Delphi Complete Works of Procopius

Home > Other > Delphi Complete Works of Procopius > Page 277
Delphi Complete Works of Procopius Page 277

by Procopius of Caesarea


  XIX

  Ὅπως δὲ καὶ τὰ χρήματα ἀφείλετο ἁπαξάπαντα ἐρῶν ἔρχομαι, ὄψιν ὀνείρου ὑπειπὼν πρότερον ἥνπερ κατ̓ ἀρχὰς τῆς Ἰουστίνου βασιλείας τῶν τινι ἐπιφανῶν ἰδεῖν ξυνηνέχθη. [2] ἔφη γάρ οἱ δοκεῖν ἐν τῷ ὀνείρῳ ἑστάναι μέν που ἐν Βυζαντίῳ παρὰ τὴν τῆς θαλάσσης ἠιόνα, ἣ δὴ Χαλκηδόνος καταντικρύ ἐστιν, ὁρᾶν δὲ τοῦτον κατὰ τὸν ἐκείνῃ πορθμὸν ἑστῶτα μέσον. [3] καὶ πρῶτον μὲν τοι τὸ ὕδωρ τῆς θαλάσσης αὐτὸν ἐκπιεῖν ὅλον, ὥστε οἴεσθαι τὸ λοιπὸν αὐτὸν ἐπὶ τῆς ἠπείρου ἑστάναι, οὐκέτι τοῦ πορθμοῦ ταύτῃ ἐπιόντος, ἔπειτα δὲ ὕδωρ ἄλλο ῥύπου τε πολλοῦ καὶ φορυτοῦ γέμον, βρύσαν ἐξ ὑπονόμων ἑκατέρωθεν ὄντων, ἐνταῦθα γενέσθαι, καὶ αὐτὸ μὲν τοῦτον ἐκπιεῖν ἅμα, γυμνόν τε αὖθις ἐξεργάσασθαι τοῦ πορθμοῦ χῶρον. [4] Ἡ μὲν τοῦ ὀνείρου ὄψις ἐδήλου τοιαῦτα. Ἰουστινιανὸς δὲ οὗτος, ἡνίκα οἱ ὁ θεῖος Ἰουστῖνος τὴν βασιλείαν παρέλαβε, χρημάτων δημοσίων ἔμπλεων τὴν πολιτείαν εὗρεν. [5] Ἀναστάσιος γὰρ προνοητικώτατός τε ἅμα καὶ οἰκονομικώτατος πάντων αὐτοκρατόρων γενόμενος, δείσας ὅπερ ἐγένετο, μή οἱ ὁ τὴν βασιλείαν ἐκδεξόμενος χρημάτων ὑποσπανίζων ἴσως τοὺς κατηκόους ληΐζηται, χρυσοῦ τοὺς θησαυροὺς ἅπαντας κατακόρως ἐμπλησάμενος, τὸν βίον ξυνεμετρήσατο. [6] οὕσπερ ἅπαντας Ἰουστινιανὸς ὡς τάχιστα διεσπάσατο, πὴ μὲν θαλασσίοις οἰκοδομίαις λόγον οὐκ ἐχούσαις, πὴ δὲ τῇ ἐς τοὺς βαρβάρους φιλότητι: καίτοι ᾠήθη ἄν τις αὐτοὺς βασιλεῖ ἐς ἄγαν ἀσώτῳ ἐσομένῳ ἐτῶν ἑκατὸν ἐπαρκέσειν. [7] ἰσχυρίζοντο γὰρ οἱ τοῖς θησαυροῖς τε καὶ ταμείοις καὶ ἄλλοις ἅπασι τοῖς βασιλικοῖς χρήμασιν ἐφεστῶτες, Ἀναστάσιον μὲν Ῥωμαίων ἔτη πλέον ἢ ἑπτὰ καὶ εἴκοσιν ἄρξαντα διακόσια καὶ τρισχίλια χρυσοῦ κεντηνάρια ἐν δημοσίῳ ἀπολιπεῖν. [8] ἐπὶ μέντοι Ἰουστίνου ἔτη ἐννέα τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος, τούτου Ἰουστινιανοῦ ξύγχυσίν τε καὶ ἀκοσμίαν τῇ πολιτείᾳ προστριψαμένου, τετρακισχίλια κεντηνάρια ἐς τὴν βασιλείαν εἰσκομισθῆναι οὐδενὶ νόμῳ, καὶ τούτων ἁπάντων οὐδ̓ ὁτιοῦν ἀπολελεῖφθαι, ἀλλ̓ ἔτι περιόντος Ἰουστίνου πρὸς τοῦδε τοῦ ἀνθρώπου δεδαπανῆσθαι ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις. [9] ἅπερ γὰρ αὐτὸς ἐν τῷ παντὶ χρόνῳ σφετερίζεσθαί τε οὐ δέον καὶ ἀναλοῦν ἴσχυσεν, οὐδ̓ ἄν τινα λόγον ἢ λογισμὸν ἢ μέτρον φανῆναι μηχανή τις οὐδεμία ἐστίν. [10] ὥσπερ γάρ τις ποταμὸς ἀένναος ἐς ἡμέραν ἑκάστην ἐκδηιούμενος κατεληΐζετο τοὺς ὑπηκόους, ἐπέρρει δὲ ἅπαντα τοῖς βαρβάροις εὐθύς. [11] Πλοῦτον οὕτω τὸν δημόσιον εὐθὺς ἐκφορήσας ἐπὶ τοὺς κατηκόους τὸ βλέμμα ἦγε, πλείστους τε αὐτίκα τὰς οὐσίας ἀφείλετο ἁρπάζων τε καὶ βιαζόμενος οὐδενὶ λόγῳ, τῶν ἐγκλημάτων τε οὐδαμῆ γεγονότων ὑπάγων τοὺς εὐδαίμονας ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ δοκοῦντας εἶναι, καὶ τοῖς μὲν πολυθεΐαν, τοῖς δὲ δόξης ἐν Χριστιανοῖς οὐκ ὀρθῆς αἵρεσιν, τοῖς δὲ παιδεραστίας, ἑτέροις ἱερῶν γυναικῶν ἔρωτας, ἢ ἄλλας τινὰς οὐ θεμιτὰς μίξεις, ἄλλοις στάσεως ἀφορμὴν, ἢ μέρους Πρασίνου στοργὴν, ἢ ἐς αὐτὸν ὑβρίζειν, ἢ ὄνομα ὁτιοῦν ἄλλο ἐπενεγκὼν, ἢ κληρονόμος αὐτόματος τοῖς τετελευτηκόσιν ἢ καὶ περιοῦσιν, ἂν οὕτω τύχοι, γινόμενος ἅτε ἐσποιητὸς πρὸς αὐτῶν γενόμενος. [12] αἱ γὰρ δὴ σεμνόταται τῶν πράξεων αὐτῷ τοιαῦται ἦσαν. ὅπως δὲ καὶ τὴν γενομένην ἐπ̓ αὐτὸν στάσιν, ἣν Νίκα ἐκάλουν, διοικησάμενος πᾶσι κληρονόμος τοῖς ἐκ βουλῆς εὐθὺς γέγονεν ἤδη μοι ἔναγχος δεδιήγηται, καὶ ὅπως τῆς στάσεως πρότερον οὐκ ὀλίγων αὐτὸς ἰδίᾳ ἑκάστου τὴν οὐσίαν ἀφείλετο. [13] Τοὺς δὲ βαρβάρους ἅπαντας οὐδένα ἀνιεὶς καιρὸν χρήμασιν ἐδωρεῖτο μεγάλοις, ἑῴους τε καὶ ἑσπερίους πρός τε ἄρκτον καὶ μεσημβρίαν, ἄχρι ἐς τοὺς ἐν Βρεττανίαις ᾠκημένους καὶ γῆς πανταχόθι τῆς οἰκουμένης τὰ ἔθνη, ὧνπερ οὐδὲ ὅσον ἀκοὴν πρότερον εἴχομεν, ἀλλὰ πρῶτον ἰδόντες εἶτα τοῦ γένους ὄνομα ἔγνωμεν. [14] αὐτοί τε γὰρ πυνθανόμενοι τὸ τοῦ ἀνδρὸς ἦθος ἐπ̓ αὐτὸν δὴ ἐκ πάσης γῆς ξυνέρρεον ἐς Βυζάντιον. [15] καὶ ὃς οὐδεμιᾷ ὀκνήσει, ἀλλ̓ ὑπερηδόμενός τε τῷ ἔργῳ τούτῳ, καί τι καὶ ἕρμαιον εἶναι οἰόμενος τὸν μὲν Ῥωμαίων ἐξαντλεῖν πλοῦτον, βαρβάροις δὲ ἀνθρώποις ἢ ῥοθίοις τισὶ θαλασσίοις προΐεσθαι, ἀεὶ καθ̓ ἑκάστην αὐτῶν ἕκαστον ξὺν ἁδροῖς χρήμασιν ἀπεπέμπετο. [16] ταύτῃ τε οἱ βάρβαροι ἅπαντες κύριοι τοῦ Ῥωμαίων παντάπασι γεγένηνται πλούτου, ἢ τὰ χρήματα πρὸς τοῦ βασιλέως κεκομισμένοι ἢ ληϊζόμενοι τὴν τῶν Ῥωμαίων ἀρχὴν, ἢ τοὺς αἰχμαλώτους ἀποδιδόμενοι, ἢ τὴν ἐκεχειρίαν ἀπεμπολοῦντες, τήν τε τοῦ ὀνείρου ὄψιν, ἧς ἄρτι ἐμνήσθην, ἐς τοῦτο τῷ ἰδόντι [17] ἀποκεκρίσθαι τετύχηκε. καὶ ἄλλους μέντοι ἐπιτεχνήσασθαι τῆς τῶν κατηκόων λεηλασίας τρόπους ἴσχυσεν, οἵπερ ἐς ὅσον δυνατὸς ἂν εἴην αὐτίκα μάλα λελέξονται, δἰ ὧν οὐκ ἀθρόας, ἀλλὰ κατὰ βραχὺ τὰς πάντων οὐσίας ληΐζεσθαι διαρκῶς ἔσχε.

  XX

  Πρῶτα τῷ δήμῳ οἱ ἔπαρχον ἐν Βυζαντίῳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἐφίστη, ὃς δὴ ἔμελλε τοῖς τὰ πωλητήρια ἔχουσι πόρου ἐνιαυσίου ἐνθένδε διαλαγχάνων ἐς τὴν ἐξουσίαν αὐτοὺς ἐμβιβάζειν τοῦ τὰ ὤνια ὅπῃ βούλοιντο ἀποδίδοσθαι. [2] καὶ περιεστ�
�κει τοῖς τῇδε ἀνθρώποις ὠνεῖσθαι τὰ ἐπιτήδεια, τριπλασίονα μὲν καταβαλλομένοις τιμήματα, ὅτῳ δὲ ἂν διὰ ταῦτα ἐπικαλοῖεν, [3] καλοῖεν, οὐδαμῆ ἔχουσι. μέγα τε τὸ ἀπὸ τοῦ ἔργου βλάβος ἠγείρετο. μέρος γὰρ τῆς βασιλείας τοῦδε φερομένης τοῦ πόρου πλουτεῖν ἀπ̓ αὐτοῦ ἡ τῷ πράγματι ἐφεστῶσα ἀρχὴ ἤθελε. [4] τὸ δὲ ἐνθένδε οἵ τε τῆς ἀρχῆς ὑπηρέται τῆς αἰσχρᾶς ταύτης ὑπουργίας ἐπειλημμένοι καὶ οἱ τὰ πωλητήρια ἔχοντες τῆς τοῦ παρανομεῖν ἐξουσίας δραξάμενοι ἀνήκεστα ἔργα τοὺς τότε ὠνεῖσθαι δεομένους εἰργάζοντο, οὐχ ὅσον πολλὰ εἴρηται πολλαπλάσια τὰ τιμήματα κομιζόμενοι, ἀλλὰ καὶ δολώσεις ἐν τοῖς ὠνίοις μηχανώμενοι ἀμυθήτους τινάς. [5] Ἔπειτα δὲ πολλὰ καταστησάμενος τὰ καλούμενα μονοπώλια τήν τε κατηκόων σωτηρίαν ἀπεμπολήσας τοῖς τὸ ἄγος τοῦτο ἐνεργολαβεῖν ἀξιοῦσιν, αὐτὸς μὲν τίμημα τοῦ ἔργου τούτου ἀντιφορτισάμενος ἀπηλλάσσετο, τοῖς δὲ αὐτῷ ξυμβεβληκόσι παρείχετο τὴν ἐργασίαν [6] ᾗ βούλοιντο διοικήσασθαι. ὅπερ ἀπαρακαλύπτως ἡμαρτάνετο κἀν ταῖς ἄλλαις ἁπάσαις ἀρχαῖς. βασιλέως γὰρ μοῖράν τινα οὐ πολλὴν ἀεὶ τῶν φωρίων κομιζομένου αἵ τε ἀρχαὶ ἀπ̓ αὐτοῦ καὶ οἱ πράγματι ἐφεστῶτες ἑκάστῳ ἀδεέστερον τοὺς σφίσι παραπίπτοντας ἐληΐζοντο. [7] ὥσπερ δὲ οὐχ ἱκανῶν οἱ ἐς τοῦτο οὐσῶν τῶν πάλαι διατεταγμένων ἀρχῶν, ἑτέρας δύο ἐπὶ τῇ πολιτείᾳ ἐπετεχνήσατο, καίτοι ἅπαντα μετῄει πρότερον τὰ ἐγκλήματα ἡ τῷ δήμῳ ἐφεστῶσα ἀρχή. [8] ἀλλ̓ ὅπως ἀεὶ πλείους τε οἱ συκοφάνται εἶεν καὶ πολλῷ ἔτι θᾶσσον τῶν οὐδὲν ἐπταικότων ἀνθρώπων τὰ σώματα αἰκίζοιτο, ταύτας δὴ τὰς ἀρχὰς ἐπινοεῖν ἔγνω. [9] καὶ αὐταῖν τὴν ἑτέραν μὲν τοῖς κλέπταις δῆθεν τῷ λόγῳ ἐπέστησεν, ὄνομα ταύτῃ ἐπιθεὶς πραίτωρα δήμων: τῇ δὲ δὴ ἑτέρᾳ τούς τε παιδεραστοῦντας ἐς ἀεὶ τίννυσθαι καὶ γυναιξὶν οὐ νόμιμα μιγνυμένους ἐπήγγελλε, καὶ εἴ τῳ τὰ ἐς τὸ θεῖον οὐκ ὀρθῶς ἤσκηται, [10] ὄνομα ταύτῃ ἐπιθεὶς κοιαισίτωρα. ὁ μὲν οὖν πραίτωρ εἴ τινα ἐν τοῖς φωρίοις λόγου πολλοῦ ἄξια εὗρε, ταῦτα δὴ τῷ αὐτοκράτορι ἀποφέρειν ἠξίου, φάσκων [11] οὐδαμῆ φαίνεσθαι τοὺς τούτων κυρίους. ταύτῃ τε χρημάτων ἀεὶ τῶν τιμιωτάτων διαλαγχάνειν ὁ βασιλεὺς εἶχεν. ὁ δὲ δὴ κοιαισίτωρ καλούμενος τοὺς παραπεπτωκότας κατεργαζόμενος, ἃ μὲν βούλοιτο, βασιλεῖ ἔφερεν, αὐτὸς δὲ οὐδὲν ἧσσον ἐπλούτει τοῖς ἀλλοτρίοις οὐδενὶ νόμῳ. [12] οἱ γὰρ δὴ τούτων τῶν ἀρχῶν ὑπηρέται οὔτε κατηγόρους ἐπήγοντο οὔτε μάρτυρας τῶν πεπραγμένων παρείχοντο, ἀλλὰ διηνεκὲς πάντα τοῦτον τὸν χρόνον ἀκατηγόρητοί τε καὶ ἀνεξέλεγκτοι ὡς λαθραιότατα ἐντυχόντες ἐκτείνοντό τε καὶ ἀφῃροῦντο τὰ χρήματα. [13] Ὕστερον δὲ ὁ παλαμναῖος οὗτος ταύταις τε καὶ τῇ τῷ δήμῳ ἐφεστώσῃ ἀρχῇ πάντων ὁμοίως ἐπιμελεῖσθαι τῶν ἐγκλημάτων ἐπέστελλεν, ἐρίζειν σφίσι πρὸς ἀλλήλους εἰπὼν ὅστις αὐτῶν πλείους τε καὶ θᾶσσον διαφθείρειν ἱκανὸς εἴη. [14] καὶ αὐτῶν ἕνα μὲν αὐτὸν εὐθὺς ἐρέσθαι φασὶν, ἢν ἐς τοὺς τρεῖς τίς ποτε διαβάλλοιτο, τίνος ἂν αὐτῶν ἡ τοῦ πράγματος διάγνωσις εἴη: τὸν δὲ ὑπολαβόντα φάναι, ὅστις ἂν αὐτῶν προτερήσας τοὺς ἄλλους φθάνοι. [15] ἀλλὰ καὶ τὴν τοῦ κοιαίστωρος καλουμένην ἀρχὴν διέθετο οὐδενὶ κόσμῳ, ἧσπερ διαφερόντως ἐπεμελοῦντο οἱ πρότερον βεβασιλευκότες, ὡς εἰπεῖν, ἅπαντες, ὅπως τε τὰ ἄλλα ἔμπειροι καὶ σοφοὶ καὶ τὰ ἐς τοὺς νόμους μάλιστα εἶεν οἱ ταύτην διαχειρίσαντες καὶ χρημάτων διαφανῶς ἀδωρότατοι, ὡς οὐκ ἄνευ μεγάλου ὀλέθρου τούτου γε τῇ πολιτείᾳ γενησομένου, εἴπερ οἱ ταύτην τὴν ἀρχὴν ἔχοντες ἢ ἀπειρίᾳ τινὶ ἔχοιντο ἢ φιλοχρηματίᾳ ἐφεῖντο. [16] ὁ δὲ βασιλεὺς οὗτος πρῶτον μὲν ἐπὶ ταύτης Τριβωνιανὸν κατεστήσατο, οὗπερ τὰ ἐπιτηδεύματα ἐν τοῖς ἔμπροσθεν λόγοις διαρκῶς εἴρητο. [17] ἐπεὶ δὲ ὁ Τριβωνιανὸς ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ τῆς οὐσίας ἀφείλετο, καίτοι παιδός τέ οἱ ἀπολελειμμένου καὶ πλήθους ἐκγόνων, ἐπεὶ ἐπεγένετο τῷ ἀνθρώπῳ ἡ τέλειος ἡμέρα τοῦ βίου, Ἰούνιλον δὲ Λίβυν γένος ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης, νόμου μὲν οὐδὲ ὅσον ἀκοὴν ἔχοντα, ἐπεὶ οὐδὲ τῶν ῥητόρων τις ἦν, γράμματα δὲ Λατῖνα μὲν ἐξεπιστάμενον, Ἑλληνικῶν μέντοι ἕνεκα οὐδὲ πεφοιτηκότα πρὸς γραμματιστοῦ πώποτε, οὐδὲ τὴν γλῶσσαν αὐτὴν ἑλληνίζειν δυνάμενον ῾πολλάκις ἀμέλει φωνὴν Ἑλληνίδα προθυμηθεὶς ἀφεῖναι πρὸς τῶν ὑπηρετούντων γέλωτα ὦφλεν̓, ἐς δὲ τὴν αἰσχροκέρδειαν δαιμονίως ἐσπουδακότα, ὅς γε γράμματα μὲν τὰ βασιλέως ἐν δημοσίῳ ἀπεμπολῶν ὡς ἥκιστα κατεδύετο. [18] ἑνὸς δὲ στατῆρος χρυσοῦ ἕνεκα τὴν χεῖρα ὀρέγειν τοῖς ἐντυγχάνουσιν οὐδαμῆ ὤκνει. [19] οὐχ ἧσσόν τε ἢ ἑπτὰ ἐνιαυτῶν χρόνον τοῦτον ἡ πολιτεία τὸν γέλωτα ὦφλεν. [20] ἐπεὶ δὲ καὶ Ἰούνιλος ἐς τὸ μέτρον τοῦ βίου ἀφίκετο, Κωνσταντῖνον ἐπὶ τοῦδε τοῦ ἀξιώματος κατεστήσατο, νόμων μὲν ὄντα οὐκ ἀμελέτητον, νέον δὲ κομιδῆ καὶ οὔπω ἀγωνίας δικανικῆς ἐς πεῖραν ἐλθόντα, κλεπτίστατον δὲ καὶ ἀλαζονικώτατον ἀνθρώπων ἁπάντων. [21] οὗτος Ἰουστινιανῷ ποθεινότατός τε ἄγαν καὶ φίλτατος ἐν τοῖς μάλιστα ἐγεγόνει, ἐπεὶ καὶ δἰ αὐτοῦ κλέπτειν τε καὶ δικάζειν ἀεὶ ὁ βασιλεὺς οὗτος οὐδαμῆ ἀπη�
�ίου. [22] διὸ δὴ χρήματα μεγάλα χρόνου ὀλίγου Κωνσταντῖνος ἔσχε καὶ ὑπερφυεῖ τινι κόμπῳ ἐχρῆτο, ἀεροβατῶν τε καὶ πάντας ἀνθρώπους περιφρονῶν, κἂν μέν τινες αὐτῷ πολλὰ βούλοιντο χρήματα προέσθαι, ταῦτα δὴ κατατιθέντες τῶν οἱ πιστοτάτων τισὶ τὰ σφίσιν ἐσπουδασμένα κατορθοῦν ἴσχυον. [23] αὐτῷ μέντοι ἐντυχεῖν ἢ ξυγγενέσθαι τῶν πάντων οὐδενὶ γέγονε δυνατὸν, ὅτι μὴ ἐς βασιλέα δρόμῳ ἰόντι ἢ ἀπαλλασσομένῳ ἐνθένδε οὐ βάδην, ἀλλὰ σπουδῇ τε καὶ τάχει πολλῷ τοῦ μή τινά οἱ ἀκερδῆ ἀσχολίαν τοὺς προσιόντας προστρίβεσθαι.

 

‹ Prev