Book Read Free

Septuagint Complete Greek and English Edition

Page 439

by Septuagint


  CHAPTER 19

  [1] Ὑπολαβὼν δὲ Ιωβ λέγει [2] Ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις; [3] γνῶτε μόνον ὅτι ὁ κύριος ἐποίησέ με οὕτως· καταλαλεῖτέ μου, οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι. [4] ναὶ δὴ ἐπ’ ἀληθείας ἐγὼ ἐπλανήθην, παρ’ ἐμοὶ δὲ αὐλίζεται πλάνος [4]a λαλῆσαι ῥῆμα, ὃ οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ. [5] ἔα δὲ ὅτι ἐπ’ ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. [6] γνῶτε οὖν ὅτι ὁ κύριός ἐστιν ὁ ταράξας, ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ ἐμὲ ὕψωσεν. [7] ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω· κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. [8] κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ, ἐπὶ πρόσωπόν μου σκότος ἔθετο. [9] τὴν δὲ δόξαν ἀπ’ ἐμοῦ ἐξέδυσεν, ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου. [10] διέσπασέν με κύκλῳ, καὶ ᾠχόμην· ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου. [11] δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο, ἡγήσατο δέ με ὥσπερ ἐχθρόν. [12] ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ’ ἐμοὶ ταῖς ὁδοῖς μου, ἐκύκλωσάν με ἐγκάθετοι. [13] ἀπ’ ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν, ἔγνωσαν ἀλλοτρίους ἢ ἐμέ· φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν. [14] οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου, καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου. [15] γείτονες οἰκίας θεράπαιναί τέ μου, ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν. [16] θεράποντά μου ἐκάλεσα, καὶ οὐχ ὑπήκουσεν· στόμα δέ μου ἐδέετο. [17] καὶ ἱκέτευον τὴν γυναῖκά μου, προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου· [18] οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο· ὅταν ἀναστῶ, κατ’ ἐμοῦ λαλοῦσιν. [19] ἐβδελύξαντο δέ με οἱ εἰδότες με· οὓς δὴ ἠγαπήκειν, ἐπανέστησάν μοι. [20] ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου, τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται. [21] ἐλεήσατέ με, ἐλεήσατέ με, ὦ φίλοι· χεὶρ γὰρ κυρίου ἡ ἁψαμένη μού ἐστιν. [22] διὰ τί δέ με διώκετε ὥσπερ καὶ ὁ κύριος, ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε; [23] τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου, τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα [24] 13ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ507 ἢ ἐν πέτραις ἐγγλυφῆναι; [25] οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύειν με μέλλων ἐπὶ γῆς. [26] ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα· παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη, [27] ἃ ἐγὼ ἐμαυτῷ συνεπίσταμαι, ἃ ὁ ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος· πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ. [28] εἰ δὲ καὶ ἐρεῖτε Τί ἐροῦμεν ἔναντι αὐτοῦ; 13καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ·507 [29] εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος· θυμὸς γὰρ ἐπ’ ἀνόμους ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη.

  CHAPTER 20

  [1] Ὑπολαβὼν δὲ Σωφαρ ὁ Μιναῖος λέγει [2] Οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα, καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ. [3] 13παιδείαν ἐντροπῆς μου ἀκούσομαι, 13καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι. [4] 13μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι507 ἀφ’ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς; [5] εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον, χαρμονὴ δὲ παρανόμων ἀπώλεια, [6] ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. [7] ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται· οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν Ποῦ ἐστιν; [8] ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ, ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν. [9] 13ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει, 13καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ.507 [10] τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. [11] 13ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ, 13καὶ μετ’ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται. [12] 13ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία, 13κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ· [13] 13οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν 13καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ.507 [14] καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ· 13χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ.507 [15] πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. [16] θυμὸν δὲ δρακόντων θηλάσειεν, ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως. [17] μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου. [18] εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον, ἐξ οὗ οὐ γεύσεται, ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος. [19] πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν, δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν. [20] οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν, 13ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται. [21] 13οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ·507 διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. [22] ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’ αὐτὸν ἐπελεύσεται. [23] 13εἴ πως πληρώσαι γαστέρα αὐτοῦ,507 ἐπαποστείλαι ἐπ’ αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’ αὐτὸν ὀδύνας· [24] καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου, τρώσαι αὐτὸν τόξον χάλκειον· [25] διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος, ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν· 13ἐπ αὐτῷ φόβοι.507 [26] πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι· κατέδεται αὐτὸν πῦρ ἄκαυστον, κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον. [27] ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας, γῆ δὲ ἐπανασταίη αὐτῷ. [28] ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος, ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ. [29] αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτ�
� παρὰ τοῦ ἐπισκόπου.

  CHAPTER 21

  [1] Ὑπολαβὼν δὲ Ιωβ λέγει [2] Ἀκούσατε ἀκούσατέ μου τῶν λόγων, ἵνα μὴ ᾖ μοι παρ’ ὑμῶν αὕτη ἡ παράκλησις. [3] ἄρατέ με, ἐγὼ δὲ λαλήσω, εἶτ οὐ καταγελάσετέ μου. [4] τί γάρ; μὴ ἀνθρώπου μου ἡ ἔλεγξις; ἢ διὰ τί οὐ θυμωθήσομαι; [5] εἰσβλέψαντες εἰς ἐμὲ θαυμάσατε χεῖρα θέντες ἐπὶ σιαγόνι. [6] ἐάν τε γὰρ μνησθῶ, ἐσπούδακα, ἔχουσιν δέ μου τὰς σάρκας ὀδύναι. [7] διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; [8] ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. [9] οἱ οἶκοι αὐτῶν εὐθηνοῦσιν, φόβος δὲ οὐδαμοῦ, μάστιξ δὲ παρὰ κυρίου οὐκ ἔστιν ἐπ’ αὐτοῖς. [10] ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν, διεσώθη δὲ αὐτῶν ἐν γαστρὶ ἔχουσα καὶ οὐκ ἔσφαλεν. [11] μένουσιν δὲ ὡς πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν [12] ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. [13] συνετέλεσαν δὲ ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν, ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν. [14] λέγει δὲ κυρίῳ Ἀπόστα ἀπ’ ἐμοῦ, ὁδούς σου εἰδέναι οὐ βούλομαι· [15] 13τί ἱκανός, ὅτι δουλεύσομεν αὐτῷ; 13καὶ τίς ὠφέλεια, ὅτι ἀπαντήσομεν αὐτῷ;507 [16] ἐν χερσὶν γὰρ ἦν αὐτῶν τὰ ἀγαθά, ἔργα δὲ ἀσεβῶν οὐκ ἐφορᾷ. [17] οὐ μὴν δὲ ἀλλὰ καὶ ἀσεβῶν λύχνος σβεσθήσεται, ἐπελεύσεται δὲ αὐτοῖς ἡ καταστροφή, ὠδῖνες δὲ αὐτοὺς ἕξουσιν ἀπὸ ὀργῆς. [18] ἔσονται δὲ ὥσπερ ἄχυρα πρὸ ἀνέμου ἢ ὥσπερ κονιορτός, ὃν ὑφείλατο λαῖλαψ. [19] ἐκλίποι υἱοὺς τὰ ὑπάρχοντα αὐτοῦ· 13ἀνταποδώσει πρὸς αὐτὸν καὶ γνώσεται.507 [20] ἴδοισαν οἱ ὀφθαλμοὶ αὐτοῦ τὴν ἑαυτοῦ σφαγήν, ἀπὸ δὲ κυρίου μὴ διασωθείη· [21] 13ὅτι τί θέλημα αὐτοῦ ἐν οἴκῳ αὐτοῦ μετ’ αὐτόν; 13καὶ ἀριθμοὶ μηνῶν αὐτοῦ διῃρέθησαν.507 [22] πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; αὐτὸς δὲ φόνους διακρινεῖ. [23] 13οὗτος ἀποθανεῖται ἐν κράτει ἁπλοσύνης αὐτοῦ, 13ὅλος δὲ εὐπαθῶν καὶ εὐθηνῶν·507 [24] τὰ δὲ ἔγκατα αὐτοῦ πλήρη στέατος, μυελὸς δὲ αὐτοῦ διαχεῖται. [25] ὁ δὲ τελευτᾷ ὑπὸ πικρίας ψυχῆς οὐ φαγὼν οὐδὲν ἀγαθόν. [26] ὁμοθυμαδὸν δὲ ἐπὶ γῆς κοιμῶνται, σαπρία δὲ αὐτοὺς ἐκάλυψεν. [27] ὥστε οἶδα ὑμᾶς ὅτι τόλμῃ ἐπίκεισθέ μοι· [28] 13ὅτι ἐρεῖτε Ποῦ ἐστιν οἶκος ἄρχοντος; 13καὶ ποῦ ἐστιν ἡ σκέπη τῶν σκηνωμάτων τῶν ἀσεβῶν; [29] 13ἐρωτήσατε παραπορευομένους ὁδόν, 13καὶ τὰ σημεῖα αὐτῶν οὐκ ἀπαλλοτριώσετε· [30] 13ὅτι εἰς ἡμέραν ἀπωλείας κουφίζεται ὁ πονηρός, 13εἰς ἡμέραν ὀργῆς αὐτοῦ ἀπαχθήσονται. [31] 13τίς ἀπαγγελεῖ ἐπὶ προσώπου αὐτοῦ τὴν ὁδὸν αὐτοῦ; 13καὶ αὐτὸς ἐποίησεν, τίς ἀνταποδώσει αὐτῷ; [32] 13καὶ αὐτὸς εἰς τάφους ἀπηνέχθη 13καὶ ἐπὶ σορῷ ἠγρύπνησεν. [33] 13ἐγλυκάνθησαν αὐτῷ χάλικες χειμάρρου, 13καὶ ὀπίσω αὐτοῦ πᾶς ἄνθρωπος ἀπελεύσεται, 13καὶ ἔμπροσθεν αὐτοῦ ἀναρίθμητοι.507 [34] πῶς δὲ παρακαλεῖτέ με κενά; τὸ δὲ ἐμὲ καταπαύσασθαι ἀφ’ ὑμῶν οὐδέν.

  CHAPTER 22

  [1] Ὑπολαβὼν δὲ Ελιφας ὁ Θαιμανίτης λέγει [2] Πότερον οὐχὶ ὁ κύριός ἐστιν ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην; [3] τί γὰρ μέλει τῷ κυρίῳ, ἐὰν σὺ ἦσθα τοῖς ἔργοις ἄμεμπτος; 13ἢ ὠφέλεια ὅτι ἁπλώσῃς τὴν ὁδόν σου;507 [4] ἦ λόγον σου ποιούμενος ἐλέγξει σε καὶ συνεισελεύσεταί σοι εἰς κρίσιν; [5] πότερον οὐχ ἡ κακία σού ἐστιν πολλή, ἀναρίθμητοι δέ σού εἰσιν αἱ ἁμαρτίαι; [6] ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διὰ κενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφείλου· [7] οὐδὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν· [8] ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς· [9] χήρας δὲ ἐξαπέστειλας κενάς, ὀρφανοὺς δὲ ἐκάκωσας. [10] τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέν σε πόλεμος ἐξαίσιος· [11] τὸ φῶς σοι σκότος ἀπέβη, κοιμηθέντα δὲ ὕδωρ σε ἐκάλυψεν. [12] μὴ οὐχὶ ὁ τὰ ὑψηλὰ ναίων ἐφορᾷ, τοὺς δὲ ὕβρει φερομένους ἐταπείνωσεν; [13] 13καὶ εἶπας Τί ἔγνω ὁ ἰσχυρός; 13ἦ κατὰ τοῦ γνόφου κρινεῖ; [14] 13νέφη ἀποκρυφὴ αὐτοῦ, καὶ οὐχ ὁραθήσεται 13καὶ γῦρον οὐρανοῦ διαπορεύσεται. [15] 13μὴ τρίβον αἰώνιον φυλάξεις, 13ἣν ἐπάτησαν ἄνδρες ἄδικοι, [16] 13οἳ συνελήμφθησαν ἄωροι; 13ποταμὸς ἐπιρρέων οἱ θεμέλιοι αὐτῶν507 [17] οἱ λέγοντες Κύριος τί ποιήσει ἡμῖν; ἢ τί ἐπάξεται ἡμῖν ὁ παντοκράτωρ; [18] ὃς δὲ ἐνέπλησεν τοὺς οἴκους αὐτῶν ἀγαθῶν, βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ’ αὐτοῦ. [19] ἰδόντες δίκαιοι ἐγέλασαν, ἄμεμπτος δὲ ἐμυκτήρισεν. [20] 13εἰ μὴ ἠφανίσθη ἡ ὑπόστασις αὐτῶν, 13καὶ τὸ κατάλειμμα αὐτῶν καταφάγεται πῦρ.507 [21] γενοῦ δὴ σκληρός, ἐὰν ὑπομείνῃς· εἶτ ὁ καρπός σου ἔσται ἐν ἀγαθοῖς. [22] ἔκλαβε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. [23] ἐὰν δὲ ἐπιστραφῇς καὶ ταπεινώσῃς σεαυτὸν ἔναντι κυρίου, πόρρω ἐποίησας ἀπὸ διαίτης σου τὸ ἄδικον. [24] 13θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ 13καὶ ὡς πέτρᾳ χειμάρρους Ωφιρ.507 [25] ἔσται οὖν σου ὁ παντοκράτωρ βοηθὸς ἀπὸ ἐχθρῶν, καθαρὸν δὲ ἀποδώσει σε ὥσπερ ἀργύριον πεπυρωμένον. [26] εἶτα παρρησιασθήσῃ ἔναντι κυρίου ἀναβλέψας εἰς τὸν οὐρανὸν ἱλαρῶς· [27] εὐξαμένου δέ σου πρὸς αὐτὸν εἰσακούσεταί σου, δώσει δέ σοι ἀποδοῦναι τὰς εὐχάς· [28] ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης, ἐπὶ δὲ ὁδοῖς σου ἔσται φέγγος. [29] 13ὅτι ἐταπείνωσεν αὐτόν, καὶ ἐρεῖς Ὑπ
ερηφανεύσατο, 13καὶ κύφοντα ὀφθαλμοῖς σώσει· [30] 13ῥύσεται ἀθῷον, 13καὶ διασώθητι ἐν καθαραῖς χερσίν σου.507

 

‹ Prev