Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 312
Septuagint Complete Greek and English Edition Page 312

by Septuagint


  CHAPTER 3

  [1] Καὶ τὸ παιδάριον Σαμουηλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ηλι τοῦ ἱερέως· καὶ ῥῆμα κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. [2] καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ηλι ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύνατο βλέπειν, [3] καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουηλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ θεοῦ, [4] καὶ ἐκάλεσεν κύριος Σαμουηλ Σαμουηλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. [5] καὶ ἔδραμεν πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν. [6] καὶ προσέθετο κύριος καὶ ἐκάλεσεν Σαμουηλ Σαμουηλ· καὶ ἐπορεύθη πρὸς Ηλι τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε, ἀνάστρεφε κάθευδε· [7] καὶ Σαμουηλ πρὶν ἢ γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα κυρίου. [8] καὶ προσέθετο κύριος καλέσαι Σαμουηλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ηλι καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ηλι ὅτι κύριος κέκληκεν τὸ παιδάριον, [9] καὶ εἶπεν Ἀνάστρεφε κάθευδε, τέκνον, καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, κύριε, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουηλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. [10] καὶ ἦλθεν κύριος καὶ κατέστη καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ, καὶ εἶπεν Σαμουηλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. [11] καὶ εἶπεν κύριος πρὸς Σαμουηλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ισραηλ ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. [12] ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ηλι πάντα, ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. [13] καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ’ οὕτως. [14] ὤμοσα τῷ οἴκῳ Ηλι Εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ηλι ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. [15] καὶ κοιμᾶται Σαμουηλ ἕως πρωῒ καὶ ὤρθρισεν τὸ πρωῒ καὶ ἤνοιξεν τὰς θύρας οἴκου κυρίου· καὶ Σαμουηλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν τῷ Ηλι. [16] καὶ εἶπεν Ηλι πρὸς Σαμουηλ Σαμουηλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. [17] καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ’ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπ’ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. [18] καὶ ἀπήγγειλεν Σαμουηλ πάντας τοὺς λόγους καὶ οὐκ ἔκρυψεν ἀπ’ αὐτοῦ, καὶ εἶπεν Ηλι Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. [19] Καὶ ἐμεγαλύνθη Σαμουηλ, καὶ ἦν κύριος μετ’ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. [20] καὶ ἔγνωσαν πᾶς Ισραηλ ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε ὅτι πιστὸς Σαμουηλ εἰς προφήτην τῷ κυρίῳ. [21] καὶ προσέθετο κύριος δηλωθῆναι ἐν Σηλωμ, ὅτι ἀπεκαλύφθη κύριος πρὸς Σαμουηλ· καὶ ἐπιστεύθη Σαμουηλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ισραηλ ἀπ’ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ηλι πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον κυρίου.

  CHAPTER 4

  [1] Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἐξῆλθεν Ισραηλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον καὶ παρεμβάλλουσιν ἐπὶ Αβενεζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Αφεκ. [2] καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ισραηλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ισραηλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. [3] καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ισραηλ Κατὰ τί ἔπταισεν ἡμᾶς κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλωμ, καὶ ἐξελθέτω ἐν μέσῳ ἡμῶν καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. [4] καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλωμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν κυρίου καθημένου χερουβιμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ηλι μετὰ τῆς κιβωτοῦ, Οφνι καὶ Φινεες. [5] καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ισραηλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. [6] καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι Τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Εβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς κυρίου ἥκει εἰς τὴν παρεμβολήν. [7] καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον Οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην. [8] οὐαὶ ἡμῖν· τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. [9] κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας, ἀλλόφυλοι, μήποτε δουλεύσητε τοῖς Εβραίοις, καθὼς ἐδούλευσαν ἡμῖν, καὶ ἔσεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς. [10] καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ισραηλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ισραηλ τριάκοντα χιλιάδες ταγμάτων. [11] καὶ κιβωτὸς θεοῦ ἐλήμφθη, καὶ ἀμφότεροι
υἱοὶ Ηλι ἀπέθανον, Οφνι καὶ Φινεες. [12] Καὶ ἔδραμεν ἀνὴρ Ιεμιναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλωμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. [13] καὶ ἦλθεν, καὶ ἰδοὺ Ηλι ἐκάθητο ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. [14] καὶ ἤκουσεν Ηλι τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς φωνῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ηλι. [15] καὶ Ηλι υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ηλὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ἡ φωνὴ τοῦ ἤχους τούτου; [16] καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν πρὸς Ηλι καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον; [17] καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν Πέφευγεν ἀνὴρ Ισραηλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη. [18] καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ισραηλ εἴκοσι ἔτη. [19] Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεες συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ὤκλασεν καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ’ αὐτὴν ὠδῖνες αὐτῆς. [20] καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνῄσκει, καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. [21] καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβωθ ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. [22] καὶ εἶπαν Ἀπῴκισται δόξα Ισραηλ ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν κυρίου.

 

‹ Prev