμωτήριον ἀπαχθῆναι, καὶ αὖ πάλιν τὰς μοιχευτρίας ἐπιδεῖν κεκομψευμένας τε καὶ πρὸς τῶν μοιχῶν ἀδεέστερον λαγνευομένας. τῶν δὲ μοιχῶν πολλοὶ ἀπ̓ αὐτοῦ τοῦ ἔργου καὶ τιμῆς ἔτυχον. [26] διόπερ οἱ πλεῖστοι τὸ λοιπὸν πάσχοντες πρὸς τῶν γυναικῶν ἀνόσια ἔργα ἀσμενέστατα ἀμαστίγωτοι σιωπῇ ἔμενον, τὴν παρρησίαν αὐταῖς τῷ μὴ πεφωρᾶσθαι δοκεῖν ἐνδιδόντες. [27] Αὕτη ἅπαντα πρυτανεύειν αὐτογνωμονοῦσα τὰ ἐν τῇ πολιτείᾳ ἠξίου. τάς τε γὰρ ἀρχὰς καὶ ἱερωσύνας ἐχειροτόνει, ἐκεῖνο μόνον διερευνωμένη καὶ φυλασσομένη ἐνδελεχέστατα, μὴ καλὸς ἢ ἀγαθός τις ὁ τὸ ἀξίωμα μετιὼν εἴη, καὶ οὐχ οἷός τέ οἱ ἐσόμενος ἐς τὰ ἐπαγγελλόμενα ὑπουργήσειν. [28] καὶ τοὺς γάμους ἅπαντας τῇ θείᾳ ἐξουσίᾳ τινὶ διῳκεῖτο, τοῦ τε γαμεῖν πρότερον οὐδεμίαν ἄνθρωποι ἐγγύην ἑκουσίαν πεποίηνται. [29] γυνὴ γὰρ ἑκάστῳ ἐξαπιναίως ἐγίνετο, οὐχ ὅτι δὴ ἐς αὐτὸν ἤρεσκεν, ὅπερ κἀν τοῖς βαρβάροις εἰώθει, ἀλλ̓ ὅτι βουλομένῃ τῇ Θεοδώρᾳ εἴη. [30] ὅπερ αὖ καὶ ταῖς γαμουμέναις ἀνάπαλιν ξυνέβαινε πάσχειν. ἀνδράσι γὰρ ξυνιέναι οὐδαμῆ ἐθελούσιαι ἠναγκάζοντο. [31] πολλάκις δὲ καὶ τὴν νύμφην ἐκ τῆς παστάδος ἀποβιβάσασα λόγῳ οὐδενὶ ἀνυμέναιον τὸν νυμφίον ἀφῆκε, τοῦτο μόνον ξὺν ἀκροχολίᾳ εἰποῦσα, ὅτι δὴ αὐτὴν ἀπαρέσκοι. [32] ὅπερ ἄλλους τε πολλοὺς ἔδρασε καὶ Λέοντα, ὅσπερ ῥεφερενδάριος ἦν τὴν τιμὴν, καὶ Σατορνῖνον, τὸν Ἑρμογένους τοῦ μαγίστρου γεγονότος ἐπὶ μνηστῇ. τούτῳ γὰρ τῷ Σατορνίνῳ ἦν τις ἀνεψιαδῆ παρθένος μνηστὴ, ἐλευθέριος καὶ κοσμία, ἥνπερ οἱ Κύριλλος ὁ πατὴρ κατηγγύησεν Ἑρμογένους τοῦ βίου ἤδη ἀπολυθέντος. [33] πεπηγυίας τε αὐτοῖς τῆς παστάδος τὸν νυμφίον καθεῖρξεν, ἔς τε τὴν ἑτέραν παστάδα ἤχθη, ἔγημέ τε κωκύων καὶ οἰμώζων ὅσον τὴν Χρυσομαλλοῦς παῖδα. [34] Χρυσομαλλὼ δὲ αὕτη πάλαι μὲν ὀρχηστρὶς ἐγεγόνει καὶ αὖθις ἑταίρα, τότε δὲ ξὺν ἑτέρᾳ Χρυσομαλλοῖ καὶ Ἰνδαροῖ ἐν Παλατίῳ τὴν δίαιταν εἶχεν. [35] ἀντὶ γὰρ τοῦ φαλλοῦ καὶ τῆς ἐν θεάτρῳ διατριβῆς τῇδε διῳκοῦντο τὰ πράγματα. [36] ξυγκαταδαρθὼν δὲ ὁ Σατορνῖνος τῇ νύμφῃ καὶ διαπεπαρθενευμένην εὑρὼν ἔς τινα τῶν ἐπιτηδείων ἐξήνεγκεν ὅτι δὴ οὐκ ἄτρητον γήμαι. [37] ὅπερ ἐπεὶ ἐς Θεοδώραν ἦλθε, τοὺς ὑπηρέτας ἐκέλευεν ἅτε ἀποσεμνυνόμενόν τε καὶ ὀγκωθέντα οὐδὲν αὐτῷ προσῆκον, μετέωρον αἴρειν, οἷα τὰ ἐς γραμματιστοῦ φοιτῶντα παιδία, ξαίνουσά τε κατὰ τῶν νώτων πολλὰς ἀπεῖπεν αὐτῷ μὴ φλυάρῳ εἷναι. [38] Οἷα μέντοι καὶ Ἰωάννην τὸν Καππαδόκην εἰργάσατο ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη. ἅπερ αὐτῇ διαπέπρακται τῷ ἀνθρώπῳ χαλεπαινούσῃ, οὐχ ὑπὲρ ὧν ἐς τὴν πολιτείαν ἡμάρτανε ῾τεκμήριον δέ: τῶν γὰρ ὕστερον δεινότερα ἐς τοὺς ὑπηκόους ἐργασαμένων οὐδένα τοῦτο πεποίηταἰ, ἀλλ̓ ὅτι τά τε ἄλλα τῇ γυναικὶ καταντικρὺ ἐτόλμα ἰέναι καὶ αὐτὴν ἐς τὸν βασιλέα διέβαλλεν, ὥστε αὐτῇ καὶ τὸν ἄνδρα ἐκπεπολεμῶσθαι παῤ ὀλίγον ἐλθεῖν. [39] τῶν γὰρ αἰτιῶν, ὅπερ ὑπεῖπον, ἐνταῦθά μοι μάλιστα τὰς ἀληθεστάτας ἀναγκαῖον εἰπεῖν. [40] ἡνίκα τε αὐτὸν ἐπ̓ Αἰγύπτου καθεῖρξε πεπονθότα ὅσα μοι ἀμφ̓ αὐτῷ προδεδήλωται, οὐδ̓ ὥς τινα ἔλαβε τῆς τοῦ ἀνθρώπου κολάσεως κόρον, ἀλλὰ ψευδομάρτυρας ἐπ̓ ἐκείνῳ διερευνωμένη οὐδέποτε ἀνίει. [41] τέτρασι δὲ ἐνιαυτοῖς ὕστερον Πρασίνους εὑρέσθαι δύο τῶν ἐν Κυζίκῳ στασιωτῶν ἴσχυσεν, οἵπερ τῶν τῷ ἐπισκόπῳ ἐπαναστάντων ἐλέγοντο εἶναι. [42] καὶ αὐτοὺς θωπείαις τε καὶ λόγοις καὶ ἀπειλαῖς περιῆλθεν, ὥστε ἅτερος μὲν κατορρωδήσας καὶ ταῖς ἐλπίσιν ἐπαρθεὶς τὸ μίασμα τοῦ φόνου ἐς τὸν Ἰωάννην ἀνήνεγκεν. [43] ὁ δὲ δὴ ἕτερος τῆς ἀληθείας ἀπ̓ ἐναντίας ἐλθεῖν οὐδαμῆ ἔγνω, καίπερ οὕτως ἐκ τῆς βασάνου καταταθεὶς, ὥστε ὅτι δὴ καὶ τεθνήξεται αὐτίκα μάλα ἐπίδοξος ἦν. [44] διὸ δὴ τὸν μὲν Ἰωάννην τούτῳ δὴ τῷ παραπετάσματι διαχρή�
�ασθαι οὐδεμιᾷ μηχανῇ ἔσχε, τοῖν δὲ νεανίαιν τούτοιν χεῖρας τὰς δεξιὰς ἔτεμε, τοῦ μὲν ὅτι ψευδομαρτυρεῖν οὐδαμῆ ἤθελε, τοῦ δὲ ὅπως μὴ ἐπιφανὴς ἡ ἐπιβουλὴ ἐς τὸ πᾶν γένηται. [45] τούτων δὲ οὕτως ἐν τῷ δημοσίῳ πρασσομένων τῆς ἀγορᾶς, Ἰουστινιανὸς ἐποιεῖτο τῶν πρασσομένων μηδενὸς τὸ παράπαν ξυνεῖναι.

 

‹ Prev