Delphi Complete Works of Procopius
Page 291
[14] Πρῶτα μὲν οὖν τὸ τεῖχος (κολοβόν τε γὰρ ἦν κομιδῇ, ᾗπέρ μοι εἴρηται, καὶ τοῖς ἐπιοῦσι διὰ ταῦτα ἐπιμαχώτατον) ἀπρόσοδόν τε καὶ ἄμαχον ὅλως τοῖς πολεμίοις ἐσκευάσατο εἶναι. [15] τὰς μὲν γὰρ ἐπάλξεις πρότερον οὔσας λίθων ἐνθήκῃ ξυναγαγὼν ἀπέσφιγξεν ἐν στενῷ μάλιστα, ἴχνη αὐταῖς μόνα ἐς θυρίδων ἀπολιπὼν σχῆμα, τοσοῦτον δὲ αὐτῶν συγκεχωρηκὼς ἀνεῳγέναι, ὅσον δὴ καὶ χεῖρα διεῖναι, καὶ τῶν τοξευμάτων ἐξόδους ἐπὶ τοὺς ἐνοχλοῦντας ἐνθένδε λελεῖφθαι. [16] ὕπερθεν δὲ αὐτῶν ὕψος τῷ περιβόλῳ ἐπετεχνήσατο ἐς τριάκοντα μάλιστα πόδας, οὐχ ὅλον ἐνθέμενος τὸ πάχος τῷ τείχει, ὡς μὴ τῶν θεμελίων τῇ τῶν ἐγκειμένων περιουσίᾳ βαρυνομένων ἀνήκεστόν τι τῷ ἔργῳ ξυμβαίη, ἀλλὰ τὸν ἐκείνῃ ἀέρα λίθων περιβολῇ περιελίξας, στοάν τε ἐν κύκλῳ τοῦ περιβόλου περίδρομον ἐργασάμενος, ὑπέρ τε τὴν στοὰν τὰς ἐπάλξεις ἐπιβαλών, ὥστε διώροφον μὲν πανταχόσε τὸ τεῖχος εἶναι, κατὰ δὲ τοὺς πύργους καὶ τρεῖς γεγονέναι τὰς χώρας τῶν τε ἀμυνομένων τοῦ περιβόλου καὶ τὰς ἐπ᾽ αὐτὸν ἀποκρουομένων ἐφόδους. [17] κατὰ μέσους γάρ πη τοὺς πύργους σφαιρικὸν σχῆμα ἐνθέμενος αὖθις ἐνταῦθα ἐντέθεικεν ἐπάλξεις ἑτέρας, τριώροφον ταύτῃ τὸ τεῖχος ἀπεργασάμε·
[18] Ἔπειτα δὲ κατανενοηκὼς ὅτι δὴ καὶ τῶν πύργων διεφθάρθαι πολλούς, ᾗπέρ μοι εἴρηται, ξυνηνέχθη ἐν χρόνῳ ὀλίγῳ, καθελεῖν μὲν αὐτοὺς ὡς ἥκιστα εἶχεν, ἐν γειτόνων ἀεὶ τῶν πολεμίων ὄντων καὶ καιροφυλακούντων τε καὶ διηνεκὲς ἰχνευόντων εἴ ποτε τοῦ περιβόλου μοίρας ἀτειχίστου τινὸς ἐπιτυχεῖν οἷοί τε ὦσιν· ἐπενόει δὲ τάδε. [19] τούτους μὲν τοὺς πύργους αὐτοῦ εἴασεν, ἔκτοσθεν δὲ αὐτῶν ἑκάστου οἰκοδομίαν τινὰ ἑτέραν ἐμπείρως ἐν τετραγώνῳ ἐδείματο ἀσφαλείας τε καὶ τῆς ἄλλης ἐπιμελείας εὖ ἔχουσαν, ταύτῃ τε τοὺς πεπονηκότας τῶν τοίχων ἐρύματι ἑτέρῳ ἐς τὸ ἀσφαλὲς ἐτειχίσατο. [20] ἕνα δὲ αὐτῶν τὸν καλούμενον τῆς Φρουρᾶς ἐπικαιριώτατα καθελὼν ἀνῳκοδομήσατο ξὺν τῷ ἀσφαλεῖ καὶ πανταχόθεν τοῦ περιβόλου τὸ ἐκ τῆς ἀσθενείας ἀφείλετο δέος. [21] καὶ τῷ προτειχίσματι δὲ κατὰ λόγον διαρκὲς ὕψος ἐπισταμένως ἐντέθεικεν. [22] ἔκτοσθεν δὲ αὐτοῦ τάφρον ὤρυξεν, οὐχ ᾗπερ εἰώθασιν ἄνθρωποι τὰ τοιαῦτα ποιεῖν, ἀλλ᾽ ἐν χώρῳ τε ὀλίγῳ καὶ τρόπῳ ἑτέρῳ· ὅτου δὲ δὴ ἕνεκα, ἐγὼ δηλώσω.
[23] Τὰ μὲν ἀλλὰ τοῦ περιβόλου ἀπρόσβατα τοῖς τειχομαχοῦσιν ἐκ τοῦ ἐπὶ πλεῖστον ξυμβαίνει εἶναι, ἅτε οὐκ ἐφ᾽ ὁμαλοῦ χωρίου ἑστῶτα οὐδὲ τοῖς ἐπιοῦσιν ἔχοντος πρὸς ἐπιβουλὴν ἐπιτηδείως, ἀλλὰ κατὰ τὸ ἄναντες ἔν τε σκληρῷ καὶ ὀρθίῳ κειμένου, ἔνθα οὔτε διώρυχα οἷόν τέ ἐστιν οὔτε προσβολὴν γενέσθαι τινά. [24] ᾗ δὲ αὐτοῦ πρὸς ἄνεμον νότον ἡ πλευρὰ τέτραπται, μαλθακή τε οὖσα καὶ γεώδης ἡ χώρα καὶ πρὸς διώρυχας εὔκολος ἄγαν, εὐέφοδον ταύτῃ ποιεῖ τὴν πόλιν. p[108][25] τάφρον οὖν ἐνταῦθα μηνοειδῆ, εὔρους τε καὶ βάθους ἱκανῶς ἔχουσαν ἐπὶ μακρῷ κατορύξας, ἑκάτερον αὐτῆς τῷ προτειχίσματι τὸ πέρας ἐνῆψεν, ὕδατος μὲν αὐτὴν διαρκῶς ἐμπλησάμενος, ἄβατόν τε παντάπασι τοῖς πολεμίοις καταστησάμενος, ἐν μοίρᾳ δὲ αὐτῆς τῇ ἐντὸς προτείχισμα θέμενος ἕτερον· ᾧ δὴ ἐφεστῶτες ἐν πολιορκίᾳ φρουροῦσι Ῥωμαῖοι, τοῦ τε περιβόλου καὶ προτειχίσματος τοῦ ἑτέρου ἀφροντιστήσαντες, ὅπερ τοῦ τείχους προβέβληται. [26] ἐτύγχανε δὲ τοῦ τε τείχους καὶ τοῦ προτειχίσματος μεταξὺ κατὰ τὰς πύλας αἳ καταντικρὺ τοῦ Ἀμμώδιος χωρίου εἰσί, μέγα τι χρῆμα χώματος κείμενον, καὶ ἀπ᾽ αὐτοῦ οἱ πολέμιοι λανθάνειν ἐκ τοῦ ἐπὶ πλεῖστον οἷοί τε ἦσαν ἐπὶ τῇ πόλει διώρυχας ἔνερθεν τοῦ περιβόλου ποιούμενοι. [27] ὅπερ ἐνθένδε περιελὼν καὶ περικαθήρας εὖ μάλα τὸν χῶρον, ταύτῃ τοῖς πολεμίοις τὴν ἐς τὸ τεῖχος ἐπιβουλὴν ἀνεχαίτισε.
[2] [1] Τὰ μὲν οὖν τοῦ ὀχυρώματος αὐτῷ τῇδέ πη πεποίηται. καὶ ὕδατος δὲ εἰργάσατο ἔλυτρα πὴ μὲν τοῦ περιβόλου καὶ τοῦ προτειχίσματος μεταξύ, πὴ δὲ ἄγχιστα τοῦ νεὼ ὃς Βαρθολομαίῳ ἀποστόλῳ ἀνεῖται πρὸς δύοντά που τὸν ἥλιον. [2] ῥεῖ δὲ καὶ ποταμὸς ἐκ προαστείου τῆς πόλεως διέχοντος αὐτῆς σημείοιν δυοῖν, ὃ δὴ Κόρδης ἐπικαλεῖται. [3] ἐφ᾽ ἑκάτερα δὲ αὐτοῦ σκοπέλω δύο ἀνέχετον ὑπεράγαν σκληρώ· πρόεισί τε μεταξὺ τῆς ἑκατέρου ὑπωρείας ἄχρι ἐς τὴν πόλιν ὁ ποταμὸς οὗτος, παρὰ τοὺς πρόποδας φερόμενος p[110]τῶν ὀρῶν, μάλιστά τε καὶ δι᾽ αὐτὸ τοῖς πολεμίοις ἄτρεπτός τε καὶ ἀνεπαφός ὤν· [4] οὐ γὰρ ἔχουσι βιάζεσθαί πη αὐτὸν ἐν ὑπτίῳ τῆς γῆς. ἐπισπῶνται δὲ αὐτὸν ἐς τὴν πόλιν τρόπῳ τοιῷδε. [5] ὀχετὸν μὲν ἐκ τοῦ περιβόλου πεποίηνται μέγαν, ὀβελοῖς δὲ σιδηροῖς τὸ τοῦ ὀχετοῦ στόμα συχνοῖς τε καὶ ὡς παχυτάτοις καταλαβόντες, τοῖς μὲν ὀρθοῖς, τοῖς δὲ ἐγκαρσίοις, διεπράξαντο τῷ ὕδατι ἐς τὴν πόλιν εἰσιτητὰ εἶναι, οὐκ ἐπὶ πονηρῷ τοῦ ὀχυρώματος. [6] οὕτω τοίνυν ἐς τὴν πόλιν ἐσιὼν καὶ τὰ ἐκείνῃ ἔλυτρα ἐμπλησάμενος, περιαγόμενός τε ὅποι ποτὲ δοκοίη τοῖς τῇδε ἀνθρώποις, εἶτα ἐκβάλλει ἐς ἑτέραν τινὰ τῆς πόλεως χώραν, ἐμφεροῦς αὐτῷ τῇ ἐς τὴν πόλιν εἰσαγωγῇ πεποιημένης τῆς ἐκβολῆς. [7] περιιών τε τὰ ταύτῃ πεδία ἐς πολιορκίαν εὐπετῆ ἐποιεῖτο τὴν πόλιν. ἐν�
�αῦθα γὰρ ἐνστρατοπεδεύεσθαι τοῖς πολεμίοις τῇ τοῦ ὕδατος περιουσίᾳ οὐ χαλεπὸν ἦν. [8] ὅπερ ἵνα μὴ γένηται λογισάμενος Ἰουστινιανὸς βασιλεὺς τὰ παρόντα ἐν βούλῃ ἐποιεῖτο, διασκοπούμενος εἴ τινα τῷ πράγματι ἄκεσιν εὕροι. [9] ὁ δὲ θεὸς αὐτῷ τὴν ἀμηχανίαν ἰώμενος, ἀπαυτοματίσας τὴν πρᾶξιν μελλήσει τὴν πόλιν οὐδεμίᾳ διεσώσατο. ἐγίνετο δὲ δὴ ὧδε.
[10] Τῶν τις ἐκείνῃ στρατευσαμένων, εἴτε τινὰ ὄψιν ὀνείρου ἰδὼν εἴτε αὐτόματος εἰς τοῦτο ἠγμένος, τῶν περὶ τὰς οἰκοδομίας τεχνιτῶν ἑταιρισάμενος πόλιν ὅμιλον, διώρυχα ἐκέλευε μακρὰν ἐντὸς τοῦ περιβόλου γεγενῆσθαι, δείξας τι χωρίον αὐτοῖς· ὕδωρ γὰρ πότιμον ἐνταῦθα εὑρήσειν ἐκ μυχῶν ἀποβλύζον τῆς γῆς. [11] κυκλοτερῆ p[112]τε τὴν διώρυχα ἐς ποδῶν μῆκος πεντεκαίδεκα ποιησάμενος ἐπὶ πλεῖστον τὸ βάθος κατῆγε. [12] τοῦτο τῇ πόλει σωτήριον, οὐκ ἐκ προνοίας τῶν τεχνιτῶν τούτων πεποίηται, ἀλλ᾽ ὅπερ ἐνταῦθα ξυμβήσεσθαι κακὸν ἔμελλεν, ἐς πᾶν ξυμφέρον διὰ τῆς κατώρυχος ἀπεκρίθη Ῥωμαίοις. [13] ὄμβρων γὰρ μεταξὺ ἐξαισίων καταρραγέντων, ὁ ποταμὸς οὗπερ ἐπεμνήσθην ἀρτίως πρὸ τοῦ περιβόλου μορμύρων ἀρθείς τε ἐπὶ μέγα κατὰ τὰ ξυνειθισμένα οὐκέτι ἐχώρει, οὐ δεχομένων αὐτὸν τηλικόνδε γεγενημένον οὔτε τῶν εἰσόδων οὔτε τοῦ ὀχετοῦ ᾗπερ τὰ πρότερα. [14] ξυνίστατο οὖν ἐπὶ τὸ τεῖχος ξυνάγων τὸν ῥοῦν, ἐς ὕψος τε καὶ βάθος κατατείνων πολύ, καὶ πὴ μὲν λιμνάζων, πὴ δὲ κυρτούμενός τε καὶ κυματίας γεγενημένος. [15] τὸ μὲν οὖν προτείχισμα βιασάμενος καθεῖλεν εὐθύς, κατασείσας δὲ καὶ πολλήν τινα τοῦ τείχους μοῖραν καὶ τὰς πύλας ἀναπετάσας πολύς τε ῥεύσας τὴν πόλιν καταλαμβάνει σχεδόν τι ὅλην, καὶ αὐτῆς τήν τε ἀγορὰν καὶ τοὺς στενωπούς καὶ οὐδέν τι ἧσσον τὰς οἰκίας περιπολήσας, ἐπίπλων τε ἐνθένδε καὶ ξυλίνων τευχῶν καὶ ἄλλων τοιούτων φορυτὸν μέγαν ἐπαγόμενος, ἐς ταύτην τε τὴν διώρυχα ἐμπεσὼν ἀφανίζεται ὑπόγειος γεγενημένος. [16] ἡμέραις δὲ οὐ πολλαῖς ὕστερον ἄγχιστά πη τῶν Θεοδοσιουπόλεως ὁρίων ἐκδούς, ἐν χώρῳ ἐφάνη σημείοις τεσσαράκοντα διέχοντι μάλιστα Δάρας πόλεως, οἷσπερ ἐπηγάγετο ἐκ τῶν τῇδε οἰκιῶν γνωσθείς· διεφάνη γὰρ ἐνταῦθα ὁ συρφετὸς ὅλος. [17] καὶ τὸ λοιπὸν ἐν μὲν εἰρήνῃ καὶ ἀγαθοῖς πράγμασιν ἐν μέσῃ πόλει γινόμενος ὁ ποταμὸς οὗτος, περιπλέους τε τοῦ ὕδατος τοὺς θησαυροὺς p[114]ἐργασάμενος, φέρεται μὲν τῆς πόλεως ἔξω διὰ τῶν ἐξόδων αἵπερ αὐτῷ πεποίηνται ἐξεπίτηδες πρὸς τῶν δειμαμένων τὴν πόλιν, ὥσπερ μοι ἔναγχος δεδιήγηται. [18] ἀρδεύων δὲ τὰ ἐκείνῃ χωρία ποθεινὸς ἅπασι τοῖς περιοικοῦσιν ἐς ἀεὶ γίνεται. ἐπειδὰν δὲ πολεμίων στρατὸς ὡς πολιορκήσων τὴν πόλιν ἐνταῦθα ἴοι, τὰς μὲν διὰ τῶν σιδηρῶν ὀβελῶν ἐξόδους ἐπιβύσαντες τοῖς καταράκταις καλουμένοις, αὐτίκα τε τὸν ποταμὸν μεταπεφυκέναι καὶ τὴν ἐκβολὴν μεταπορεύεσθαι βιασάμενοι ἀνάγκῃ χειροποιήτῳ, ἐπί τε τὴν διώρυχα καὶ τὸ ἐνθένδε περιάγουσι χάος. [19] καὶ ἀπ᾽ αὐτοῦ οἱ πολέμιοι πιεζόμενοι τοῦ ὕδατος τῇ ἀπορίᾳ διαλύειν ἀναγκάζονται τὴν πολιορκίαν εὐθύς. Μιρράνης ἀμέλει ὁ Περσῶν στρατηγὸς ἐπὶ Καβάδου βασιλεύοντος ἐπὶ πολιορκίᾳ ἐνταῦθα ἥκων, τούτοις τε πᾶσιν ἀναγκασθείς, ἄπρακτος οὐκ εἰς μακρὰν ἀνεχώρησε. [20] καὶ Χοσρόης αὐτὸς πολλῷ ὕστερον ἐπ᾽ αὐτῷ τούτῳ ἀφικόμενος στρατῷ μεγάλῳ ἐγκεχείρηκε τῇ ἐς τὴν πόλιν ἐπιβουλῇ. [21] ὕδατός τε ἀπορίας πέρι ἀμηχάνων, καὶ ἀποσκοπούμενος τὴν τοῦ περιβόλου ὑπερβολήν, ἄμαχόν τε αὐτὴν διαρκῶς ὑπώπτευεν εἶναι, καὶ τὰ βεβουλευμένα μεταγνούς, εὐθυωρὸν ἐς τὰ Περσῶν ἤθη ἀπιὼν ᾤχετο, τῇ τοῦ Ῥωμαίων αὐτοκράτορος καταστρατηγηθεὶς προμηθείᾳ.
p[116] [3] [1] Ταῦτα μὲν οὖν ἐν πόλει Δάρας οὕτω δὴ βασιλεὺς Ἰουστινιανὸς κατεστήσατο· ὅντινα δὲ προσεποίησε τρόπον τῇ πόλει μηκέτι αὐτῇ πάθος πρὸς τοῦ ποταμοῦ ξυμβῆναι τοιοῦτον, τοῦ θεοῦ διαρρήδην αὐτῷ ξυνεπιλαμβανομένου τὸ σπούδασμα τοῦτο, ἐγὼ δηλώσω. [2] Χρυσῆς ἦν τις Ἀλεξανδρεύς, μηχανοποιὸς δεξιός, ὅσπερ βασιλεῖ τὰ ἐς τὰς οἰκοδομίας ὑπηρετῶν, τὰ πλεῖστα τῶν τε ἐν πόλει Δάρας καὶ τῇ ἄλλῃ χώρᾳ γεγονότα ἐξείργασται. [3] οὗτος ὁ Χρυσῆς ἀπεδήμει μὲν ἡνίκα δὴ ἐν πόλει Δάρας τὸ ἐκ τοῦ ποταμοῦ πάθος ξυνέπεσεν· ἀκηκοὼς δὲ καὶ περιαλγήσας τῇ συμφορᾷ ἐς κοίτην τὴν αὑτοῦ ἀπεχώρησεν. ὄψιν δὲ ὀνείρου τοιάνδε εἶδεν· [4] ἐδόκει οἱ ἐν τῷ ὀνείρῳ τις ὑπερφυής τε καὶ τὰ ἄλλα κρείσσων ἢ ἀνθρώπῳ εἰκάζεσθαι μηχανήν τινα ἐπαγγέλλειν τε καὶ ἐνδείκνυσθαι, ἣ ἂν διακωλύειν τὸν ποταμὸν ἱκανὴ εἴη ἐπὶ πονηρῷ τῆς πόλεως μηκέτι μορμύρειν. [5] καὶ ὁ μὲν αὐτίκα θεῖον ὑποτοπήσας τὸ πρᾶγμα εἶναι, τήν τε μηχανὴν καὶ τὴν τοῦ ὀνείρου ὄψιν ἐς βασιλέα γράψας ἀνήνεγκε, σκιαγραφήσας τὴν ἐκ τοῦ ὀνείρου διδασκαλίαν. [6] ἐτύγχανε δὲ οὐ πολλῷ πρότερον ἄγγελος ἥκων ἐς βασιλέα ἐκ Δάρας πόλεως, ὅσπερ αὐτῷ τὰ ἐκ τοῦ ποταμοῦ ξυνεχθέντα πάντα ἐσηήγειλε. [7] βασιλεὺς δὲ τότε τοῖς ξυμπεπτωκόσι ξυνταραχθεὶς καὶ περιώδυνος γεγονώς, τοὺς τὰ μηχανικὰ εὐδοκιμοῦντας εὐθὺς p[118]μετεκάλει, Ἀνθέμιόν τε καὶ Ἰσίδωρον, ὧνπερ ἔμπροσθεν ἐπεμνήσθην. [8] καὶ τὰ ξυμβεβηκότα ἐπικοινούμενος ἀνεπυνθάνετο τῶν �
��νδρῶν ὁποῖα ποτὲ μηχανὴ γένοιτο, ὡς μή τι περαιτέρω τῇ πόλει ξυμβαίη· καὶ αὐτῶν μὲν ἑκάτερος ὑποθήκην τινὰ ἔφραζε τήν οἱ δοκοῦσαν ἐπιτηδείως ἐς τοῦτο ἔχειν· βασιλεὺς δέ, θείας δηλονότι ἐπινοίας αὐτῷ γενομένης τινός, οὔπω τὰ Χρυσοῦ ἰδὼν γράμματα, ἐπενόει τε καὶ ἐσκιαγράφει αὐτογνωμονήσας ἐκ τοῦ παραδόξου ὃ δὴ τοῦ ὀνείρου ἐκτύπωμα ἦν. [9] ἔτι δὲ τῆς βουλῆς ᾐωρημένης καὶ τοῦ πρακτέου σφίσιν ἐν ἀδήλῳ ὄντος, διέλυσαν τὸν διάλογον. [10] ἡμέραις τε τρισὶν ὕστερον ἧκέ τις βασιλεῖ τήν τε τοῦ Χρυσοῦ ἐπιστολὴν καὶ τῆς τοῦ ὀνείρουη μηχανῆς τὸ ἐκμαγεῖον ἐνδεικνύμενος. [11] καὶ ὃς μεταπεμψάμενος τοὺς μηχανικοὺς αὖθις ἀνανεοῦσθαι τῇ μνήμῃ ἐκέλευεν ὅσα δὴ σφίσιν ἀμφὶ τῷ ἔργῳ τὸ πρότερον δοκοῦντα εἴη. [12] οἱ δὲ ἀπεστομάτιζον ἐφεξῆς ἅπαντα, ὅσα τε αὐτοὶ τεχνάζοντες εἶπον καὶ ὅσα βασιλεὺς ἀπαυθαδιασάμενος ἐπήγγειλε γενέσθαι. [13] καὶ τότε δὴ βασιλεὺς τόν τε πρὸς τοῦ Χρυσοῦ σταλέντα καὶ τὰ γράμματα ἐπιδείξας, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ ὀνείρου γεγονυῖαν ἐπὶ τῷ ἐσομένῳ ὄψιν τε καὶ σκιαγραφίαν, κατεστήσατο αὐτοὺς ἐν θαύματι μεγάλῳ, ἐν νῷ ποιουμένους ὡς ἅπαντα ὁ θεὸς συνδιαπράσσεται τῷ βασιλεῖ τούτῳ τὰ τῇ πολιτείᾳ ξυνοίσοντα. [14] ἐκράτει τοίνυν ἡ τοῦ βασιλέως ἐπίταξις, ὑποχωρούσης μηχανοποιῶν σοφίας καὶ τέχνης. [15] καὶ γίνεται ὁ Χρυσῆς αὖθις ἐν πόλει Δάρας, ἐπιτεταγμένον οἱ πρὸς τοῦ βασιλέως ὑποτελέσαι τὰ γεγραμμένα p[120]σπουδῇ τῇ πάσῃ, καθάπερ ἡ τοῦ ὀνείρου ὑποθήκη ἐπήγγελλεν. ἐποίει τε τὰ ἐπιτεταγμένα τρόπῳ τοιῷδε.