Septuagint Complete Greek and English Edition

Home > Other > Septuagint Complete Greek and English Edition > Page 611
Septuagint Complete Greek and English Edition Page 611

by Septuagint


  [11] Go ye, yourselves, get for yourselves straw whencesoever ye can find it, for nothing is diminished from your rate.

  [12] καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάμην εἰς ἄχυρα·

  [12] So the people were dispersed in all the land of Egypt, to gather stubble for straw.

  [13] οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες Συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ’ ἡμέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑμῖν.

  [13] and the taskmasters hastened them, saying, Fulfil your regular daily tasks, even as when straw was given you.

  [14] καὶ ἐμαστιγώθησαν οἱ γραμματεῖς τοῦ γένους τῶν υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ’ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες Διὰ τί οὐ συνετελέσατε τὰς συντάξεις ὑμῶν τῆς πλινθείας, καθάπερ ἐχθὲς καὶ τρίτην ἡμέραν, καὶ τὸ τῆς σήμερον;

  [14] And the accountants of the race of the children of Israel, who were set over them by the masters of Pharao, were scourged, [[and questioned,]]men saying, Why have ye not fulfilled your rates of brick-work as yesterday and the third day, to-day also?

  [15] εἰσελθόντες δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες Ἵνα τί οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις;

  [15] And the accountants of the children of Israel went in and cried to Pharao, saying, Why dost thou act thus to thy servants?

  [16] ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡμῖν λέγουσιν ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου μεμαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου.

  [16] Straw is not given to thy servants, and they tell us to make brick; and behold thy servants have been scourged: thou wilt therefore injure thy people.

  [17] καὶ εἶπεν αὐτοῖς Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶμεν θύσωμεν τῷ θεῷ ἡμῶν.

  [17] And he said to them, Ye are idle, ye are idlers: therefore ye say, Let us go and do sacrifice to our God.

  [18] νῦν οὖν πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑμῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας ἀποδώσετε.

  [18] Now then go and work, for straw shall not be given to you, yet ye shall return the rate of bricks.

  [19] ἑώρων δὲ οἱ γραμματεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες Οὐκ ἀπολείψετε τῆς πλινθείας τὸ καθῆκον τῇ ἡμέρᾳ.

  [19] And the accountants of the children of Israel saw themselves in an evil plight, men saying, Ye shall not fail to deliver the daily rate of the brick-making.

  [20] συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχομένοις εἰς συνάντησιν αὐτοῖς ἐκπορευομένων αὐτῶν ἀπὸ Φαραω

  [20] And they met Moses and Aaron coming forth to meet them, as they came forth from Pharao.

  [21] καὶ εἶπαν αὐτοῖς Ἴδοι ὁ θεὸς ὑμᾶς καὶ κρίναι, ὅτι ἐβδελύξατε τὴν ὀσμὴν ἡμῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥομφαίαν εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡμᾶς.

  [21] And they said to them, The Lord look upon you and judge you, for ye have made our savour abominable before Pharao, and before his servants, to put a sword into his hands to slay us.

  [22] ἐπέστρεψεν δὲ Μωϋσῆς πρὸς κύριον καὶ εἶπεν Κύριε, διὰ τί ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς με;

  [22] And Moses turned to the Lord, and said, I pray, Lord, why hast thou afflicted this people? and wherefore hast thou sent me?

  [23] καὶ ἀφ’ οὗ πεπόρευμαι πρὸς Φαραω λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόματι, ἐκάκωσεν τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου.

  [23] For from the time that I went to Pharao to speak in thy name, he has afflicted this people, and thou hast not delivered thy people.

  CHAPTER 6

  [1] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.

  [1] And the Lord said to Moses, Now thou shalt see what I will do to Pharao; for he shall send them forth with a mighty hand, and with a high arm shall he cast them out of his land.

  [2] Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ κύριος·

  [2] And God spoke to Moses and said to him, I am the Lord.

  [3] καὶ ὤφθην πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς·

  [3] And I appeared to Abraam and Isaac and Jacob, being their God, but I did not manifest to them my name Lord.

  [4] καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς.

  [4] And I established my covenant with them, to give them the land of the Chananites, the land wherein they sojourned, in which also they dwelt as strangers.

  [5] καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.

  [5] And I hearkened to the groaning of the children of Israel (the affliction with which the Egyptians enslave them) and I remembered the covenant with you.

  [6] βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων Ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ

  [6] Go, speak to the children of Israel, saying, I am the Lord; and I will lead you forth from the tyranny of the Egyptians, and I will deliver you from bondage, and I will ransom you with a high arm, and great judgment.

  [7] καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,

  [7] And I will take you to me a people for myself, and will be your God; and ye shall know that I am the Lord your God, who brought you out from the tyranny of the Egyptians.

  [8] καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος.

  [8] And I will bring you into the land concerning which I stretched out my hand to give it to Abraam and Isaac and Jacob, and I will give it you for an inheritance: I am the Lord.

  [9]
ἐλάλησεν δὲ Μωϋσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.

  [9] And Moses spoke thus to the sons of Israel, and they hearkened not to Moses for faint-heartedness, and for their hard tasks.

  [10] Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων

  [10] And the Lord spoke to Moses, saying,

  [11] Εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ.

  [11] Go in, speak to Pharao king of Egypt, that he send forth the children of Israel out of his land.

  [12] ἐλάλησεν δὲ Μωϋσῆς ἔναντι κυρίου λέγων Ἰδοὺ οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραω; ἐγὼ δὲ ἄλογός εἰμι.

  [12] And Moses spoke before the Lord, saying, Behold, the children of Israel hearkened not to me, and how shall Pharao hearken to me? and I am not eloquent.

  [13] εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.

  [13] And the Lord spoke to Moses and Aaron, and gave them a charge to Pharao king of Egypt, that he should send forth the children of Israel out of the land of Egypt.

  [14] Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαλλους, Ασρων καὶ Χαρμι· αὕτη ἡ συγγένεια Ρουβην.

  [14] And these are the heads of the houses of their families: the sons of Ruben the first-born of Israel; Enoch and Phallus, Asron, and Charmi, this is the kindred of Ruben.

  [15] καὶ υἱοὶ Συμεων· Ιεμουηλ καὶ Ιαμιν καὶ Αωδ καὶ Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεων.

  [15] And the sons of Symeon, Jemuel and Jamin, and Aod, and Jachin and Saar, and Saul the son of a Phoenician woman, these are the families of the sons of Symeon.

  [16] καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευι κατὰ συγγενείας αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς Λευι ἑκατὸν τριάκοντα ἑπτά.

  [16] And these are the names of the sons of Levi according to their kindreds, Gedson, Caath, and Merari; and the years of the life of Levi were a hundred and thirty-seven.

  [17] καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεμει, οἶκοι πατριᾶς αὐτῶν.

  [17] And these are the sons of Gedson, Lobeni and Semei, the houses of their family. And the sons of Caath,

  [18] καὶ υἱοὶ Κααθ· Αμβραμ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα ἔτη.

  [18] Ambram and Issaar, Chebron, and Oziel; and the years of the life of Caath were a hundred and thirty-three years.

  [19] καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Ομουσι. οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συγγενείας αὐτῶν.

  [19] And the sons of Merari, Mooli, and Omusi, these are the houses of the families of Levi, according to their kindreds.

  [20] καὶ ἔλαβεν Αμβραμ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Αμβραμ ἑκατὸν τριάκοντα δύο ἔτη.

  [20] And Ambram took to wife Jochabed the daughter of his father’s brother, and she bore to him both Aaron and Moses, and Mariam their sister: and the years of the life of Ambram were a hundred and thirty-two years.

  [21] καὶ υἱοὶ Ισσααρ· Κορε καὶ Ναφεκ καὶ Ζεχρι.

  [21] And the sons of Issaar, Core, and Naphec, and Zechri.

  [22] καὶ υἱοὶ Οζιηλ· Ελισαφαν καὶ Σετρι.

  [22] And the sons of Oziel, Misael, and Elisaphan, and Segri.

  [23] ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αμιναδαβ ἀδελφὴν Ναασσων αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαμαρ.

  [23] And Aaron took to himself to wife Elisabeth daughter of Aminadab sister of Naasson, and she bore to him both Nadab and Abiud, and Eleazar and Ithamar.

  [24] υἱοὶ δὲ Κορε· Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ· αὗται αἱ γενέσεις Κορε.

  [24] And the sons of Core, Asir, and Elkana, and Abiasar, these are the generations of Core.

  [25] καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.

  [25] And Eleazar the son of Aaron took to himself for a wife one of the daughters of Phutiel, and she bore to him Phinees. These are the heads of the family of the Levites, according to their generations.

  [26] οὗτος Ααρων καὶ Μωϋσῆς, οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·

  [26] This is Aaron and Moses, whom God told to bring out the children of Israel out of the land of Egypt with their forces.

  [27] οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου· αὐτὸς Ααρων καὶ Μωϋσῆς.

  [27] These are they that spoke with Pharao king of Egypt, and Aaron himself and Moses brought out the children of Israel from the land of Egypt,

  [28] Ἧι ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,

  [28] in the day in which the Lord spoke to Moses in the land of Egypt;

  [29] καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Ἐγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.

  [29] then the Lord spoke to Moses, saying, I am the Lord: speak to Pharao king of Egypt whatsoever I say to thee.

  [30] καὶ εἶπεν Μωϋσῆς ἐναντίον κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραω;

  [30] And Moses said before the Lord, Behold, I am not able in speech, and how shall Pharao hearken to me?

  CHAPTER 7

  [1] καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἰδοὺ δέδωκά σε θεὸν Φαραω, καὶ Ααρων ὁ ἀδελφός σου ἔσται σου προφήτης·

  [1] And the Lord spoke to Moses, saying, Behold, I have made thee a god to Pharao, and Aaron thy brother shall be thy prophet.

  [2] σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέλλομαι, ὁ δὲ Ααρων ὁ ἀδελφός σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ.

  [2] And thou shalt say to him all things that I charge thee, and Aaron thy brother shall speak t
o Pharao, that he should send forth the children of Israel out of his land.

  [3] ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σημεῖά μου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ.

  [3] And I will harden the heart of Pharao, and I will multiply my signs and wonders in the land of Egypt.

  [4] καὶ οὐκ εἰσακούσεται ὑμῶν Φαραω· καὶ ἐπιβαλῶ τὴν χεῖρά μου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάμει μου τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει μεγάλῃ,

  [4] And Pharao will not hearken to you, and I will lay my hand upon Egypt; and will bring out my people the children of Israel with my power out of the land of Egypt with great vengeance.

  [5] καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ μέσου αὐτῶν.

  [5] And all the Egyptians shall know that I am the Lord, stretching out my hand upon Egypt, and I will bring out the children of Israel out of the midst of them.

  [6] ἐποίησεν δὲ Μωϋσῆς καὶ Ααρων, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος, οὕτως ἐποίησαν.

  [6] And Moses and Aaron did as the Lord commanded them, so did they.

  [7] Μωϋσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν, ἡνίκα ἐλάλησεν πρὸς Φαραω.

  [7] And Moses was eighty years old, and Aaron his brother was eighty-three years old, when he spoke to Pharao.

  [8] Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων

  [8] And the Lord spoke to Moses and Aaron, saying,

 

‹ Prev