Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 596
Septuagint Complete Greek and English Edition Page 596

by Septuagint


  [7] And Jacob was greatly terrified, and was perplexed; and he divided the people that was with him, and the cows, and the camels, and the sheep, into two camps.

  [9] καὶ εἶπεν Ιακωβ Ἐὰν ἔλθῃ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι.

  [8] And Jacob said, If Esau should come to one camp, and smite it, the other camp shall be in safety.

  [10] εἶπεν δὲ Ιακωβ Ὁ θεὸς τοῦ πατρός μου Αβρααμ καὶ ὁ θεὸς τοῦ πατρός μου Ισαακ, κύριε ὁ εἴπας μοι Ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω,

  [9] And Jacob said, God of my father Abraam, and God of my father Isaac, O Lord, thou art he that said to me, Depart quickly to the land of thy birth, and I will do thee good.

  [11] ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ιορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.

  [10] Let there be to me a sufficiency of all the justice and all the truth which thou hast wrought with thy servant; for with this my staff I passed over this Jordan, and now I am become two camps.

  [12] ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ησαυ, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.

  [11] Deliver me from the hand of my brother, from the hand of Esau, for I am afraid of him, lest haply he should come and smite me, and the mother upon the children.

  [13] σὺ δὲ εἶπας Καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.

  [12] But thou saidst, I will do thee good, and will make thy seed as the sand of the sea, which shall not be numbered for multitude.

  [14] καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν Ησαυ τῷ ἀδελφῷ αὐτοῦ,

  [13] And he slept there that night, and took of the gifts which he carried with him, and sent out to Esau his brother,

  [15] αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,

  [14] two hundred she-goats, twenty he-goats, two hundred sheep, twenty rams,

  [16] καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα.

  [15] milch camels, and their foals, thirty, forty kine, ten bulls, twenty asses, and ten colts.

  [17] καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ Προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.

  [16] And he gave them to his servants each drove apart; and he said to his servants, Go on before me, and put a space between drove and drove.

  [18] καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων Ἐάν σοι συναντήσῃ Ησαυ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων Τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;

  [17] And he charged the first, saying, If Esau my brother meet thee, and he ask thee, saying, Whose art thou? and whither wouldest thou go, and whose are these possessions advancing before thee?

  [19] ἐρεῖς Τοῦ παιδός σου Ιακωβ· δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ησαυ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.

  [18] Thou shalt say, Thy servant Jacob’s; he hath sent gifts to my lord Esau, and lo! he is behind us.

  [20] καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων Κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ησαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν

  [19] And he charged the first and the second and the third, and all that went before him after these flocks, saying, Thus shall ye speak to Esau when ye find him;

  [21] καὶ ἐρεῖτε Ἰδοὺ ὁ παῖς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ Ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.

  [20] and ye shall say, Behold thy servant Jacob comes after us. For he said, I will propitiate his countenance with the gifts going before his presence, and afterwards I will behold his face, for peradventure he will accept me.

  [22] καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.

  [21] So the presents went on before him, but he himself lodged that night in the camp.

  [23] Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ιαβοκ·

  [22] And he rose up in that night, and took his two wives and his two servant-maids, and his eleven children, and crossed over the ford of Jaboch.

  [24] καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ.

  [23] And he took them, and passed over the torrent, and brought over all his possessions.

  [25] ὑπελείφθη δὲ Ιακωβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωί.

  [24] And Jacob was left alone; and a man wrestled with him till the morning.

  [26] εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ιακωβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ.

  [25] And he saw that he prevailed not against him; and he touched the broad part of his thigh, and the broad part of Jacob’s thigh was benumbed in his wrestling with him.

  [27] καὶ εἶπεν αὐτῷ Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.

  [26] And he said to him, Let me go, for the day has dawned; but he said, I will not let thee go, except thou bless me.

  [28] εἶπεν δὲ αὐτῷ Τί τὸ ὄνομά σού ἐστιν; ὁ δὲ εἶπεν Ιακωβ.

  [27] And he said to him, What is thy name? and he answered, Jacob.

  [29] εἶπεν δὲ αὐτῷ Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ, ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός.

  [28] And he said to him, Thy name shall no longer be called Jacob, but Israel shall be thy name; for thou hast prevailed with God, and shalt be mighty with men.

  [30] ἠρώτησεν δὲ Ιακωβ καὶ εἶπεν Ἀνάγγειλόν μοι
τὸ ὄνομά σου. καὶ εἶπεν Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ.

  [29] And Jacob asked and said, Tell me thy name; and he said, Wherefore dost thou ask after my name? and he blessed him there.

  [31] καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.

  [30] And Jacob called the name of that place, the Face of God; for, said he,I have seen God face to face, and my life was preserved.

  [32] ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ.

  [31] And the sun rose upon him, when he passed the Face of God; and he halted upon his thigh.

  [33] ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ιακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν.

  [32] Therefore the children of Israel will by no means eat of the sinew which was benumbed, which is on the broad part of the thigh, until this day, because the angel touched the broad part of the thigh of Jacob — even the sinew which was benumbed.

  CHAPTER 33

  [1] Ἀναβλέψας δὲ Ιακωβ εἶδεν καὶ ἰδοὺ Ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. καὶ ἐπιδιεῖλεν Ιακωβ τὰ παιδία ἐπὶ Λειαν καὶ Ραχηλ καὶ τὰς δύο παιδίσκας

  [1] And Jacob lifted up his eyes, and beheld, and lo! Esau his brother coming, and four hundred men with him; and Jacob divided the children to Lea and to Rachel, and the two handmaidens.

  [2] καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ Λειαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ Ραχηλ καὶ Ιωσηφ ἐσχάτους.

  [2] And he put the two handmaidens and their children with the first, and Lea and her children behind, and Rachel and Joseph last.

  [3] αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ.

  [3] But he advanced himself before them, and did reverence to the ground seven times, until he drew near to his brother.

  [4] καὶ προσέδραμεν Ησαυ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσαν ἀμφότεροι.

  [4] And Esau ran on to meet him, and embraced him, and fell on his neck, and kissed him; and they both wept.

  [5] καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν; ὁ δὲ εἶπεν Τὰ παιδία, οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου.

  [5] And Esau looked up and saw the women and the children, and said, What are these to thee? And he said, The children with which God has mercifully blessed thy servant.

  [6] καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν,

  [6] And the maid-servants and their children drew near and did reverence.

  [7] καὶ προσήγγισεν Λεια καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν, καὶ μετὰ ταῦτα προσήγγισεν Ραχηλ καὶ Ιωσηφ καὶ προσεκύνησαν.

  [7] And Lea and her children drew near and did reverence; and after this drew near Rachel and Joseph, and did reverence.

  [8] καὶ εἶπεν Τί ταῦτά σοί ἐστιν, πᾶσαι αἱ παρεμβολαὶ αὗται, αἷς ἀπήντηκα; ὁ δὲ εἶπεν Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου, κύριε.

  [8] And he said, What are these things to thee, all these companies that I have met? And he said, That thy servant might find grace in thy sight, my lord.

  [9] εἶπεν δὲ Ησαυ Ἔστιν μοι πολλά, ἄδελφε· ἔστω σοι τὰ σά.

  [9] And Esau said, I have much, my brother; keep thine own.

  [10] εἶπεν δὲ Ιακωβ Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν· ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ, καὶ εὐδοκήσεις με·

  [10] And Jacob said, If I have found grace in thy sight, receive the gifts through my hands; therefore have I seen thy face, as if any one should see the face of God, and thou shalt be well-pleased with me.

  [11] λαβὲ τὰς εὐλογίας μου, ἃς ἤνεγκά σοι, ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα. καὶ ἐβιάσατο αὐτόν, καὶ ἔλαβεν.

  [11] Receive my blessings, which I have brought thee, because God has had mercy on me, and I have all things; and he constrained him, and he took them.

  [12] καὶ εἶπεν Ἀπάραντες πορευσόμεθα ἐπ’ εὐθεῖαν.

  [12] And he said, Let us depart, and proceed right onward.

  [13] εἶπεν δὲ αὐτῷ Ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ’ ἐμέ· ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν, ἀποθανοῦνται πάντα τὰ κτήνη.

  [13] And he said to him, My lord knows, that the children are very tender, and the flocks and the herds with me are with young; if then I shall drive them hard one day, all the cattle will die.

  [14] προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός, ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς Σηιρ.

  [14] Let my lord go on before his servant, and I shall have strength on the road according to the ease of the journey before me, and according to the strength of the children, until I come to my lord to Seir.

  [15] εἶπεν δὲ Ησαυ Καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ’ ἐμοῦ. ὁ δὲ εἶπεν Ἵνα τί τοῦτο; ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου, κύριε.

  [15] And Esau said, I will leave with thee some of the people who are with me. And he said, Why so? it is enough that I have found favour before thee, my lord.

  [16] ἀπέστρεψεν δὲ Ησαυ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς Σηιρ.

  [16] And Esau returned on that day on his journey to Seir.

  [17] Καὶ Ιακωβ ἀπαίρει εἰς Σκηνάς· καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Σκηναί.

  [17] And Jacob departs to his tents; and he made for himself there habitations, and for his cattle he made booths; therefore he called the name of that place, Booths.

  [18] καὶ ἦλθεν Ιακωβ εἰς Σαλημ πόλιν Σικιμων, ἥ ἐστιν ἐν γῇ Χαν�
�αν, ὅτε ἦλθεν ἐκ τῆς Μεσοποταμίας Συρίας, καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως.

  [18] And Jacob came to Salem, a city of Secima, which is in the land of Chanaan, when he departed out of Mesopotamia of Syria, and took up a position in front of the city.

  [19] καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ, οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ, παρὰ Εμμωρ πατρὸς Συχεμ ἑκατὸν ἀμνῶν

  [19] And he bought the portion of the field, where he pitched his tent, of Emmor the father of Sychem, for a hundred lambs.

  [20] καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν Ισραηλ.

  [20] And he set up there an alter, and called on the God of Israel.

  CHAPTER 34

  [1] Ἐξῆλθεν δὲ Δινα ἡ θυγάτηρ Λειας, ἣν ἔτεκεν τῷ Ιακωβ, καταμαθεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων.

  [1] And Dina, the daughter of Lea, whom she bore to Jacob, went forth to observe the daughters of the inhabitants.

  [2] καὶ εἶδεν αὐτὴν Συχεμ ὁ υἱὸς Εμμωρ ὁ Χορραῖος ὁ ἄρχων τῆς γῆς καὶ λαβὼν αὐτὴν ἐκοιμήθη μετ’ αὐτῆς καὶ ἐταπείνωσεν αὐτήν.

  [2] And Sychem the son of Emmor the Evite, the ruler of the land, saw her, and took her and lay with her, and humbled her.

  [3] καὶ προσέσχεν τῇ ψυχῇ Δινας τῆς θυγατρὸς Ιακωβ καὶ ἠγάπησεν τὴν παρθένον καὶ ἐλάλησεν κατὰ τὴν διάνοιαν τῆς παρθένου αὐτῇ.

  [3] And he was attached to the soul of Dina the daughter of Jacob, and he loved the damsel, and he spoke kindly to the damsel.

 

‹ Prev