Delphi Complete Works of Procopius
Page 299
[37] Ἀνενεώσατο δὲ Νικόπολίν τε καὶ Φωτικὴν καὶ τὴν Φοινίκην ὠνομασμένην. αἱ δύο αὐταὶ πολίχναι, ἥ τε Φωτικὴ καὶ ἡ Φοινίκῃ, ἐν τῷ χθαμαλῷ τῆς γῆς ἔκειντο, ὕδασι περιρρεόμεναι τῇδε λιμνάζουσι. [38] διὸ δὴ λογισάμενος Ἰουστινιανὸς βασιλεὺς εἶναι ἀμήχανα ἐπὶ στερρᾶς θεμελίων συνθήκης p[230]περιβόλους αὐταῖς ἀναστῆναι, αὐτὰς μὲν ἐπὶ σχήματος τοῦ αὐτοῦ εἴασε, φρούρια δὲ αὐτῶν ἀγχοτάτω ἐν τε ἀνάντει καὶ ἰσχυρῶς ὀρθίῳ ἐδείματο. [39] ἦν δέ τις ἐνταῦθα πόλις ἀρχαία, ὕδασιν ἐπιεικῶς κατακορὴς οὖσα, ὀνόματός τε τῆς τοῦ χωρίου φύσεως ἀξίου ἐπιτυχοῦσα· Εὔροια γὰρ ἀνέκαθεν ὠνομάζετο. [40] ταύτης δὲ τῆς Εὐροίας οὐ πολλῷ ἄποθεν λίμνη κέχυται καὶ νῆσος κατὰ μέσον ἀνέχει καὶ λόφος αὐτῇ ἐπανέστηκε. [41] διαλείπει δὲ ἡ λίμνη τοσοῦτον, ὅσον τινὰ ἐν εἰσόδου μοίρᾳ τῇ νήσῳ λελεῖφθαι. [42] ἔνθα δὴ βασιλεὺς τοὺς τῆς Εὐροίας μεταβιβάσας οἰκήτορας, πόλιν ὀχυρωτάτην οἰκοδομησάμενος ἐτειχίσατο.
[2] Μετὰ δὲ τὴν Ἤπειρον ὅλην Αἰτωλούς τε καὶ Ἀκαρνᾶνας παραδραμόντι ὅ τε Κρισαῖος ἐκδέχεται κόλπος καὶ ὅ τε Ἰσθμὸς ἥ τε Κόρινθος καὶ τὰ ἄλλα τῆς Ἑλλάδος χωρία. ἔνθα δὴ τῆς παρ᾽ αὐτοῦ τὰ μάλιστα προνοίας ἠξίωνται. [2] μάλιστα δὲ πάντων θαυμάσειεν ἄν τις ὁπόσοις περιβόλοις ἐτειχίσατο τὴν Ῥωμαίων ἀρχήν. τῶν τε γὰρ ἄλλων προὐνόησε πάντων καὶ οὐχ ἥκιστα τῶν ἐν Θερμοπύλαις ἀνόδων. [3] πρῶτα μὲν οὖν τὰ τείχη ἐς ὕψος αὐτῷ ἀνέστη μέγα. ἦν γάρ, εἴ τις προσίοι, εὐπετῶς ἁλωτὰ καὶ οὐ τετειχισμένα τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει, ἀλλ᾽ ἀποτετριγχωμένα ἐδόκει εἶναι. [4] οἷς δὴ καὶ διπλᾶς τὰς ἐπάλξεις ἐντέθειται πάσας. κατὰ ταῦτα δὲ κἀν τῷ φρουρίῳ ἐξείργασται, p[232]ὅπερ ἐνταῦθα ἐκ παλαιοῦ ἦν παρέργως οὕτω πεποιημένον τοῖς πάλαι ἀνθρώποις. [5] διαρκές τε γὰρ αὐτῷ ὕψος ἐντέθεικε καὶ διπλοῦς τοὺς προμαχῶνας πεποίηται. [6] πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀνύδρῳ παντάπασιν ὄντι ταμιεῖον ὑετίων ὑδάτων ἐπετεχνήσατο. [7] ἔπειτα δὲ καὶ ἀνόδους πολλὰς ἀφυλάκτους τε καὶ ἀτειχίστους τὰ πρότερα οὔσας ἐς τὸ ἀκριβὲς ἐτειχίσατο. [8] θαυμάσειεν ἂν τις εἰκότως τὸν Περσῶν βασιλέα, ὅτι δὴ χρόνον ἐνταῦθα κατατρίψας πολύν, μίαν τινὰ στενὴν ἀτραπὸν εὕρατο, καὶ ταῦτα προδοτῶν Ἑλλήνων τυχών, ὁδῶν τε ἀτειχίστων ἐκείνῃ πολλῶν καὶ ἁμαξιτῶν σχεδόν τι ὅσων. [9] ἥ τε γὰρ θάλασσα τοὺς πρόποδας ἐπικλύζουσα τῶν ὀρῶν, ἀνεστομωμένας ἐκ τοῦ ἐπὶ πλεῖστον ἐποιεῖτο εἶναι τὰς ἐνθένδε ἀνόδους, καὶ σηράγγων τε καὶ χαραδρῶν ἀδιεξόδων ἐνταῦθα οὐσῶν, ἀμήχανα ἔδοξεν εἶναι τοῖς πάλαι ἀνθρώποις τειχίσμασιν ἐς τὸ ἀκριβὲς περιβαλέσθαι τὰ διῃρημένα τῇ φύσει, τῇ τε πρὸς τὰ χαλεπώτατα τῶν ἔργων ὀκνήσει ἀταλαίπωρον ἀφέμενοι τὴν ἀσφάλειαν ἐπὶ τῇ τύχῃ κατέλιπον, ἐς τὴν ἐσομένην βαρβάροις τῆς ὁδοῦ ἄγνοιαν ἀποθέμενοι τὰς τῆς σωτηρίας ἐλπίδας. [10] ἐπεὶ πρὸς τὴν ταλαιπωρίαν ἀπολέγοντες ἀεὶ ἄνθρωποι, τὰ σφίσιν αὐτοῖς δυσκολώτατα δόξαντα εἶναι οὐδὲ ἄλλοις τισὶν οἴονται ῥᾴδια ἔσεσθαι. [11] διὸ δὴ οὐκ ἄν τις ἔτι φιλονεικοίη μὴ οὐχὶ ἀνθρώπων ἁπάντων οἳ δὴ ἐς τὸν πάντα αἰῶνα γεγένηται, Ἰουστινιανὸν βασιλέα προμηθέστατον γεγονέναι καὶ διαφερόντως ἐπιμελέστατον, ᾧ γε οὐδὲ θάλασσα χαλεπὴ γέγονε, γειτνιῶσά τε τοῖς ὄρεσι καὶ περιχεομένη καὶ ἐπικλύζουσα, ἐν κλυδωνίῳ p[234]τε καὶ ψάμμῳ ὑγρᾷ τοῖς θεμελίοις στηρίζεσθαι, καὶ τοῖς ἐναντιωτάτοις διαφανῶς ἐναρμόζεσθαι, ἀνθρώπων τε προσχωρεῖν τέχνῃ καὶ βιαζομένοις ὑπείκειν. [12] οὐ μέντοι οὐδὲ τάς τε λόχμας καὶ νάπας ἀλλήλαις ἀνάψας, οὐδὲ τὴν θάλασσαν τῷ ὄρει ἐναρμοσάμενος ὁ βασιλεὺς οὗτος, ὅλην τε τὴν Ἑλλάδα περιβαλὼν τοῖς ὀχυρώμασι, κατέπαυσε τὴν ὑπὲρ τῶν κατηκόων σπουδήν, ἀλλὰ καὶ φρούρια πολλὰ τοῦ τείχους ἐντὸς ἐτεκτήνατο, ἄξια τύχης τῆς ἀνθρωπείας βεβουλευμένος, ᾗ βέβαιον οὐδὲν οὐδὲ ἀκαταγώνιστον γίνεται. [13] ὥστε εἰ τοῖς τείχεσι τούτοις τρόπῳ ὁτῳοῦν ἢ χρόνῳ ἁλῶναι ξυμβαίη, ἐν τοῖς φρουρίοις τὰ φυλακτήρια διασώζοιτο. [14] καὶ μὴν καὶ σιτῶνας ἐν τῷ ἀσφαλεῖ καὶ ὑδάτων ἔλυτρα πανταχόθι πεποίηται, στρατιώτας τε φρουρούς ἐς δισχιλίους μάλιστα τῇδε ἱδρύσατο· ὃ οὐδέ τις τῶν πρώην βασιλέων πώποτε ἐκ τοῦ παντὸς χρόνου πεποίηκεν. [15] ἀφύλακτα γὰρ τὸ παράπαν τὰ τείχη ταῦτα ἄνωθέν τε καὶ ἐς ἐμὲ ἦν, ἀγροίκων τε τῶν ἐπιχωρίων τινὲς τῶν πολεμίων καταθεόντων μεθαρμοσάμενοι τὴν δίαιταν ἐν τῷ παραυτίκα, ἐπὶ καιροῦ τε αὐτοσχεδιάζοντες τὰ πολέμια, ἐκ περιτροπῆς ἐνταῦθα ἐφρούρουν, ἁλώσιμοί τε τοῖς πολεμίοις ἀπειρίᾳ τοῦ ἔργου ῥᾷστα ξὺν τῇ Ἑλλάδι ἐγίνοντο, ταύτῃ τε τῇ σμικρολογίᾳ ἡ χώρα ἐπὶ μακρότατον ἀπέκειτο ἐπιοῦσι βαρβάροις.
[16] Οὕτω μὲν Ἰουστινιανὸς βασιλεὺς τὰ ἐν Θερμοπύλαις ἐρύματα ἐκρατύνατο. καὶ πόλεων δὲ ἁπασῶν, αἵπερ αὐτῶν ἐκτὸς τῇ χώρᾳ ἐξικανοῦσιν p[236]οὖσαι, ξὺν ἐπιμελείᾳ πολλῇ τείχη ᾠκοδομήσατο ἰσχυρά, ἐν τε Σάκκῳ καὶ Ὑπάτῃ καὶ Κορακίοις καὶ Οὐννῷ καὶ Βαλέαις καὶ τῷ καλουμένῳ Λεονταρίῳ. [17] ἐν δὲ τῇ Ἡρακλείᾳ πεποίηται τάδε. ἐξ Ἰλλυριῶν ἐς Ἑλλάδα ἰόντι, ὄρη δύο ἐπὶ μακρότατον ἀλλήλοιν ὡς ἀγχοτάτω ξυνιᾶσι, στενωπὸν ἐν βραχεῖ ἀπεργαζόμεν�
� τὴν μεταξὺ χώραν (κλεισούρας νενομίκασι τὰ τοιαῦτα καλεῖν)· [18] πηγὴ δὲ κατὰ μέσον κάτεισιν, ἐν μὲν ὥρᾳ θερινῇ πότιμον ἀποβλύζουσα καὶ καθαρὸν ὕδωρ ἀπὸ τῶν ὀρῶν ἃ ταύτῃ ἀνέχει, ἐς ῥύακά τε ἀποκεκριμένη βραχύν. [19] ἐπειδὰν δὲ ὕοι, χειμάρρους ἐνταῦθα ἐπικυρτοῦται ὑψηλός τε ὑπερφυῶς καὶ δεινῶς ἄγριος ἐπὶ πλεῖστον τῶν ἐκείνῃ σκοπέλων ἀπὸ τῶν χαραδρῶν συνάγων τὸ ῥεῦμα. [20] ἐνθένδε τοῖς βαρβάροις εἰσιτητὰ ἐπί τε Θερμοπύλας οὐδενὶ πόνῳ ἐγίνετο καὶ τὴν ταύτῃ Ἑλλάδα. [21] τοῦ δὲ στενωποῦ ἐφ᾽ ἑκάτερα δύο ἐκ παλαιοῦ ὀχυρώματα ἦν, πὴ μὲν Ἡράκλεια πόλις, ἧσπερ ἐπεμνήσθην ἀρτίως, πὴ δὲ ὁ Μυροπώλης καλούμενος, οὐκ ὀλίγῃ διεστηκώς χώρᾳ. [22] ταῦτα δὲ ἄμφω τὰ ὀχυρώματα ἐν ἐρειπίοις ἐκ παλαιοῦ ὄντα Ἰουστινιανὸς ἀνῳκοδομήσατο βασιλεὺς καὶ διατειχίσματι τὸν στενωπὸν ὀχυρωτάτῳ περιβαλών, τούτῳ τε συνάψας ὄρος ἑκάτερον τοῖς μὲν βαρβάροις τὴν δίοδον ἀνεχαίτισε, τῷ δὲ χειμάρρῳ ἐπάναγκές ἐστι λιμνάζοντι τοῦ τείχους ἐντός, εἶτα ἐφύπερθεν αὐτοῦ φερομένῳ ὅπῃ παρατύχοι ἰέναι.
p[238] [23] Καὶ πόλεις δὲ τῆς Ἑλλάδος ἁπάσας αἵπερ ἐντός εἰσι τῶν ἐν Θερμοπύλαις τειχῶν, ἐν τῷ βεβαίῳ κατεστήσατο εἶναι, τοὺς περιβόλους ἀνανεωσάμενος ἅπαντας. [24] κατερηρίπεσαν γὰρ πολλῷ πρότερον, ἐν Κορίνθῳ μὲν σεισμῶν ἐπιγενομένων ἐξαισίων, Ἀθήνησι δὲ καὶ Πλαταιᾶσι κἀν τοῖς ἐπὶ Βοιωτίας χωρίοις χρόνου μὲν μήκει πεπονηκότες, ἐπιμελησαμένου δὲ αὐτῶν οὐδενὸς τῶν πάντων ἀνθρώπων. [25] ἐπίμαχον δὲ ἢ ἀφύλακτον οὐδὲν εἴασεν, ἐπεὶ αὐτῷ προεγρηγορότι τῶν κατηκόων ἔννοια γέγονεν ὡς οἱ βάρβαροι καταθέοντες, ἂν οὕτω τύχῃ, τά γε ἀμφὶ Θερμοπύλας χωρία, ἐπειδὰν τάχιστα πύθωνται οὐδὲν αὐτοῖς ὄφελος ἔσεσθαι ὑπερβεβληκόσι τὸ ἔρυμα τοῦτο, τειχήρους πανταχόθι γεγενημένης τῆς ἄλλης Ἑλλάδος, ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα ἐξεπιστάμενοι ὡς πολιορκεῖν σφίσι πόλιν ἑκάστην ἐπάναγκες ἔσται. [26] προσδοκία γὰρ μηκυνομένη ταλαιπωρεῖν οὐκ ἀνέχεται, οὐδὲ ἀναβαλλομένης ὠφελείας ἐφίεται, ἀλλ᾽ ἀποδίδοται τῆς περὶ ταῦτα ὀκνήσεως τὴν μέλλουσαν τύχην.
[27] Ταῦτα διαπεπραγμένος Ἰουστινιανὸς βασιλεύς, ἐπεὶ τὰς ἐν Πελοποννήσῳ πόλεις ἁπάσας ἀτειχίστους ἐμάνθανεν εἶναι, λογισάμενος ὅτι δή οἱ πολὺς τετρίψεται χρόνος, εἰ κατὰ μιᾶς ἐπιμελοῖτο, τὸν Ἰσθμὸν ὅλον ἐν τῷ ἀσφαλεῖ ἐτειχίσατο, ἐπεὶ αὐτοῦ καταπεπτώκει τὰ πολλὰ ἤδη. [28] φρούριά τε ταύτῃ ἐδείματο καὶ φυλακτήρια κατεστήσατο. τούτῳ δὲ τῷ τρόπῳ ἄβατα τοῖς πολεμίοις ἅπαντα p[240]πεποίηκεν εἶναι τὰ ἐν Πελοποννήσῳ χωρίᾳ, εἰ καί τι ἐς τὸ ἐν Θερμοπύλας ὀχύρωμα κακουργήσοιεν. ἀλλὰ ταῦτα μὲν τῇδε κεχώρηκε.
[3] Πόλις δὲ ἦν τις ἐπὶ Θεσσαλίας, Διοκλητιανούπολις ὄνομα, εὐδαίμων μὲν τὸ παλαιὸν γεγενημένη, προϊόντος δὲ τοῦ χρόνου βαρβάρων οἱ ἐπιπεσόντων καταλυθεῖσα καὶ οἰκητόρων ἔρημος γεγονυῖα ἐπὶ μακρότατον· λίμνη δέ τις αὐτῇ ἐν γειτόνων τυγχάνει οὖσα, ἢ Καστορία ὠνόμασται. καὶ νῆσος κατὰ μέσον τῆς λίμνης τοῖς ὕδασι περιβέβληται. [2] μία δὲ εἰς αὐτὴν εἴσοδος ἀπὸ τῆς λίμνης ἐν στενῷ λέλειπται, οὐ πλέον ἢ ἐς πεντεκαίδεκα διήκουσα πόδας. [3] ὄρος τε τῇ νήσῳ ἐπανέστηκεν ὑψηλὸν ἄγαν, ἥμισυ μὲν τῇ λίμνῃ καλυπτόμενον, τῷ δὲ λειπομένῳ ἐγκείμενον. [4] διὸ δὴ ὁ βασιλεὺς οὗτος τὸν Διοκλητιανουπόλεως ὑπεριδὼν χῶρον ἅτε που διαφανῶς εὐέφοδον ὄντα καὶ πεπονθότα πολλῷ πρότερον, ἅπερ ἐρρήθη, πόλιν ἐν τῇ νήσῳ ὀχυρωτάτην ἐδείματο, καὶ τὸ ὄνομα, ὡς τὸ εἰκός, ἀφῆκε τῇ πόλει. [5] ἐπὶ μέντοι Ἐχιναίου τε καὶ Θηβῶν καὶ Φαρσάλου καὶ ἄλλων τῶν ἐπὶ Θεσσαλίας πόλεων ἁπασῶν, ἐν αἷς Δημητριάς τέ ἐστι καὶ Μητρόπολις ὄνομα καὶ Γόμφοι καὶ Τρίκα, τοὺς περιβόλους ἀνανεωσάμενος, ἐν τῷ ἀσφαλεῖ ἐκρατύνατο, χρόνῳ τε καταπεπονηκότας μακρῷ, εὐπετῶς τε ἁλωτοὺς ὄντας, εἴ τις προσίοι.
[6] Ἀλλ᾽ ἐπεὶ ἐς Θεσσαλίαν ἀφίγμεθα, φέρε δή, τῷ λόγῳ ἐπί τε τὸ ὄρος τὸ Πήλιον καὶ p[242]Πηνειὸν ποταμὸν ἴωμεν. [7] ῥεῖ μὲν ἐξ ὄρους τοῦ Πηλίου πρᾴῳ τῷ ῥείθρῳ ὁ Πηνειός, ὡράϊσται δὲ αὐτῷ περιρρεομένη πόλις ἡ Λάρισσα, τῆς Φθίας ἐνταῦθα οὐκέτι οὔσης, τοῦτο δὴ τοῦ μακροῦ χρόνου τὸ διαπόνημα. [8] φέρεται δὲ ὁ ποταμὸς οὗτος εὖ μάλα προσηνῶς ἄχρι ἐς θάλασσαν. εὔφορός τε οὖν ἐστιν ἡ χώρα καρπῶν παντοδαπῶν καὶ ποτίμοις ὕδασι κατακορὴς ἄγαν, ὧνπερ ὀνίνασθαι ὡς ἥκιστα εἶχον περίφοβοι ὄντες οἱ τῇδε ᾠκημένοι διηνεκὲς καὶ καραδοκοῦντες ἀεὶ τοὺς βαρβάρους ἐγκείσεσθαι σφίσιν· ἐπεὶ οὐδαμῆ τῶν ταύτῃ χωρίων ὀχύρωμα ἦν, ὅπη ἂν καταφυγόντες σωθήσονται. [9] ἀλλὰ καὶ Λάρισσαν καὶ Καισάρειαν, πεπονηκότων σφίσιν ὑπεράγαν τῶν ἐρυμάτων, σχεδόν τι ἀτειχίστους εἶναι ξυνέβαινε. [10] βασιλεὺς δὲ Ἰουστινιανὸς ἄμφω τείχη ἰσχυρότατα ποιησάμενος γνησίᾳ τὴν χώραν εὐδαιμονίᾳ ξυνῴκισεν. [11] οὐ πολλῷ δὲ ἄποθεν ὄρη ἀνέχει ἀπόκρημνα, οὐρανομήκεσιν ἀμφιλαφῆ δένδροις· οἰκεῖα δὲ Κενταύροις τὰ ὄρη. [12] καὶ γέγονε Λαπίθαις ἐν τῇδε τῇ χώρᾳ πρὸς τὸ Κενταύρων γένος ἡ μάχῃ, ὡς οἱ μῦθοι ἡμῖν ἐκ παλαιοῦ ἰσχυρίζονται, νεανιευόμενοι γεγονέναι ἀνθρώπων γένος ἐν τοῖς ἄνω χρόνοις ἀλλόκοτον καὶ ζῴων φύ�
�ιν τινὰ δυοῖν σύμμικτον. [13] ἀφῆκε δέ τι καὶ τῷ μύθῳ ἐν προσηγορίᾳ μαρτύριον ὁ παλαιὸς χρόνος, φρουρίου ἐν τοῖς τῇδε ὄρεσιν ὄντος. Κενταυρόπολις p[244]γὰρ τὸ χωρίον καὶ εἰς ἐμὲ ὀνομάζεται. [14] οὗπερ τὸ τεῖχος Ἰουστινιανὸς βασιλεὺς καταπεπτωκὸς ἤδη σὺν Εὐρυμένῃ τῷ φρουρίῳ ἐνταῦθά πη ὄντι καὶ ταὐτὸ πεπονθότι ἀνοικοδομησάμενος ἐκρατύνατο. [15] πολλὰ δὲ καὶ ἄλλα φρούρια ἐπὶ Θεσσαλίας ὁ βασιλεὺς οὗτος ἀνενεώσατο, ὧνπερ τὰ ὀνόματα σὺν τοῖς ἐν Μακεδονίᾳ τετειχισμένοις ἐν καταλόγῳ γεγράψεταί μοι οὐ πολλῷ ὕστερον.